<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1:2.9.17-3.2.3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1:2.9.17-3.2.3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="17"><p>καίτοι, εἰ καὶ μισεῖν αὐτοῖς ἐπῄει τὴν τοῦ σώματος φύσιν, διότι
                                ἀκηκόασι Πλάτωνος πολλὰ μεμψαμένου τῷ σώματι οἷα ἐμπόδια παρέχει τῇ
                                ψυχῇ, καὶ πᾶσαν τὴν σωματικὴν φύσιν εἰπεῖν χείρονα, ἐχρῆν ταύτην
                                περιελόντας τῇ διανοίᾳ ἰδεῖν τὸ λοιπόν, σφαῖραν νοητὴν τὸ ἐπὶ τῷ
                                κόσμῳ εἶδος ἐμπεριέχουσαν, ψυχὰς ἐν τάξει, ἄνευ τῶν σωμάτων <pb ed="org" n="216"/> μέγεθος δούσας καὶ τὸ νοητὸν εἰς διάστασιν
                                προαγαγούσας, ὡς τῷ μεγέθει τὸ γενόμενον τῷ ἀμερεῖ τῷ τοῦ
                                παραδείγματος εἰς δύναμιν ἐξισωθῆναι: τὸ γὰρ ἐκεῖ μέγα ἐν δυνάμει
                                ἐνταῦθα ἐν ὄγκῳ. καὶ εἴτε κινουμένην ταύτην τὴν σφαῖραν ἐβούλοντο
                                νοεῖν περιαγομένην ὑπὸ θεοῦ δυνάμεως ἀρχὴν καὶ μέσα καὶ τέλος τῆς
                                πάσης ἔχοντος, εἴτε ἑστῶσαν ὡς οὔπω καὶ ἄλλο τι διοικοῦσαν, καλῶς ἂν
                                εἶχεν εἰς ἔννοιαν τῆς τόδε τὸ πᾶν ψυχῆς διοικούσης. ἐνθέντας <pb n="1.209"/> δὲ ἤδη καὶ τὸ σῶμα αὐτῇ, ὡς οὐδὲν ἂν παθούσης,
                                δούσης δὲ ἑτέρῳ, ὅτι μὴ θέμις φθόνον ἐν τοῖς θεοῖς εἶναι, ἔχειν, εἴ
                                τι δύναται λαμβάνειν ἕκαστα, οὕτως αὐτοὺς διανοεῖσθαι κατὰ κόσμου
                                τοσοῦτον διδόντας τῇ τοῦ κόσμου ψυχῇ δυνάμεως, ὅσῳ τὴν σώματος φύσιν
                                οὐ καλὴν οὖσαν ἐποίησεν ὅσον ἦν αὐτῇ καλλύνεσθαι μετέχειν κάλλους: ὃ
                                καὶ αὐτὸ τὰς ψυχὰς θείας οὔσας κινεῖ. εἰ μὴ ἄρα αὐτοὶ φαῖεν μὴ
                                κινεῖσθαι, μηδὲ διαφόρως αἰσχρὰ καὶ καλὰ ὁρᾶν σώματα: ἀλλ̓ οὕτως
                                οὐδὲ αἰσχρὰ καὶ καλὰ ἐπιτηδεύματα οὐδὲ καλὰ μαθήματα: οὐδὲ θεωρίας
                                τοίνυν: οὐδὲ θεὸν τοίνυν. καὶ γὰρ διὰ τὰ πρῶτα ταῦτα. εἰ οὖν μὴ
                                ταῦτα, οὐδὲ ἐκεῖνα: μετ̓ ἐκεῖνα τοίνυν ταῦτα καλά. ἀλλ̓ ὅταν λέγωσι
                                καταφρονεῖν τοῦ τῇδε κάλλους, καλῶς ἂν ποιοῖεν τοῦ ἐν παισὶ καὶ
                                γυναιξὶ καταφρονοῦντες, ὡς μὴ εἰς ἀκολασίαν ἡττᾶσθαι. ἀλλ̓ εἰδέναι
                                δεῖ, ὅτι οὐκ ἂν σεμνύνοιντο, εἰ αἰσχροῦ καταφρονοῖεν, ἀλλ̓ ὅτι
                                καταφρονοῦσι πρότερον εἰπόντες καλὸν κακῶς διατεθέντες: ἔπειτα, ὅτι
                                οὐ ταὐτὸν κάλλος ἐπὶ μέρει καὶ ὅλῳ καὶ πᾶσι καὶ παντί: εἶθ̓ ὅτι ἔστι
                                τὰ τοιαῦτα κάλλη καὶ ἐν αἰσθητοῖς καὶ τοῖς ἐν μέρει, οἷα δαιμόνων,
                                ὡς θαυμάσαι τὸν πεποιηκότα καὶ πιστεῦσαι, ὡς ἐκεῖθεν, καὶ ἐντεῦθεν
                                ἀμήχανον τὸ ἐκεῖ κάλλος εἰπεῖν, οὐκ ἐχόμενον τούτων, ἀλλ̓ ἀπὸ τούτων
                                ἐπ̓ ἐκεῖνα ἰόντα, μὴ λοιδορούμενον δὲ τούτοις: καὶ εἰ μὲν καὶ τὰ
                                ἔνδον καλά, σύμφωνα ἀλλήλοις εἶναι λέγειν: εἰ δὲ τὰ ἔνδον φαῦλα,
                                τοῖς βελτίοσιν ἠλαττῶσθαι. μήποτε δὲ οὐδὲ ἔστιν ὄντως τι καλὸν ὂν τὰ
                                ἔξω αἰσχρὸν εἶναι τὰ ἔνδον: οὐ γὰρ τὸ ἔξω πᾶν καλὸν κρατήσαντός ἐστι
                                τοῦ ἔνδον. οἱ δὲ λεγόμενοι καλοὶ τἄνδον αἰσχροὶ ψεῦδος καὶ <pb n="1.210"/> τὸ ἔξω κάλλος ἔχουσιν. εἰ δέ τις φήσει ἑωρακέναι
                                καλοὺς ὄντως ὄντας, αἰσχροὺς δὲ τἄνδον, οἶμαι μὲν αὐτὸν μὴ
                                ἑωρακέναι, ἀλλ̓ ἄλλους εἶναι νομίζειν τοὺς καλούς: εἰ δ̓ ἄρα, τὸ
                                αἰσχρὸν αὐτοῖς ἐπίκτητον εἶναι καλοῖς τὴν φύσιν οὖσι: πολλὰ γὰρ
                                ἐνθάδε τὰ κωλύματα εἶναι ἐλθεῖν εἰς τέλος. τῷ δὲ <pb ed="org" n="217"/> παντὶ καλῷ ὄντι τί ἐμπόδιον ἦν εἶναι καλῷ καὶ τἄνδον;
                                καὶ μὴν οἷς μὴ τὸ τέλειον ἀπέδωκεν ἐξ ἀρχῆς ἡ φύσις, τούτοις τάχ̓ ἂν
                                οὐκ ἐλθεῖν εἰς τέλος γένοιτο, ὥστε καὶ φαύλοις ἐνδέχεσθαι γενέσθαι,
                                τῷ δὲ παντὶ οὐκ ἦν ποτε παιδὶ ὣς ἀτελεῖ εἶναι οὐδὲ προσεγίνετο αὐτῷ
                                προιόντι <del>τι</del> καὶ προσετίθετο εἰς σῶμα. πόθεν γάρ; πάντα
                                γὰρ εἶχεν. ἀλλ̓ οὐδὲ εἰς ψυχὴν πλάσειεν ἄν τις. εἰ δ̓ ἄρα τοῦτό τις
                                αὐτοῖς χαρίσαιτο, ἀλλ̓ οὐ κακόν τι. </p></div><div type="textpart" subtype="section" n="18"><p>ἀλλ̓ ἴσως φήσουσιν ἐκείνους μὲν τοὺς λόγους φεύγειν τὸ σῶμα ποιεῖν
                                πόρρωθεν μισοῦντας, τοὺς δὲ ἡμετέρους κατέχειν τὴν ψυχὴν πρὸς αὐτῷ.
                                τοῦτο δὲ ὅμοιον ἂν εἴη, ὥσπερ ἂν εἰ δύο οἶκον καλὸν τὸν αὐτὸν
                                οἰκούντων, τοῦ μὲν ψέγοντος τὴν κατασκευὴν καὶ τὸν ποιήσαντα καὶ
                                μένοντος οὐχ ἧττον ἐν αὐτῷ, τοῦ δὲ μὴ ψέγοντος, ἀλλὰ τὸν ποιήσαντα
                                τεχνικώτατα πεποιηκέναι λέγοντος, τὸν δὲ χρόνον ἀναμένοντος ἕως ἂν
                                ἥκῃ, ἐν ᾧ ἀπαλλάξεται, οὗ μηκέτι οἴκου δεήσοιτο, ὁ δὲ σοφώτερος
                                εἶναι οἴοιτο καὶ ἑτοιμότερος ἐξελθεῖν, ὅτι οἶδε λέγειν ἐκ λίθων
                                ἀψύχων τοὺς τοίχους καὶ ξύλων συνεστάναι καὶ πολλοῦ δεῖν τῆς
                                ἀληθινῆς οἰκήσεως, ἀγνοῶν ὅτι τῷ μὴ φέρειν τὰ ἀναγκαῖα διαφέρει,
                                εἴπερ καὶ μὴ ποιεῖ ταῦτα δυσχεραίνων <del>ἀλλ̓</del> ἀγαπῶν ἡσυχῇ τὸ
                                κάλλος τῶν λίθων. δεῖ δὲ μένειν <pb n="1.211"/> μὲν ἐν οἴκοις σῶμα
                                ἔχοντας κατασκευασθεῖσιν ὑπὸ ψυχῆς ἀδελφῆς ἀγαθῆς πολλὴν δύναμιν εἰς
                                τὸ δημιουργεῖν ἀπόνως ἐχούσης. ἢ ἀδελφοὺς μὲν καὶ τοὺς φαυλοτάτους
                                ἀξιοῦσι προσεννέπειν, ἥλιον δὲ καὶ τοὺς ἐν τῷ οὐρανῷ ἀπαξιοῦσιν
                                ἀδελφοὺς λέγειν οὐδὲ τὴν κόσμου ψυχὴν στόματι μαινομένῳ; φαύλους μὲν
                                οὖν ὄντας οὐ θεμιτὸν εἰς συγγένειαν συνάπτειν, ἀγαθοὺς δὲ γενομένους
                                καὶ μὴ σώματα ὄντας, ἀλλὰ ψυχὰς ἐν σώμασι καὶ οὕτως οἰκεῖν
                                δυναμένους ἐν αὐτοῖς, ὡς ἐγγυτάτω εἶναι οἰκήσεως ψυχῆς τοῦ παντὸς ἐν
                                σώματι τῷ ὅλῳ. ἔστι δὲ τοῦτο τὸ μὴ κρούειν, μηδὲ ὑπακούειν τοῖς
                                ἔξωθεν προσπίπτουσιν ἡδέσιν ἢ ὁρωμένοις, μηδ̓ εἴ τι σκληρόν,
                                ταράττεσθαι. ἐκείνη μὲν οὖν οὐ πλήττεται: οὐ γὰρ ἔχει ὑπὸ τοῦ: ἡμεῖς
                                δὲ ἐνθάδε ὄντες ἀρετῇ τὰς πληγὰς ἀπωθοίμεθ̓ ἂν ἤδη ὑπὸ μεγέθους
                                γνώμης τὰς μὲν ἐλάττους, τὰς δὲ οὐδὲ πληττούσας ὑπὸ ἰσχύος
                                γενομένας. ἐγγὺς δὲ γενόμενοι τοῦ ἀπλήκτου μιμοίμεθ̓ ἂν τὴν τοῦ
                                σύμπαντος ψυχὴν καὶ τὴν τῶν ἄστρων, εἰς ἐγγύτητα δὲ ὁμοιότητος
                                ἐλθόντες σπεύδοιμεν ἂν πρὸς τὸ αὐτὸ καὶ τὰ αὐτὰ ἂν ἐν θέᾳ καὶ ἡμῖν
                                εἴη ἅτε καλῶς καὶ αὐτοῖς παρεσκευασμένοις φύσεσι καὶ ἐπιμελείαις:
                                τοῖς δὲ ἐξ ἀρχῆς ὑπάρχει. οὐδέ, εἰ μόνοι λέγοιεν <pb ed="org" n="218"/> θεωρεῖν δύνασθαι, πλέον ἂν θεωρεῖν αὐτοῖς γίγνοιτο,
                                οὐδ̓ ὅτι αὑτοῖς φασιν εἶναι ἐξελθεῖν ἀποθανοῦσι, τοῖς δὲ μή, ἀεὶ τὸν
                                οὐρανὸν κοσμοῦσιν: ἀπειρίᾳ γὰρ ἂν τοῦ ἔξω ὅ τι ποτέ ἐστι τοῦτο ἂν
                                λέγοιεν καὶ τοῦ ὃν τρόπον ψυχὴ παντὸς ἐπιμελεῖται ἡ ὅλη τοῦ ἀψύχου.
                                ἔξεστιν οὖν καὶ μὴ φιλοσωματεῖν καὶ καθαροῖς γίνεσθαι καὶ τοῦ
                                θανάτου καταφρονεῖν καὶ τὰ ἀμείνω εἰδέναι κἀκεῖνα διώκειν <pb n="1.212"/> καὶ τοῖς ἄλλοις τοῖς δυναμένοις διώκειν καὶ
                                διώκουσιν ἀεὶ μὴ φθονεῖν ὡς οὐ διώκουσι, μηδὲ ταὐτὸ πάσχειν τοῖς
                                οἰομένοις τὰ ἄστρα μὴ θεῖν, ὅτι αὐτοῖς ἡ αἴσθησις ἑστάναι αὐτὰ
                                λέγει. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐκ οἴονται τὰ ἔξω βλέπειν τὴν τῶν
                                ἄστρων φύσιν, ὅτι οὐχ ὁρῶσι τὴν ψυχὴν αὐτῶν ἔξωθεν οὖσαν.</p></div></div></div><pb n="1.215"/><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="1"><head>ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ.</head><div type="textpart" subtype="section" n="1"><p>Ἅπαντα τὰ γινόμενα καὶ τὰ ὄντα ἤτοι κατ̓ <pb ed="org" n="228"/>
                                αἰτίας γίνεται καὶ ἔστι, ἢ ἄνευ αἰτίας ἄμφω: ἢ τὰ μὲν ἄνευ αἰτίας,
                                τὰ δὲ μετ̓ αἰτίας ἐν ἀμφοτέροις: ἢ τὰ μὲν γιγνόμενα μετ̓ αἰτίας
                                πάντα, τὰ δὲ ὄντα τὰ μέν ἐστιν αὐτῶν μετ̓ αἰτίας, τὰ δὲ ἄνευ αἰτίας,
                                ἢ οὐδὲν μετ̓ αἰτίας: ἢ ἀνάπαλιν τὰ μὲν ὄντα μετ̓ αἰτίας πάντα, τὰ δὲ
                                γιγνόμενα τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως, ἢ οὐδὲν αὐτῶν μετ̓ αἰτίας.
                                ἐπὶ μὲν οὖν τῶν ἀιδίων τὰ μὲν πρῶτα εἰς ἄλλα αἴτια ἀνάγειν οὐχ οἷόν
                                τε πρῶτα ὄντα: ὅσα δὲ ἐκ τῶν πρώτων ἤρτηται, ἐξ ἐκείνων τὸ εἶναι
                                ἐχέτω. τάς τε ἐνεργείας ἑκάστων ἀποδιδούς τις ἐπὶ τὰς οὐσίας
                                ἀναγέτω: τοῦτο γάρ ἐστι τὸ εἶναι αὐτῶν, τὸ τοιάνδε ἐνέργειαν
                                ἀποδιδόναι. περὶ δὲ τῶν γιγνομένων ἢ ὄντων μὲν ἀεί, οὐ τὴν αὐτὴν δὲ
                                ἐνέργειαν ποιουμένων ἀεὶ κατ̓ αἰτίας ἅπαντα λεκτέον γίνεσθαι, τὸ δὲ
                                ἀναίτιον οὐ παραδεκτέον, οὔτε παρεγκλίσεσι κεναῖς χώραν διδόντα οὔτε
                                κινήσει σωμάτων τῇ ἐξαίφνης, ἣ οὐδενὸς προηγησαμένου ὑπέστη, οὔτε
                                ψυχῆς ὁρμῇ ἐμπλήκτῳ μηδενὸς κινήσαντος αὐτὴν εἰς τό τι πρᾶξαι ὧν
                                πρότερον οὐκ ἐποίει. ἢ αὐτῷ γε τούτῳ μείζων ἄν τις ἔχοι αὐτὴν ἀνάγκη
                                τῷ μὴ αὑτῆς εἶναι, φέρεσθαι δὲ τὰς τοιαύτας φορὰς ἀβουλήτους τε καὶ
                                ἀναιτίους <pb n="1.216"/> οὔσας. ἢ γὰρ τὸ βουλητόν — τοῦτο δὲ ἢ ἔξω
                                ἢ εἴσω — ἢ τὸ ἐπιθυμητὸν ἐκίνησεν: ἤ, εἰ μηδὲν ὀρεκτὸν ἐκίνησεν,
                                οὐδ̓ ἂν ὅλως ἐκινήθη. γιγνομένων δὲ πάντων κατ̓ αἰτίας τὰς μὲν
                                προσεχεῖς ἑκάστῳ ῥᾴδιον λαβεῖν καὶ εἰς ταύτας ἀνάγειν: οἷον <pb ed="org" n="229"/> τοῦ βαδίσαι εἰς ἀγορὰν τὸ οἰηθῆναι δεῖν τινα
                                ἰδεῖν ἢ χρέος ἀπολαβεῖν καὶ ὅλως τὸ τάδε ἢ τάδε ἑλέσθαι καὶ ὁρμῆσαι,
                                ἔπειτα δὲ τὸ φανῆναι ἑκάστῳ ταδὶ ποιεῖν. καὶ τὰ μὲν ἐπὶ τὰς τέχνας
                                ἀνάγειν <del>ἔστιν, οἷον</del> τοῦ ὑγιάσαι <del>αἰτία</del> ἡ
                                ἰατρικὴ καὶ ὁ ἰατρός. καὶ τοῦ πλουτῆσαι θησαυρὸς εὑρεθεὶς ἢ δόσις
                                παρά του ἢ ἐκ πόνων ἢ τέχνης χρηματίσασθαι, καὶ τοῦ τέκνου ὁ πατὴρ
                                καὶ εἴ τι συνεργὸν ἔξωθεν εἰς παιδοποιίαν ἄλλο παῤ ἄλλου ἧκον. οἷον
                                σιτία τοιάδε ἢ καὶ ὀλίγῳ προσώτερα εὔροια εἰς παιδοποιίαν ἢ γυνὴ
                                ἐπιτήδειος εἰς τόκους. καὶ ὅλως εἰς φύσιν. </p></div><div type="textpart" subtype="section" n="2"><p>μέχρι μὲν οὖν τούτων ἐλθόντα ἀναπαύσασθαι καὶ πρὸς τὸ ἄνω μὴ ἐθελῆσαι
                                χωρεῖν ῥᾳθύμου ἴσως καὶ οὐ κατακούοντος τῶν ἐπὶ τὰ πρῶτα καὶ ἐπὶ τὰ
                                ἐπέκεινα αἴτια ἀνιόντων. διὰ τί γὰρ τῶν αὐτῶν γενομένων, οἷον τῆς
                                σελήνης φανείσης, ὁ μὲν ἥρπασεν, ὁ δὲ οὔ; καὶ τῶν ὁμοίων ἐκ τοῦ
                                περιέχοντος ἡκόντων ὁ μὲν ἐνόσησεν, ὁ δὲ οὔ; καὶ <del>ὁ μὲν</del>
                                πλούσιος, ὁ δὲ πένης ἐκ τῶν αὐτῶν ἔργων. καὶ τρόποι δὴ καὶ ἤθη
                                διάφορα καὶ τύχαι ἐπὶ τὰ πόρρω ἀξιοῦσιν ἰέναι: καὶ οὕτω δὴ ἀεὶ οὐχ
                                ἱστάμενοι οἱ μὲν ἀρχὰς σωματικὰς θέμενοι, οἷον ἀτόμους, τῇ τούτων
                                φορᾷ καὶ πληγαῖς καὶ συμπλοκαῖς πρὸς ἄλληλα ἕκαστα ποιοῦντες καὶ
                                οὕτως ἔχειν καὶ γίνεσθαι, ᾗ ἐκεῖνα συνέστη ποιεῖ τε καὶ πάσχει, καὶ
                                τὰς ἡμετέρας ὁρμὰς καὶ διαθέσεις ταύτῃ ἔχειν, <pb n="1.217"/> ὡς ἂν
                                ἐκεῖναι ποιῶσιν, ἀνάγκην ταύτην καὶ τὴν παρὰ τούτων εἰς τὰ ὄντα
                                εἰσάγουσι. κἂν ἄλλα δέ τις σώματα ἀρχὰς διδῷ καὶ ἐκ τούτων τὰ πάντα
                                γίγνεσθαι, τῇ παρὰ τούτων ἀνάγκῃ δουλεύειν ποιεῖ τὰ ὄντα. οἱ δὲ ἐπὶ
                                τὴν τοῦ παντὸς ἀρχὴν ἐλθόντες ἀπ̓ αὐτῆς κατάγουσι πάντα, διὰ πάντων
                                φοιτήσασαν αἰτίαν καὶ ταύτην οὐ μόνον κινοῦσαν, ἀλλὰ καὶ ποιοῦσαν
                                ἕκαστα λέγοντες, εἱμαρμένην ταύτην καὶ κυριωτάτην αἰτίαν θέμενοι
                                αὐτὴν οὖσαν, καὶ πάντα οὐ μόνον τὰ ἄλλα, ὅσα γίνεται, ἀλλὰ καὶ τὰς
                                ἡμετέρας διανοήσεις ἐκ τῶν ἐκείνης ἰέναι κινημάτων, οἷον ζῴου μορίων
                                κινουμένων ἑκάστων οὐκ ἐξ ἑαυτῶν, ἐκ δὲ τοῦ ἡγεμονοῦντος ἐν ἑκάστῳ
                                τῶν ζῴων. ἄλλοι δὲ τὴν τοῦ παντὸς φορὰν περιέχουσαν καὶ πάντα
                                ποιοῦσαν τῇ κινήσει καὶ ταῖς τῶν ἄστρων πλανωμένων τε καὶ ἀπλανῶν
                                σχέσεσι καὶ σχηματισμοῖς πρὸς ἄλληλα, ἀπὸ τῆς ἐκ τούτων προρρήσεως
                                πιστούμενοι, ἕκαστα ἐντεῦθεν γίνεσθαι ἀξιοῦσι. καὶ μὴν καὶ τὴν τῶν
                                αἰτίων ἐπιπλοκὴν πρὸς ἄλληλα καὶ τὸν ἄνωθεν εἱρμὸν καὶ τὸ ἕπεσθαι
                                τοῖς προτέροις ἀεὶ τὰ ὕστερα καὶ ταῦτα ἐπ̓ ἐκεῖνα ἀνιέναι δἰ αὐτῶν
                                γενόμενα καὶ ἄνευ ἐκείνων οὐκ ἂν γενόμενα δουλεύειν τε τοῖς πρὸ
                                αὐτῶν τὰ ὕστερα, ταῦτα εἴ τις λέγοι, εἱμαρμένην ἕτερον τρόπον
                                εἰσάγων φανεῖται. διττοὺς δὲ ἄν <pb ed="org" n="230"/> τις θέμενος
                                καὶ τούτους οὐκ ἂν τοῦ ἀληθοῦς ἀποτυγχάνοι. οἱ μὲν γὰρ ἀφ̓ ἑνός
                                τινος τὰ πάντα ἀναρτῶσιν, οἱ δὲ οὐχ οὕτως. λεχθήσεται δὲ περὶ
                                τούτων. νῦν δὲ ἐπὶ τοὺς πρώτους ἰτέον τῷ λόγῳ: εἶτ̓ ἐφεξῆς τὰ τῶν
                                ἄλλων ἐπισκεπτέον. </p></div><div type="textpart" subtype="section" n="3"><p>σώμασι μὲν οὖν ἐπιτρέψαι τὰ πάντα εἴτε ἀτόμοις εἴτε τοῖς στοιχείοις
                                καλουμένοις καὶ τῇ ἐκ <pb n="1.218"/> τούτων ἀτάκτῳ φορᾷ τάξιν καὶ
                                λόγον καὶ ψυχὴν τὴν ἡγουμένην γεννᾶν ἀμφοτέρως μὲν ἄτοπον καὶ
                                ἀδύνατον, ἀδυνατώτερον δέ, εἰ οἷόν τε λέγειν, τὸ ἐξ ἀτόμων. καὶ περὶ
                                τούτων πολλοὶ εἴρηνται λόγοι ἀληθεῖς. εἰ δὲ δὴ καὶ θεῖτό τις
                                τοιαύτας ἀρχάς, οὐδ̓ οὕτως ἀναγκαῖον οὔτε τὴν κατὰ πάντων ἀνάγκην
                                οὔτε τὴν ἄλλως εἱμαρμένην ἕπεσθαι. φέρε γὰρ πρῶτον τὰς ἀτόμους
                                εἶναι. αὗται τοίνυν κινήσονται τὴν μὲν εἰς τὸ κάτω — ἔστω γάρ τι
                                κάτω — τὴν δ̓ ἐκ πλαγίων, ὅπῃ ἔτυχεν, ἄλλαι κατὰ ἄλλα. οὐδὲν δὴ
                                τακτῶς, τάξεώς γε οὐκ οὔσης, τὸ δὲ γενόμενον τοῦτο, ὅτε γέγονε,
                                πάντως. ὥστε οὔτε πρόρρησις οὔτε μαντικὴ τὸ παράπαν ἂν εἴη, οὔτε εἴ
                                τις ἐκ τέχνης — πῶς γὰρ ἐπὶ τοῖς ἀτάκτοις τέχνη; — οὔτε εἴ τις ἐξ
                                ἐνθουσιασμοῦ καὶ ἐπιπνοίας: δεῖ γὰρ καὶ ἐνταῦθα ὡρισμένον τὸ μέλλον
                                εἶναι. καὶ σώμασι μὲν ἔσται παρὰ τῶν ἀτόμων πάσχειν πληττομένοις,
                                ἅπερ ἂν ἐκεῖναι φέρωσιν, ἐξ ἀνάγκης: τὰ δὲ δὴ ψυχῆς ἔργα καὶ πάθη
                                τίσι κινήσεσι τῶν ἀτόμων ἀναθήσει τις; ποία γὰρ πληγὴ ἢ κάτω
                                φερομένης ἢ ὁπουοῦν προσκρουούσης ἐν λογισμοῖς τοιοῖσδε ἢ ὁρμαῖς
                                τοιαῖσδε, ἢ ὅλως ἐν λογισμοῖς ἢ ὁρμαῖς ἢ νοήσεσι, ποιήσει ἀναγκαίαις
                                εἶναι ἢ ὅλως εἶναι; ὅταν δὲ δὴ ἐναντιῶται ψυχὴ τοῖς τοῦ σώματος
                                παθήμασι; κατὰ ποίας δὲ φορὰς ἀτόμων ὁ μὲν γεωμετρικὸς
                                ἀναγκασθήσεται εἶναι, ὁ δὲ ἀριθμητικὴν καὶ ἀστρονομίαν ἐπισκέψεται,
                                ὁ δὲ σοφὸς ἔσται; ὅλως γὰρ τὸ ἡμέτερον ἔργον καὶ τὸ ζῴοις εἶναι
                                ἀπολεῖται φερομένων ᾗ τὰ σώματα ἄγει ὠθοῦντα ἡμᾶς ὥσπερ ἄψυχα
                                σώματα. τὰ αὐτὰ δὲ ταῦτα καὶ πρὸς τοὺς ἕτερα σώματα αἴτια τῶν πάντων
                                τιθεμένους καὶ ὅτι θερμαίνειν μὲν καὶ <pb n="1.219"/> ψύχειν ἡμᾶς
                                καὶ φθείρειν δὲ τὰ ἀσθενέστερα δύναται ταῦτα, ἔργον δὲ οὐδὲν τῶν ὅσα
                                ψυχὴ ἐργάζεται παρὰ τούτων ἂν γίνοιτο, ἀλλ̓ ἀφ̓ ἑτέρας δεῖ ταῦτα
                                ἀρχῆς ἰέναι. </p></div><div type="textpart" subtype="section" n="4"><p>ἀλλ̓ ἆρα μία τις ψυχὴ διὰ παντὸς διήκουσα περαίνει τὰ πάντα ἑκάστου
                                ταύτῃ κινουμένου ὡς μέρους, ᾗ τὸ ὅλον ἄγει, φερομένων δὲ ἐκεῖθεν τῶν
                                αἰτίων ἀκολουθεῖν ἀνάγκη τὴν τούτων ἐφεξῆς συνέχειαν καὶ συμπλοκὴν
                                εἱμαρμένην; οἷον εἰ φυτοῦ ἐκ ῥίζης τὴν ἀρχὴν ἔχοντος τὴν ἐντεῦθεν
                                ἐπὶ πάντα διήκουσαν αὐτοῦ τὰ μέρη καὶ πρὸς ἄλληλα συμπλοκὴν ποίησίν
                                τε καὶ πεῖσιν διοίκησιν μίαν <pb ed="org" n="231"/> καὶ οἷον
                                εἱμαρμένην τοῦ φυτοῦ τις εἶναι λέγοι. ἀλλὰ πρῶτον μὲν τοῦτο τὸ
                                σφοδρὸν τῆς ἀνάγκης καὶ τῆς τοιαύτης εἱμαρμένης αὐτὸ τοῦτο τὴν
                                εἱμαρμένην καὶ τῶν αἰτίων τὸν εἱρμὸν καὶ τὴν συμπλοκὴν ἀναιρεῖ. ὡς
                                γὰρ ἐν τοῖς ἡμετέροις μέρεσι κατὰ τὸ ἡγεμονοῦν κινουμένοις ἄλογον τὸ
                                καθ̓ εἱμαρμένην λέγειν κινεῖσθαι — οὐ γὰρ αλλο μὲν τὸ ἐνδεδωκὸς τὴν
                                κίνησιν, ἄλλο δὲ τὸ παραδεξάμενον καὶ παῤ αὐτοῦ τῇ ὁρμῇ κεχρημένον,
                                ἀλλ̓ ἐκεῖνό ἐστι πρῶτον τὸ κινῆσαν τὸ σκέλος — τὸν αὐτὸν τρόπον εἰ
                                καὶ ἐπὶ τοῦ παντὸς ἓν ἔσται τὸ πᾶν ποιοῦν καὶ πάσχον καὶ οὐκ ἄλλο
                                παῤ ἄλλου κατ̓ αἰτίας τὴν ἀναγωγὴν ἀεὶ ἐφ̓ ἕτερον ἐχούσας, οὐ δὴ
                                ἀληθὲς κατ̓ αἰτίας τὰ πάντα γίγνεσθαι, ἀλλ̓ ἓν ἔσται τὰ πάντα. ὥστε
                                οὔτε ἡμεῖς ἡμεῖς οὔτε τι ἡμέτερον ἔργον: οὐδὲ λογιζόμεθα αὐτοί, ἀλλ̓
                                ἑτέρου λογισμὸς τὰ ἡμέτερα βουλεύματα: οὐδὲ πράττομεν ἡμεῖς, ὥσπερ
                                οὐδὲ οἱ πόδες λακτίζουσιν, ἀλλ̓ ἡμεῖς διὰ μερῶν τῶν ἑαυτῶν. ἀλλὰ γὰρ
                                δεῖ καὶ ἕκαστον ἕκαστον εἶναι καὶ πράξεις ἡμετέρας <pb n="1.220"/>
                                καὶ διανοίας ὑπάρχειν καὶ τὰς ἑκάστου καλάς τε καὶ αἰσχρὰς πράξεις
                                παῤ ἑαυτοῦ ἑκάστου, ἀλλὰ μὴ τῷ παντὶ τὴν γοῦν τῶν αἰσχρῶν ποίησιν
                                ἀνατιθέναι. </p></div><div type="textpart" subtype="section" n="5"><p>ἀλλ̓ ἴσως μὲν οὐχ οὕτως ἕκαστα περαίνεται, ἡ δὲ φορὰ διοικοῦσα πάντα
                                καὶ ἡ τῶν ἄστρων κίνησις οὕτως ἕκαστα τίθησιν, ὡς ἂν πρὸς ἄλληλα
                                στάσεως ἔχῃ μεσουρανήσεσι καὶ ἀνατολαῖς, δύσεσί τε καὶ παραβολαῖς.
                                ἀπὸ τούτων γοῦν μαντευόμενοι προλέγουσι περί τε τῶν ἐν τῷ παντὶ
                                ἐσομένων περί τε ἑκάστου, ὅπως τε τύχης καὶ διανοίας οὐχ ἥκιστα
                                ἕξει. ὁρᾶν δὲ καὶ τὰ ἄλλα ζῷά τε καὶ φυτὰ ἀπὸ τῆς τούτων συμπαθείας
                                αὐξόμενά τε καὶ μειούμενα καὶ τὰ ἄλλα παῤ αὐτῶν πάσχοντα, τούς τε
                                τόπους τοὺς ἐπὶ γῆς διαφέροντας ἀλλήλων εἶναι κατά τε τὴν πρὸς τὸ
                                πᾶν σχέσιν καὶ προς ἥλιον μάλιστα: ἀκολουθεῖν δὲ τοῖς τόποις οὐ
                                μόνον τὰ ἄλλα φυτά τε καὶ ζῷα, ἀλλὰ καὶ ἀνθρώπων εἴδη τε καὶ μεγέθη
                                καὶ χρόας καὶ θυμοὺς καὶ ἐπιθυμίας ἐπιτηδεύματά τε καὶ ἤθη. κυρία
                                ἄρα ἡ τοῦ παντὸς πάντων φορά. πρὸς δὴ ταῦτα πρῶτον μὲν ἐκεῖνο
                                ῥητέον, ὅτι καὶ οὗτος ἕτερον τρόπον ἐκείνοις ἀνατίθησι τὰ ἡμέτερα,
                                βουλὰς καὶ πάθη, κακίας τε καὶ ὁρμάς, ἡμῖν δὲ οὐδὲν διδοὺς λίθοις
                                φερομένοις καταλείπει εἶναι, ἀλλ̓ οὐκ ἀνθρώποις ἔχουσι παῤ αὑτῶν καὶ
                                ἐκ τῆς αὑτῶν φύσεως ἔργον. ἀλλὰ χρὴ διδόναι μὲν τὸ ἡμέτερον ἡμῖν,
                                ἥκειν δὲ εἰς τὰ ἡμέτερα ἤδη ὄντα καὶ οἰκεῖα ἡμῶν ἀπὸ τοῦ παντὸς
                                ἄττα, καὶ διαιρούμενον, τίνα μὲν ἡμεῖς ἐργαζόμεθα, τίνα δὲ πάσχομεν
                                ἐξ ἀνάγκης, μὴ πάντα ἐκείνοις ἀνατιθέναι: καὶ ἰέναι μὲν παρὰ τῶν
                                τόπων <pb ed="org" n="232"/> καὶ τῆς διαφορᾶς τοῦ περιέχοντος εἰς
                                ἡμᾶς οἷον <pb n="1.221"/> θερμότητας ἢ ψύξεις ἐν τῇ κράσει, ἰέναι δὲ
                                καὶ παρὰ τῶν γονέων: τοῖς γοῦν γονεῦσιν ὅμοιοι καὶ τὰ εἴδη ὡς τὰ
                                πολλὰ καί τινα τῶν ἀλόγων τῆς ψυχῆς παθῶν. οὐ μὴν ἀλλὰ καὶ ὁμοίων
                                ὄντων τοῖς εἴδεσι παρὰ τοὺς τόπους ἔν γε τοῖς ἤθεσι πλείστη
                                παραλλαγὴ καὶ ἐν ταῖς διανοίαις ἐνορᾶται, ὡς ἂν ἀπ̓ ἄλλης ἀρχῆς τῶν
                                τοιούτων ἰόντων. αἵ τε πρὸς τὰς κράσεις τῶν σωμάτων καὶ τὰς
                                ἐπιθυμίας ἐναντιώσεις καὶ ἐνταῦθα πρεπόντως λέγοιντο ἄν. εἰ δ̓ ὅτι
                                εἰς τὴν τῶν ἄστρων σχέσιν ἰδόντες περὶ ἑκάστων λέγουσι τὰ γιγνόμενα,
                                παῤ ἐκείνων ποιεῖσθαι τεκμαίρονται, ὁμοίως ἂν καὶ οἱ ὄρνεις
                                ποιητικοὶ ὧν σημαίνουσιν εἶεν καὶ πάντα, εἰς ἃ βλέποντες οἱ μάντεις
                                προλέγουσιν. ἔτι δὲ καὶ ἐκ τῶνδε ἀκριβέστερον ἄν τις ἐπισκέψαιτο
                                περὶ τούτων. ἅ τις ἂν ἰδὼν εἰς τὴν τῶν ἄστρων σχέσιν, ἣν εἶχον ὅτε
                                ἕκαστος ἐγίνετο, προείπῃ, ταῦτά φασι καὶ γίνεσθαι παῤ αὐτῶν οὐ
                                σημαινόντων μόνον, ἀλλὰ καὶ ποιούντων. ὅταν τοίνυν περὶ εὐγενείας
                                λέγωσιν ὡς ἐξ ἐνδόξων τῶν πατέρων καὶ μητέρων, πῶς ἔνι ποιεῖσθαι
                                λέγειν ταῦτα, ἃ προυπάρχει περὶ τοὺς γονεῖς πρὶν σχέσιν γενέσθαι
                                ταύτην τῶν ἄστρων, ἀφ̓ ἧς προλέγουσι; καὶ μὴν καὶ γονέων τύχας ἀπὀ
                                τῶν παίδων τῆς γενέσεως καὶ παίδων διαθέσεις οἷαι ἔσονται καὶ
                                ὁποίαις συνέσονται τύχαις ἀπὸ τῶν πατέρων περὶ τῶν οὔπω γεγονότων
                                λέγουσι καὶ ἐξ ἀδελφῶν ἀδελφῶν θανάτους καὶ ἐκ γυναικῶν τὰ περὶ τοὺς
                                ἄνδρας ἀνάπαλίν τε ἐκ τούτων ἐκεῖνα. πῶς ἂν οὖν ἡ ἐπὶ ἑκάστου σχέσις
                                τῶν ἄστρων ποιοῖ, ἃ ἤδη ἐκ πατέρων οὕτως ἕξειν λέγεται; ἢ γὰρ ἐκεῖνα
                                τὰ πρότερα ἔσται τὰ ποιοῦντα, ἤ, εἰ μὴ ἐκεῖνα ποιεῖ, οὐδὲ ταῦτα. καὶ
                                μὴν <pb n="1.222"/> καὶ ἡ ὁμοιότης <del>ἡ</del> ἐν τοῖς εἴδεσι πρὸς
                                τοὺς γονέας οἴκοθέν φασι καὶ κάλλος καὶ αἶσχος ἰέναι, ἀλλ̓ οὐ παρὰ
                                φορᾶς ἄστρων. εὔλογόν τε κατὰ τοὺς αὐτοὺς χρόνους καὶ ἄλλα ἅμα ζῷά
                                τε παντοδαπὰ καὶ ἀνθρώπους ἅμα γίνεσθαι: οἷς ἅπασιν ἐχρῆν τὰ αὐτὰ
                                εἶναι, οἷς ἡ αὐτὴ σχέσις. πῶς οὖν ἅμα μὲν ἀνθρώπους, ἅμα δὲ τὰ ἄλλα
                                διὰ τῶν <del>αὐτῶν</del> σχημάτων; </p></div><div type="textpart" subtype="section" n="6"><p>ἀλλὰ γὰρ γίγνεται μὲν ἕκαστα κατὰ τὰς αὐτῶν φύσεις, ἵππος μέν, ὅτι ἐξ
                                ἵππου, καὶ ἄνθρωπος, ὅτι ἐξ ἀνθρώπου, καὶ τοιόσδε, ὅτι ἐκ τοιοῦδε:
                                ἔστω δὲ συνεργὸς καὶ ἡ τοῦ παντὸς φορὰ συγχωροῦσα τὸ πολὺ τοῖς
                                γινομένοις: ἔστωσαν δὲ πρὸς τὰ τοῦ σώματος πολλὰ σωματικῶς διδόντες,
                                θερμότητας καὶ ψύξεις καὶ σωμάτων κράσεις ἐπακολουθούσας. πῶς οὖν τὰ
                                ἤθη καὶ τὰ ἐπιτηδεύματα καὶ μάλιστα ὅσα οὐ δοκεῖ κράσει σωμάτων
                                δουλεύειν, οἷον γραμματικός τις καὶ γεωμετρικὸς καὶ κυβευτικὸς καὶ
                                τῶνδέ τις εὑρετής; πονηρία δὲ ἤθους παῤ <pb ed="org" n="233"/>
                                <del>ἀστέρων</del> θεῶν ὄντων πῶς ἂν δοθείη; καὶ ὅλως ὅσα λέγονται
                                διδόναι κακὰ κακούμενοι, ὅτι δύνουσι καὶ ὅτι ὑπὸ γῆν φέρονται, ὥσπερ
                                διάφορόν τι πασχόντων, εἰ πρὸς ἡμᾶς δύνοιεν, ἀλλ̓ οὐκ ἀεὶ ἐπὶ
                                σφαίρας οὐρανίας φερομένων καὶ πρὸς τὴν γῆν τὴν αὐτὴν ἐχόντων
                                σχέσιν. οὐδὲ λεκτέον, ὡς ἄλλος ἄλλον ἰδὼν τῶν θεῶν κατ̓ ἄλλην καὶ
                                ἄλλην στάσιν χείρων ἢ κρείττων γίνεται: ὥστε εὐπαθοῦντας μὲν ἡμᾶς εὖ
                                ποιεῖν, κακοῦν δέ, εἰ τἀναντία: ἀλλὰ μᾶλλον, ὡς φέρεται μὲν ταῦτα
                                ἐπὶ σωτηρίᾳ τῶν ὅλων, παρέχεται δὲ καὶ ἄλλην χρείαν τὴν τοῦ εἰς αὐτὰ
                                ὥσπερ γράμματα βλέποντας τοὺς τὴν τοιαύτην γραμματικὴν εἰδότας
                                ἀναγινώσκειν τὰ μέλλοντα <pb n="1.223"/> ἐκ τῶν σχημάτων κατὰ τὸ
                                ἀνάλογον μεθοδεύοντας τὸ σημαινόμενον: ὥσπερ εἴ τις λέγοι, ἐπειδὴ
                                ὑψηλὸς ὁ ὄρνις, σημαίνειν ὑψηλάς τινας πράξεις. </p></div><div type="textpart" subtype="section" n="7"><p>λοιπὸν δὲ ἰδεῖν τὴν ἐπιπλέκουσαν καὶ οἷον συνείρουσαν ἀλλήλοις πάντα
                                καὶ τό πως ἐφ̓ ἑκάστου ἐπιφέρουσαν ἀρχὴν τιθεμένην μίαν, ἀφ̓ ἧς
                                πάντα κατὰ λόγους σπερματικοὺς περαίνεται. ἔστι μὲν οὖν καὶ αὕτη ἡ
                                δόξα ἐγγὺς ἐκείνης τῆς πᾶσαν καὶ σχέσιν καὶ κίνησιν ἡμετέραν τε καὶ
                                πᾶσαν <del>πάντων</del> ἐκ τῆς τῶν ὅλων ψυχῆς ἥκειν λεγούσης, εἰ καὶ
                                βούλεταί τι ἡμῖν καὶ ἑκάστοις χαρίζεσθαι εἰς τὸ παῤ ἡμῶν ποιεῖν τι.
                                ἔχει μέντοι τὴν πάντως πάντων ἀνάγκην, καὶ πάντων εἰλημμένων τῶν
                                αἰτίων οὐκ ἔστιν ἕκαστον μὴ οὐ γίγνεσθαι: οὐδὲν γὰρ ἔτι τὸ κωλῦσον ἢ
                                ἄλλως γενέσθαι ποιῆσον, εἰ πάντα εἴληπται ἐν τῇ εἱμαρμένῃ. τοιαῦτα
                                δὲ ὄντα ὡς ἀπὸ μιᾶς ἀρχῆς ὡρμημένα ἡμῖν οὐδὲν καταλείψει, ἢ φέρεσθαι
                                ὅπῃ ἂν ἐκεῖνα ὠθῇ. αἵ τε γὰρ φαντασίαι τοῖς προηγησαμένοις αἵ τε
                                ὁρμαὶ κατὰ ταύτας ἔσονται, ὄνομά τε μόνον τὸ ἐφ̓ ἡμῖν ἔσται: οὐ γὰρ
                                ὅτι ὁρμῶμεν ἡμεῖς, ταύτῃ τι πλέον ἔσται τῆς ὁρμῆς κατ̓ ἐκεῖνα
                                γενομένης: τοιοῦτόν τε τὸ ἡμέτερον ἔσται, οἷον καὶ τὸ τῶν ἄλλων ζῴων
                                καὶ τὸ τῶν νηπίων καθ̓ ὁρμὰς τυφλὰς ἰόντων καὶ τὸ τῶν μαινομένων:
                                ὁρμῶσι γὰρ καὶ οὗτοι: καὶ νὴ Δία αἱ πυρὸς ὁρμαὶ καὶ πάντων ὅσα
                                δουλεύοντα τῇ αὑτῶν κατασκευῇ φέρεται κατὰ ταύτην. τοῦτο δὲ καὶ
                                πάντες ὁρῶντες οὐκ ἀμφισβητοῦσιν, ἀλλὰ τῆς ὁρμῆς ταύτης ἄλλας αἰτίας
                                ζητοῦντες οὐχ ἵστανται ὡς ἐπ̓ ἀρχῆς ταύτης. </p></div><div type="textpart" subtype="section" n="8"><p>τίς οὖν ἄλλη αἰτία παρὰ ταύτας ἐπελθοῦσα ἀναίτιόν τε οὐδὲν καταλείψει
                                ἀκολουθίαν τε τηρήσει <pb n="1.224"/> καὶ τάξιν ἡμᾶς τέ τι εἶναι
                                συγχωρήσει προρρήσεις τε καὶ μαντείας οὐκ ἀναιρήσει; ψυχὴν δὴ δεῖ
                                ἀρχὴν οὖσαν ἄλλην ἐπεισφέροντας εἰς τὰ ὄντα, οὐ μόνον τὴν τοῦ
                                παντός, ἀλλὰ καὶ τὴν ἑκάστου μετὰ ταύτης, ὡς ἀρχῆς οὐ σμικρᾶς οὔσης,
                                πλέκειν τὰ πάντα, οὐ γιγνομένης καὶ αὐτῆς, ὥσπερ τὰ ἄλλα, ἐκ
                                σπερμάτων, ἀλλὰ πρωτουργοῦ αἰτίας οὔσης. ἄνευ μὲν οὖν σώματος οὖσα
                                κυριωτάτη τε αὑτῆς <pb ed="org" n="234"/> καὶ ἐλευθέρα καὶ κοσμικῆς
                                αἰτίας ἔξω: ἐνεχθεῖσα δὲ εἰς σῶμα οὐκέτι πάντα κυρία, ὡς ἂν μεθ̓
                                ἑτέρων ταχθεῖσα. τύχαι δὲ τὰ κύκλῳ πάντα, οἷς συνέπεσεν ἐλθοῦσα εἰς
                                μέσον, τὰ πολλὰ ἤγαγον, ὥστε τὰ μὲν ποιεῖν διὰ ταῦτα, τὰ δὲ
                                κρατοῦσαν αὐτὴν ταῦτα ὅπῃ ἐθέλει ἄγειν. πλείω δὲ κρατεῖ ἡ ἀμείνων,
                                ἐλάττω δὲ ἡ χείρων. ἡ γὰρ κράσει σώματός τι ἐνδιδοῦσα ἐπιθυμεῖν ἢ
                                ὀργίζεσθαι ἠνάγκασται ἢ πενίαις ταπεινὴ ἢ πλούτοις χαῦνος ἢ δυνάμεσι
                                τύραννος. ἡ δὲ καὶ ἐν τοῖς αὐτοῖς τούτοις ἀντέσχεν, ἡ ἀγαθὴ τὴν
                                φύσιν, καὶ ἠλλοίωσεν αὐτὰ μᾶλλον ἢ ἠλλοιώθη, ὥστε τὰ μὲν ἑτεροιῶσαι,
                                τοῖς δὲ συγχωρῆσαι μὴ μετὰ κάκης. </p></div><div type="textpart" subtype="section" n="9"><p>ἀναγκαῖα μὲν οὖν ταῦτα, ὅσα προαιρέσει καὶ τύχαις κραθέντα γίνεται:
                                τί γὰρ ἂν ἔτι καὶ ἄλλο εἴη; πάντων δὲ ληφθέντων τῶν αἰτίων πάντα
                                πάντως γίνεται: ἐν τοῖς ἔξωθεν δὲ καὶ εἴ τι ἐκ τῆς φορᾶς
                                συντελεῖται. ὅταν μὲν οὖν ἀλλοιωθεῖσα παρὰ τῶν ἔξω ψυχὴ πράττῃ τι
                                καὶ ὁρμᾷ οἷον τυφλῇ τῇ φορᾷ χρωμένη, οὐχὶ ἑκούσιον τὴν πρᾶξιν οὐδὲ
                                τὴν διάθεσιν λεκτέον: καὶ ὅταν αὐτὴ παῤ αὑτῆς χείρων οὖσα οὐκ ὀρθαῖς
                                πανταχοῦ οὐδὲ ἡγεμονούσαις ταῖς ὁρμαῖς ᾖ χρωμένη. λόγον δὲ ὅταν
                                ἡγεμόνα καθαρὸν καὶ ἀπαθῆ τὸν οἰκεῖον <pb n="1.225"/> ἔχουσα ὁρμᾷ,
                                ταύτην μόνην τὴν ὁρμὴν φατέον εἶναι ἐφ̓ ἡμῖν καὶ ἑκούσιον, καὶ τοῦτο
                                εἶναι τὸ ἡμέτερον ἔργον, ὃ μὴ ἄλλοθεν ἦλθεν, ἀλλ̓ ἔνδοθεν ἀπὸ
                                καθαρᾶς τῆς ψυχῆς, ἀπ̓ ἀρχῆς πρώτης ἡγουμένης καὶ κυρίας, ἀλλ̓ οὐ
                                πλάνην ἐξ ἀγνοίας παθούσης ἢ ἧτταν ἐκ βίας ἐπιθυμιῶν, αἳ
                                προσελθοῦσαι ἄγουσι καὶ ἕλκουσι καὶ οὐκέτι ἔργα ἐῶσιν εἶναι, ἀλλὰ
                                παθήματα παῤ ἡμῶν. </p></div><div type="textpart" subtype="section" n="10"><p>τέλος δή φησιν ὁ λόγος πάντα μὲν σημαίνεσθαι καὶ γίγνεσθαι κατ̓
                                αἰτίας μέν, διττὰς δὲ ταύτας: καὶ τὰ μὲν ὑπὸ ψυχῆς, τὰ δὲ δἰ ἄλλας
                                αἰτίας τὰς κύκλῳ. πραττούσας δὲ ψυχὰς ὅσα πράττουσι κατὰ μὲν λόγον
                                ποιούσας ὀρθὸν παῤ αὑτῶν πράττειν ὅσα πράττουσι, τὰ δὲ ἄλλα
                                ἐμποδιζομένας τὰ αὑτῶν πράττειν, πάσχειν τε μᾶλλον ἢ πράττειν. ὥστε
                                τοῦ μὲν μὴ φρονεῖν ἄλλα αἴτια εἶναι: καὶ ταῦτα ἴσως ὀρθὸν καθ̓
                                εἱμαρμένην λέγειν πράττειν, οἷς γε καὶ δοκεῖ ἔξωθεν τὴν εἱμαρμένην
                                αἴτιον εἶναι: τὰ δὲ ἄριστα παῤ ἡμῶν. ταύτης γὰρ καὶ <del>ἡμεῖς</del>
                                τῆς φύσεως ἐσμέν, ὅταν μόνοι ὦμεν: καὶ τούς γε σπουδαίους καὶ ἐπ̓
                                αὐτοῖς τὰ καλὰ πράττειν, τοὺς δὲ ἄλλους, καθ̓ ὅσον ἄν ἀναπνεύσωσι
                                συγχωρηθέντες τὰ καλὰ πράττειν, οὐκ ἄλλοθεν λαβόντας τὸ φρονεῖν,
                                ὅταν φρονῶσι, μόνον δὲ οὐ κωλυθέντας. </p></div></div><div type="textpart" subtype="chapter" n="2"><head>ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΠΡΩΤΟΝ.</head><div type="textpart" subtype="section" n="1"><p>Τὸ μὲν τῷ αὐτομάτῳ καὶ τύχῃ διδόναι τοῦδε <pb ed="org" n="254"/> τοῦ
                                παντὸς τὴν οὐσίαν καὶ σύστασιν ὡς ἄλογον <pb n="1.226"/> καὶ ἀνδρὸς
                                οὔτε νοῦν οὔτε αἴσθησιν κεκτημένου, δῆλόν που καὶ πρὸ λόγου καὶ
                                πολλοὶ ἱκανοὶ καταβέβληνται δεικνύντες τοῦτο λόγοι: τὸ δὲ τίς ὁ
                                τρόπος τοῦ ταῦτα γίνεσθαι ἕκαστα καὶ πεποιῆσθαι, ἐξ ὧν καὶ ἐνίων ὡς
                                οὐκ ὀρθῶς γινομένων ἀπορεῖν περὶ τῆς τοῦ παντὸς προνοίας συμβαίνει,
                                καὶ τοῖς μὲν ἐπῆλθε μηδὲ εἶναι εἰπεῖν, τοῖς δὲ ὡς ὑπὸ κακοῦ
                                δημιουργοῦ ἐστι γεγενημένος <del>ὁ κόσμος</del>, ἐπισκέψασθαι
                                προσήκει ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸν λόγον λαβόντας. πρόνοιαν τοίνυν τὴν
                                μὲν ἐφ̓ ἑκάστῳ, ἥ ἐστι λόγος πρὸ ἔργου ὅπως δεῖ γενέσθαι ἢ μὴ
                                γενέσθαι τι τῶν δεόντων πραχθῆναι ἢ ὅπως τι εἴη ἢ μὴ εἴη ἡμῖν,
                                ἀφείσθω: ἣν δὲ τοῦ παντὸς λέγομεν πρόνοιαν εἶναι, ταύτην ὑποθέμενοι
                                τὰ ἑξῆς συνάπτωμεν. εἰ μὲν οὖν ἀπό τινος χρόνου πρότερον οὐκ ὄντα
                                τὸν κόσμον ἐλέγομεν γεγονέναι, τὴν <pb ed="org" n="255"/> αὐτὴν ἂν
                                τῷ λόγῳ ἐτιθέμεθα, οἵαν καὶ ἐπὶ τοῖς κατὰ μέρος ἐλέγομεν εἶναι,
                                προόρασίν τινα καὶ λογισμὸν θεοῦ, ὡς ἂν γένοιτο τόδε τὸ πᾶν, καὶ ὡς
                                ἂν ἄριστα κατὰ τὸ δυνατὸν εἴη. ἐπεὶ δὲ τὸ ἀεὶ καὶ τὸ οὔποτε μὴ τῷ
                                κόσμῳ τῷδέ φαμεν παρεῖναι, τὴν πρόνοιαν ὀρθῶς ἂν καὶ ἀκολούθως
                                λέγοιμεν τῷ παντὶ εἶναι τὸ κατὰ νοῦν αὐτὸ εἶναι, καὶ νοῦν πρὸ αὐτοῦ
                                εἶναι οὐχ ὡς χρόνῳ πρότερον ὄντα, ἀλλ̓ ὅτι παρὰ νοῦ ἐστι καὶ φύσει
                                πρότερος ἐκεῖνος καὶ αἴτιος τούτου ἀρχέτυπον οἷον καὶ παράδειγμα
                                εἰκόνος τούτου ὄντος καὶ δἰ ἐκεῖνον ὄντος καὶ ὑποστάντος ἀεί, τόνδε
                                τὸν τρόπον: ἡ τοῦ νοῦ καὶ τοῦ ὄντος φύσις κόσμος ἐστὶν ὁ ἀληθινὸς
                                καὶ πρῶτος, οὐ διαστὰς ἀφ̓ ἑαυτοῦ οὐδὲ ἀσθενὴς τῷ μερισμῷ οὐδὲ
                                ἐλλιπὴς οὐδὲ τοῖς μέρεσι γενόμενος ἅτε ἑκάστου μὴ ἀποσπασθέντος τοῦ
                                ὅλου: ἀλλ̓ ἡ <pb n="1.227"/> πᾶσα ζωὴ αὐτοῦ καὶ πᾶς νοῦς ἐν ἑνὶ ζῶσα
                                καὶ νοοῦσα ὁμοῦ καὶ τὸ μέρος παρέχεται ὅλον καὶ πᾶν αὐτῷ φίλον οὐ
                                χωρισθὲν ἄλλο ἀπ̓ ἄλλου οὐδὲ ἕτερον γεγενημένον μόνον καὶ τῶν ἄλλων
                                ἀπεξενωμένον: ὅθεν οὐδὲ ἀδικεῖ ἄλλο ἄλλο οὐδ̓ ἂν ᾖ ἐναντίον.
                                πανταχοῦ δὲ ὂν ἓν καὶ τέλειον ὁπουοῦν ἕστηκέ τε καὶ ἀλλοίωσιν οὐκ
                                ἔχει: οὐδὲ γὰρ ποιεῖ ἄλλο εἰς ἄλλο. τίνος γὰρ ἂν ἕνεκα ποιοῖ
                                ἐλλεῖπον οὐδενί; τί δ̓ ἂν λόγος λόγον ἐργάσαιτο ἢ νοῦς νοῦν ἄλλον;
                                ἀλλὰ τὸ δἰ αὑτοῦ δύνασθαί τι ποιεῖν ἦν ἄρα οὐκ εὖ ἔχοντος πάντη,
                                ἀλλὰ ταύτῃ ποιοῦντος καὶ κινουμένου, καθ̓ ὅ τι καὶ χεῖρόν ἐστι: τοῖς
                                δὲ πάντη μακαρίοις ἐν αὑτοῖς ἑστάναι καὶ τοῦτο εἶναι, ὅπερ εἰσί,
                                μόνον ἀρκεῖ, τὸ δὲ πολυπραγμονεῖν οὐκ ἀσφαλὲς ἑαυτοὺς ἐξ αὑτῶν
                                παρακινοῦσιν. ἀλλὰ γὰρ οὕτω μακάριον κἀκεῖνο, ὡς ἐν τῷ μὴ ποιεῖν
                                μεγάλα αὖ ἐργάζεσθαι, καὶ ἐν τῷ ἐφ̓ ἑαυτοῦ μένειν οὐ σμικρὰ ποιεῖν.
                            </p></div><div type="textpart" subtype="section" n="2"><p>ὑφίσταται γοῦν ἐκ τοῦ κόσμου τοῦ ἀληθινοῦ ἐκείνου καὶ ἑνὸς κόσμος
                                οὗτος οὐχ εἷς ἀληθῶς: πολυς γοῦν καὶ εἰς πλῆθος μεμερισμένος καὶ
                                ἄλλο ἀπ̓ ἄλλου ἀφεστηκὸς καὶ ἀλλότριον γεγενημένον καὶ οὐκέτι φιλία
                                μόνον, ἀλλὰ καὶ ἔχθρα τῇ διαστάσει καὶ ἐν τῇ ἐλλείψει ἐξ ἀνάγκης
                                πολέμιον ἄλλο ἄλλῳ. οὐ γὰρ ἀρκεῖ αὑτῷ το μέρος, ἀλλὰ σωζόμενον τῷ
                                ἄλλῳ πολέμιόν ἐστιν ὑφ̓ οὗ σώζεται: γέγονε δὲ οὐ λογισμῷ τοῦ δεῖν
                                γενέσθαι, ἀλλὰ φύσεως δευτέρας ἀνάγκῃ: οὐ γὰρ ἦν τοιοῦτον ἐκεῖνο
                                οἷον ἔσχατον εἶναι τῶν ὄντων. πρῶτον γὰρ ἦν καὶ πολλὴν δύναμιν ἔχον
                                καὶ πᾶσαν: καὶ ταύτην τοίνυν τὴν τοῦ ποιεῖν ἄλλο ἄνευ τοῦ ζητεῖν
                                ποιῆσαι. ἤδη γὰρ ἂν αὐτόθεν οὐκ εἶχεν, εἰ ἐζήτει, <pb n="1.228"/>
                                οὐδ̓ ἂν ἦν ἐκ τῆς αὐτοῦ οὐσίας, ἀλλ̓ ἦν οἷον τεχνίτης ἀφ̓ αὑτοῦ τὸ
                                ποιεῖν οὐκ ἔχων, ἀλλ̓ ἐπακτόν, <pb ed="org" n="256"/> ἐκ τοῦ μαθεῖν
                                λαβὼν τοῦτο. νοῦς τοίνυν δούς τι ἑαυτοῦ εἰς ὕλην ἀτρεμὴς καὶ ἥσυχος
                                τὰ πάντα εἰργάζετο: τοῦτο δὲ λόγος ἐκ νοῦ ῥυείς. τὸ γὰρ ἀπορρέον ἐκ
                                νοῦ λόγος, καὶ ἀεὶ ἀπορρεῖ, ἕως ἂν ᾖ παρὼν ἐν τοῖς οὖσι νοῦς. ὥσπερ
                                δὲ ἐν λόγῳ τῷ ἐν τῷ σπέρματι ὁμοῦ πάντων καὶ ἐν τῷ αὐτῷ ὄντων καὶ
                                οὐδενὸς οὐδενὶ μαχομένου οὐδὲ διαφερομένου οὐδὲ ἐμποδίου ὄντος,
                                γίνεταί τι ἤδη ἐν ὄγκῳ καὶ ἄλλο μέρος ἀλλαχοῦ καὶ δὴ καὶ ἐμποδίσειεν
                                ἂν ἕτερον ἑτέρῳ καὶ ἀπαναλώσειεν ἄλλο ἄλλο, οὕτω δὴ καὶ ἐξ ἑνὸς νοῦ
                                καὶ τοῦ ἀπ̓ αὐτοῦ λόγου ἀνέστη τόδε τὸ πᾶν καὶ διέστη καὶ ἐξ ἀνάγκης
                                τὰ μὲν ἐγένετο φίλα καὶ προσηνῆ, τὰ δὲ ἐχθρὰ καὶ πολέμια, καὶ τὰ μὲν
                                ἑκόντα, τὰ δὲ καὶ ἄκοντα ἀλλήλοις ἐλυμήνατο καὶ φθειρόμενα θάτερα
                                γένεσιν ἀλλήλοις εἰργάσατο καὶ μίαν ἐφ̓ αὑτοῖς τοιαῦτα ποιοῦσι καὶ
                                πάσχουσιν ὅμως ἁρμονίαν ἐνεστήσατο φθεγγομένων μὲν ἑκάστων τὰ αὑτῶν,
                                τοῦ δὲ λόγου ἐπ̓ αὐτοῖς τὴν ἁρμονίαν καὶ μίαν τὴν σύνταξιν εἰς τὰ
                                ὅλα ποιουμένου. ἔστι γὰρ τὸ πᾶν τόδε οὐχ ὥσπερ ἐκεῖ νοῦς καὶ λόγος,
                                ἀλλὰ μετέχον νοῦ καὶ λόγου. διὸ καὶ ἐδεήθη ἁρμονίας συνελθόντος νοῦ
                                καὶ ἀνάγκης, τῆς μὲν πρὸς τὸ χεῖρον ἑλκούσης καὶ εἰς ἀλογίαν
                                φερούσης ἅτε οὔσης ἀλόγου, ἄρχοντος δὲ νοῦ ὅμως ἀνάγκης. ὁ μὲν γὰρ
                                νοητὸς μόνον λόγος, καὶ οὐκ ἂν γένοιτο ἄλλος μόνον λόγος: εἰ δέ τι
                                ἐγένετο ἄλλο, ἔδει ἔλαττον ἐκείνου καὶ μὴ λόγον, μηδ̓ αὖ ὕλην εἶναι:
                                ἄκοσμον γάρ: μικτὸν ἄρα. καὶ εἰς ἃ μὲν λήγει ὕλη καὶ λόγος, ὅθεν δὲ
                                ἄρχεται ψυχὴ ἐφεστῶσα τῷ μεμιγμένῳ, ἣν οὐ κακοπαθεῖν δεῖ <pb n="1.229"/> νομίζειν ῥᾷστα διοικοῦσαν τόδε τὸ πᾶν τῇ οἷον
                                παρουσίᾳ. </p></div><div type="textpart" subtype="section" n="3"><p>καὶ οὐκ ἄν τις εἰκότως οὐδὲ τούτῳ μέμψαιτο ὡς οὐ καλῷ ἢ τῶν μετὰ
                                σώματος οὐκ ἀρίστῳ, οὐδ̓ αὖ τὸν αἴτιον τοῦ εἶναι αὐτῷ αἰτιάσαιτο
                                πρῶτον μὲν ἐξ ἀνάγκης ὄντος αὐτοῦ καὶ οὐκ ἐκ λογισμοῦ γενομένου,
                                ἀλλὰ φύσεως ἀμείνονος γεννώσης κατὰ φύσιν ὅμοιον ἑαυτῇ: ἔπειτα οὐδ̓
                                εἰ λογισμὸς εἴη ὁ ποιήσας, αἰσχυνεῖται τῷ ποιηθέντι: ὅλον γάρ τι
                                ἐποίησε πάγκαλον καὶ αὔταρκες καὶ φίλον αὑτῷ καὶ τοῖς μέρεσι τοῖς
                                αὑτοῦ τοῖς τε κυριωτέροις καὶ τοῖς ἐλάττοσιν ὡς αὑτῷ προσφόροις. ὁ
                                τοίνυν ἐκ τῶν μερῶν τὸ ὅλον αἰτιώμενος ἄτοπος ἂν εἴη τῆς αἰτίας: τά
                                τε γὰρ μέρη πρὸς αὐτὸ τὸ ὅλον δεῖ σκοπεῖν, εἰ σύμφωνα καὶ ἁρμόττοντα
                                ἐκείνῳ, τό τε ὅλον σκοπούμενον μὴ πρὸς μέρη ἄττα σμικρὰ βλέπειν.
                                τοῦτο γὰρ οὐ τὸν κόσμον αἰτιωμένου, ἀλλά τινα τῶν αὐτοῦ χωρὶς
                                λαβόντος, οἷον εἰ παντὸς ζῴου τρίχα ἢ τῶν χαμαὶ δάκτυλον ἀμελήσας
                                τὸν πάντα ἄνθρωπον, δαιμονίαν τινὰ ὄψιν, βλέποι, ἢ <pb ed="org" n="257"/> νὴ Δία τὰ ἄλλα ζῷα ἀφεὶς τὸ εὐτελέστατον λαμβάνοι, ἢ
                                τὸ ὅλον γένος παρείς, οἷον τὸ ἀνθρώπου, Θερσίτην εἰς μέσον ἄγοι.
                                ἐπεὶ οὖν τὸ γενόμενον ὁ κόσμος ἐστὶν ὁ σύμπας, τοῦτον θεωρῶν τάχ̓ ἂν
                                ἀκούσαις παῤ αὐτοῦ, ὡς ἐμὲ πεποίηκε θεὸς κἀγὼ ἐκεῖθεν ἐγενόμην
                                τέλειος ἐκ πάντων ζῴων καὶ ἱκανὸς ἐμαυτῷ καὶ αὐτάρκης οὐδενὸς
                                δεόμενος, ὅτι πάντα ἐν ἐμοὶ καὶ φυτὰ καὶ ζῷα καὶ συμπάντων τῶν
                                γεννητῶν φύσις καὶ θεοὶ πολλοὶ καὶ δαιμόνων δῆμοι καὶ ψυχαὶ ἀγαθαὶ
                                καὶ ἄνθρωποι ἀρετῇ εὐδαίμονες. οὐ γὰρ δὴ γῆ μὲν κεκόσμηται φυτοῖς τε
                                πᾶσι καὶ ζῴοις παντοδαποῖς καὶ μέχρι θαλάττης ψυχῆς ἦλθε <pb n="1.230"/> δύναμις, ἀὴρ δὲ πᾶς καὶ αἰθὴρ καὶ οὐρανὸς σύμπας
                                ψυχῆς ἄμοιρος, ἀλλ̓ ἐκεῖ ψυχαὶ ἀγαθαὶ πᾶσαι, ἄστροις ζῆν διδοῦσαι
                                καὶ τῇ εὐτάκτῳ οὐρανοῦ καὶ ἀιδίῳ περιφορᾷ νοῦ μιμήσει κύκλῳ φερομένῃ
                                ἐμφρόνως περὶ ταὐτὸν ἀεί: οὐδὲν γὰρ ἔξω ζητεῖ. πάντα δὲ τὰ ἐν ἐμοὶ
                                ἐφίεται μὲν τοῦ ἀγαθοῦ, τυγχάνει δὲ κατὰ δύναμιν τὴν ἑαυτῶν ἕκαστα:
                                ἐξήρτηται γὰρ πᾶς μὲν οὐρανὸς ἐκείνου, πᾶσα δὲ ἐμὴ ψυχὴ καὶ οἱ ἐν
                                μέρεσιν ἐμοῖς θεοί, καὶ τὰ ζῷα δὲ πάντα καὶ τὰ φυτὰ καὶ εἴ τι ἄψυχον
                                δοκεῖ εἶναι ἐν ἐμοί. καὶ τὰ μὲν τοῦ εἶναι μετέχειν δοκεῖ μόνον, τὰ
                                δὲ τοῦ ζῆν, τὰ δὲ μᾶλλον ἐν τῷ αἰσθάνεσθαι, τὰ δὲ ἤδη λόγον ἔχει, τὰ
                                δὲ πᾶσαν ζωήν. οὐ γὰρ τὰ ἴσα ἀπαιτεῖν δεῖ τοῖς μὴ ἴσοις: οὐδὲ γὰρ
                                δακτύλων τὸ βλέπειν, ἀλλὰ ὀφθαλμῶν τοῦτο, δακτύλου δὲ ἄλλο, τὸ εἶναι
                                οἶμαι δακτύλῳ καὶ τὸ αὑτοῦ ἔχειν. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>