<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2018.tlg009.1st1K-grc1:1.16.1-1.16.7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2018.tlg009.1st1K-grc1:1.16.1-1.16.7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1:1" n="16"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1:1.16" n="1"><p rend="indent">πρῶτον μὲν οὖν ‹ὅτι› μήτε τὸν Σαβέλλιον μήτε Ἰουδαίους ἐγνωκέναι τὸν θεὸν ἔφη τῷ μὴ τὸν λόγον ἐγνωκέναι αὐτούς, σκέψασθαι χρὴ ὁποῖον ὑποτίθεται λόγον· εἰ μὲν γὰρ τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ὑφεστῶτα καὶ ζῶντα, ἀλλ’ οὐδ’ αὐτὸς τοῦτον ἔγνω. αὐτίκα δ’ οὖν τοῦ σωτῆρος ἡμῶν διαφόρως μνημονεύσαντος τοῦ υἱοῦ καὶ πολλάκις μονογενῆ υἱὸν ἀνειπόντος καὶ μηδεπώποτε λόγον ἑαυτὸν ἀποκαλέσαντος, διὰ πάντων δὲ τῶν εὐαγγελίων υἱὸν θεοῦ εἶναι διδάξαντος (ἐφ’ ᾧ καὶ μακαρίζει τὸν Πέτρον εἰρηκότα »σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«, καὶ τὴν γνῶσιν αὐτῷ ‹δι’› ἀποκαλύψεως τοῦ πατρὸς γεγονέναι μαρτυρεῖ φήσας »μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ πατήρ μου ὁ οὐράνιος«), ὁ θαυμαστὸς οὗτος ὥσπερ βεβυσμένος τὰ ὦτα ταῦτα κατὰ λέξιν γράφει <quote rend="blockquote"><label xml:lang="deu">(Nr. 34)</label> καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει. ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ.</quote> <pb facs="eusebiuswerke04euse_0114"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1:1.16" n="2"><p>ὁρᾷς ὅπως υἱὸν μὲν αὐτὸν τοῦ θεοῦ ὁμολογεῖν οὐ τολμᾷ, ὡς ἂν μὴ ἐκπέσοι τοῦ Σαβελλίου δόγματος· <pb n="54r"/> υἱὸν δὲ ἀνθρώπου καλεῖ, δι’ ἣν ἀνείληφεν σάρκα. καὶ λόγον δὲ δι’ ὅλου τοῦ οἰκείου συγγράμματος ὀνομάζει συνεχῶς ἐπισημαινόμενος, ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1:1.16" n="3"><p>καὶ ἐν οἷς δ’ οὖν τὸν Σαβέλλιον καταμέμφεται, παρατίθεται μὲν τὰς τοῦ σωτῆρος φωνάς, δι’ ὧν ἔφη »οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1:1.16" n="4"><p>ὥσπερ δὲ ἐπανορθούμενος αὐτὰς | ἀντὶ τοῦ υἱοῦ λόγον αὖθις ὀνομάζει, ὧδε λέγων <quote rend="blockquote"><label xml:lang="deu">(Nr. 38)</label> »οὐδεὶς« γὰρ »οἶδεν« φησὶν »τὸν πατέρα εἰ μὴ ὁ υἱός«, τουτέστιν ὁ λόγος,</quote> καὶ ἐπιφέρει <quote rend="blockquote"><label xml:lang="deu">(Nr. 38)</label> ὁ γὰρ λόγος δι’ ἑαυτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν, καὶ προστίθησιν</quote><quote rend="blockquote"><label xml:lang="deu">(Nr. 38)</label> ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεὸν ἢ διὰ τοῦ ἰδίου λόγου</quote> καὶ αὖθις λόγον ἀντὶ τοῦ υἱοῦ τίθησιν καὶ τὸν ἴδιον αὐτοῦ λόγον ἀποκαλεῖ· καὶ ἐν οὕτω βραχυτάτοις ῥήμασιν πολλάκις μὲν ἐμνημόνευσεν λόγου, υἱοῦ δὲ οὐδ’ ἅπαξ. ἀλλὰ καὶ αὐτὴν τοῦ σωτῆρος μεταποιεῖ τὴν ῥῆσιν,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1:1.16" n="5"><p>ἀντὶ τοῦ »ὁ υἱὸς« ἐπάγων <quote rend="blockquote"><label xml:lang="deu">(Nr. 38)</label> τουτέστιν ὁ λόγος,</quote> 〈ὡς〉 οὐχὶ μᾶλλον τῆς τοῦ υἱοῦ σημασίας ἁρμοζούσης τῇ τοῦ πατρὸς ἐπηγορίᾳ· ὅθεν εἰκότως ὁ μὲν σωτὴρ προσφυῶς ἐφήρμοσεν τῇ τοῦ πατρὸς τὴν τοῦ υἱοῦ συζυγίαν, ὁ δὲ τὸν υἱὸν εἰπεῖν παραιτησάμενος ἄνω κάτω τὸν λόγον θρυλεῖ, καὶ Σαβελλίου μὲν κατηγορεῖ τὸν υἱὸν ἀρνουμένου, ταὐτὸν δὲ πράττων ἐκείνῳ σχηματίζεται, τῇ κατ’ αὐτοῦ διαβολῇ τὴν τῆς κακοδοξίας ὑπόνοιαν ἐκκλίνειν οἰόμενος. εἰ μὲν οὖν τῷ Σαβελλίῳ μέμφεται τὸν υἱὸν τοῦ θεοῦ ἀρνουμένῳ, ἑαυτῷ πρότερον χρῆν μέμψασθαι· εἰ δὲ ὅτι ὃν αὐτὸς ὡρίζετο λόχον Σαβέλλιος ἠγνόει, οὐκ ὀρθῶς τοῦτό γε ᾐτιᾶτο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1:1.16" n="6"><p>οὔτε γὰρ Σαβέλλιον οὔτ’ αὐτοὺς Ἰουδαίους, τοὺς τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένους, ὅν φησιν Μάρκελλος ἐν τῷ θεῷ εἶναι λόγον, δι’ οὑ Μωσεῖ καὶ τοῖς προφήταις κεχρημάτικεν, ἀγνοῆσαι, τοῦτον δὲ ἀκριβῶς εἰδέναι καὶ [ὁ] πᾶς εἴποι ἂν οὐ μόνον Ἰουδαίων ἀλλὰ καὶ Ἑλλήνων. λογικὸν γὰρ τίς οὐκ ἂν ὁμολογήσειεν εἶναι τὸν θεόν, ὡς καὶ σοφὸν καὶ ἀγαθὸν καὶ δυνατόν; Σαβέλλιος τοῦτο μὲν οὐκ ἂν ἀρνηθείη <pb facs="eusebiuswerke04euse_0115"/> εἰδέναι· ὅτι δὲ μὴ καὶ υἱὸν τοῦ θεοῦ ζῶντα καὶ ὑφεστῶτα ὄντα τε καὶ προόντα τῆς σαρκὸς ὡμολόγει, ταύτης ἕνεκα τῆς πρὸς Μάρκελλον συμφωνίας ὁμοίως αὐτῷ τῆς τοῦ θεοῦ ἐκκλησίας ἠλάθη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1:1.16" n="7"><p>πῶς δὲ τὰ ἴσα Μάρκελλος τῷ Σαβελλίῳ ἐφρόνει, δῆλος ἂν εἴη ἐξ ὧν ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν αὐτοῦ λόγον διεστείλατο, ποτὲ μὲν αὐτοῖς ῥήμασιν εἰπὼν</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>