<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1805.tlg006.1st1K-grc1:1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1805.tlg006.1st1K-grc1:1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg006.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg006.1st1K-grc1" n="1"><p rend="indent"><pb facs="homeriopera05home_0266"/>Τὸ μὲν ἄντικρυς εἰπεῖν διισχυρισάμενον τήνδε τινὰ σαφῶς εἶναι τὴν Ὁμήρου γένεσιν ἢ πόλιν χαλεπόν, μᾶλλον δὲ ἀδύνατον εἶναι νομίζω· ἀναγκαῖον δὲ καταριθμῆσαι τὰς ἀντιποιουμένας τῆς γενέσεως αὐτοῦ πόλεις, τό τε γένος ἐξειπεῖν τὸ ἀμφισβητήσιμον τοῦ ποιητοῦ. Ἀναξιμένης <foreign xml:lang="lat">(Scrr. rer. Alex. magn. p. 39 fr. 20)</foreign> μὲν οὖν καὶ Δαμάστης <foreign xml:lang="lat">(F. H. G. ii. 66 fr. 10)</foreign> καὶ Πίνδαρος ὁ μελοιποιὸς <foreign xml:lang="lat">(fr. 264)</foreign> Χῖον αὐτὸν ἀποφαίνονται καὶ Θεόκριτος ἐν τοῖς ἐπιγράμμασιν. ὁ δὲ Δαμάστης καὶ δέκατον αὐτὸν ἀπὸ Μουσαίου <pb facs="homeriopera05home_0267"/> φησὶ γεγονέναι· Ἱππίας δʼ αὖ <foreign xml:lang="lat">(F. H. G. ii. 62 fr. 8)</foreign> καὶ Ἔφορος <foreign xml:lang="lat">(fr. 164)</foreign> Κυμαῖον· ὁ δʼ Ἔφορος καὶ εἰς Χαρίφημον ἀνάγει τὸ γένος αὐτοῦ, ὁ δὲ Χαρίφημος οὗτος Κύμην ᾤκησε· Τιμόμαχος <foreign xml:lang="lat">(F. H. G. iv. 522)</foreign> δὲ καὶ Ἀριστοτέλης <foreign xml:lang="lat">(fr. 66 R.)</foreign> ἐξ Ἴου τῆς νήσου. κατὰ δʼ Ἀντίμαχον <foreign xml:lang="lat">(F. H. G. ii. 58 fr. 18)</foreign> Κολοφώνιος, κατὰ δὲ Στησίμβροτον τὸν Θάσιον <foreign xml:lang="lat">(F. H. G. ii. 58 fr. 18)</foreign> Σμυρναῖος, κατὰ Φιλόχορον <foreign xml:lang="lat">(fr. 54 C)</foreign> δʼ Ἀργεῖος, κατὰ Καλλικλέα δὲ τῆς ἐν Κύπρῳ Σαλαμῖνος. Ἀριστόδημος δʼ ὁ Νυσαεὺς <foreign xml:lang="lat">(F. H. G. iii. 307)</foreign> Ῥωμαῖον αὐτὸν ἀποδείκνυσιν ἔκ τινων ἐθῶν παρὰ Ῥωμαίοις μόνον γινομένων, τοῦτο μὲν ἐκ τῆς τῶν πεσσῶν παιδιᾶς, τοῦτο δὲ ἐκ τοῦ ἐπανίστασθαι τῶν θάκων τοὺς ἥσσονας τῶν βελτίστων ἑκόντας, ἃ καὶ νῦν ἔτι φυλάσσεται παρὰ Ῥωμαίοις ἔθη. ἄλλοι δʼ Αἰγύπτιον αὐτὸν εἶπον διὰ τὸ <sic>ἠ</sic> παράγειν τοὺς ἥρωας ἐκ στόματος ἀλλήλους φιλοῦντας, ὅπερ ἐστὶν ἔθος τοῖς Αἰγυπτίοις ποιεῖν. πατρὸς δὲ κατὰ μὲν Στησίμβροτόν <foreign xml:lang="lat">(deest F. H. G. ii. 58)</foreign> ἐστι Μαίονος τοῦ Ἀπέλλιδος καὶ μητρὸς Ὑρνηθοῦς ἢ Κρηθηίδος, κατὰ δὲ Δείναρχον Κρήθωνος, κατὰ δὲ Δημοκρίνην Ἀλήμονος, κατὰ δὲ τοὺς πλείστους Μέλητος τοῦ κατὰ Σμύρναν ποταμοῦ, ὃς ἐπʼ ὀλίγον ῥέων εὐθέως εἰς τὴν παρακειμένην θάλασσαν ἐκδίδωσιν. Ἀριστοτέλης <foreign xml:lang="lat">(fr. 66 R.)</foreign> δὲ ἱστορεῖν φησιν <sic>λητὰς</sic> ἔκ τινος δαίμονος γεγενῆσθαι τὸν Ὅμηρον ταῖς Μούσαις <pb facs="homeriopera05home_0268"/> συγχορεύσαντος. περὶ δὲ τῶν χρόνων καθʼ οὓς <foreign xml:lang="lat">( )</foreign> ἤκουεν ὧδε λέγεται. Ἡρακλείδης <foreign xml:lang="lat">(F. H. G. ii. 197)</foreign> μὲν οὖν αὐτὸν ἀποδείκνυσι πρεσβύτερον Ἡσιόδου, Πύρανδρος <foreign xml:lang="lat">(F. H. G. iv. 486 fr. 3)</foreign> δὲ καὶ Ὑψικράτης <foreign xml:lang="lat">(F. H. G. iii. 493, 4)</foreign> ὁ Ἀμισηνὸς ἡλικιώτην. Κράτης δʼ ὁ Μαλλώτης <foreign xml:lang="lat">(fr. ed. Wachs. p. 40)</foreign> μεθʼ ἑξήκοντα ἔτη τοῦ Ἰλιακοῦ πολέμου φησὶν ἀκμάσαι, Ἐρατοσθένης δὲ μεθ' ἑκατὸν τῆς Ἰώνων ἀποικίας, Ἀπολλόδωρος <foreign xml:lang="lat">(fr. 74)</foreign> δὲ μετʼ ὀγδοήκοντα. ἐκαλεῖτο δʼ ἐκ γενετῆς Mελησιγένης ἢ Μελησαγόρας, αὖθις δʼ Ὅμηρος ἐλέχθη κατὰ τὴν Λεσβίων διάλεκτον, ἕνεκεν τῆς περὶ τοὺς ὀφθαλμοὺς συμφορᾶς, οὗτοι γὰρ τοὺς τυφλοὺς ὁμήρους λέγουσιν, ἢ διότι παῖς ὢν ὅμηρον ἐδόθη βασιλεῖ, ὅ ἐστιν ἐνέχυρον. τυφλωθῆναι δʼ αὐτὸν οὕτω πως λέγουσιν· ἐλθόντα γὰρ ἐπὶ τὸν Ἀχιλλέως τάφον εὔξασθαι θεάσασθαι τὸν ἥρωα τοιοῦτον ὁποῖος προῆλθεν ἐπὶ τὴν μάχην τοῖς δευτέροις ὅπλοις κεκοσμημένος· ὀφθέντος δʼ αὐτῷ τοῦ Ἀχιλλέως τυφλωθῆναι τὸν Ὅμηρον ὑπὸ τῆς τῶν ὅπλων αὐγῆς, ἐλεηθέντα δʼ ὑπὸ Θέτιδος καὶ Μουσῶν τιμηθῆναι πρὸς αὐτῶν τῇ ποιητικῇ. ἄλλοι δέ φασι τοῦτο αὐτὸν πεπονθέναι διὰ μῆνιν τῆς Ἑλένης ὀργισθείσης αὐτῷ διότι εἶπεν αὐτὴν καταλελοιπέναι μὲν τὸν πρότερον ἄνδρα, ἠκολουθηκέναι δʼ Ἀλεξάνδρῳ· οὕτως γοῦν ὅτι καὶ παρέστη αὐτῷ φασὶν νυκτὸς ἡ ψυχὴ τῆς ἡρωίνης παραινοῦσα καῦσαι τὰς <pb facs="homeriopera05home_0269"/> ποιήσεις αὐτοῦ . . . εἰ τοῦτο ποιήσοι πρόσχοι. τὸν δὲ μὴ ἀνασχέσθαι ποιῆσαι τοῦτο. ἀποθανεῖν δʼ αὐτὸν λέγουσιν ἐν Ἴῳ τῇ νήσῳ ἀμηχανίᾳ περιπεσόντα ἐπειδήπερ τῶν παίδων τῶν ἁλιέων οὐχ οἷός τʼ ἐγένετο αἴνιγμα λῦσαι· ἔστι δὲ τοῦτο· 
<quote rend="blockquote"><lb/>ἅσσ’ ἔλομεν λιπόμεσθʼ ἅσσ’ οὐχ ἕλομεν φερόμεσθα. 
<lb/>καὶ αὐτοῦ ἐπὶ τῷ τάφῳ ἐπιγέγραπται ἐπίγραμμα τοῦτο· 
<lb/>ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει 
<lb/>ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.</quote> 
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>