<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1:32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1:32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="32"><p rend="indent">λβʼ. Τῇ δὲ εἰσαύριον ἀποπορευόμενον ἰδόντες κεραμέες τινες κάμινον ἐγκαίοντες κεράμου λεπτοῦ, προσεκαλέσαντο αὐτόν, πεπυσμένοι ὅτι σοφὸς εἴη· καὶ ἐκέλευόν σφιν ἀεῖσαι, φάμενοι δώσειν αὐτῷ τοῦ κεράμου καὶ ὅ τι ἂν ἄλλο ἔχωσιν. ὁ δὲ Ὅμηρος ἀείδει αὐτοῖς τὰ ἔπεα τάδε ἃ καλέεται Κάμινος· 
<quote rend="blockquote"><lb/>εἰ μὲν δώσετε μισθὸν ἀείσω ὦ κεραμῆες· 
<lb/>δεῦρʼ ἄγʼ Ἀθηναίη καὶ ὑπείρεχε χεῖρα καμίνου, 
<lb/>εὖ δὲ μελανθεῖεν κότυλοι καὶ πάντα μάλευρα, 
<lb/>φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι, 
<lb/>πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δʼ ἀγυιαῖς, 
<lb/>πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφι νοῆσαι. 
<lb/>ἢν δʼ ἐπʼ ἀναιδείην τρεφθέντες ψεύδεʼ ἄρησθε 
<lb/>συγκαλέω δʼ ἤπειτα καμίνῳ δηλητῆρας, 
<pb facs="homeriopera05home_0229"/> 
<lb/>Σύντρίβʼ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδέ γʼ Ἄβακτον, 
<lb/>Ὠμόδαμόν θʼ ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι. 
<lb/><sic>πεῖθε</sic> πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος 
<lb/>πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων. 
<lb/>ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος 
<lb/>πάντʼ ἔντοσθʼ αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα. 
<lb/>δεῦρο καὶ ἠελίου θύγατερ πολυφάρμακε Κίρκη· 
<lb/>ἄγρια φάρμακα βάλλε, κάκου δʼ αὐτούς τε καὶ ἔργα. 
<lb/>δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους, 
<lb/>οἵ θʼ Ἡρακλείους χεῖρας φύγον, οἵ τʼ ἀπόλοντο· 
<lb/>τύπτοιεν τάδε ἔργα κακῶς, τύπτοι δὲ κάμινον, 
<lb/>αὐτοὶ δʼ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά. 
<lb/>γηθήσω δʼ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην. 
<lb/>ὃς δέ χʼ ὑπερκύψῃ, περὶ τούτου πᾶν τὸ πρόσωπον 
<lb/>φλεχθείη, ὡς πάντες ἐπίσταιντʼ αἴσιμα ῥέζειν. </quote></p><p rend="indent">Παραχειμάζων δὲ ἐν τῇ Σάμῳ, ταῖς νουμηνίαις προσπορεύομενος πρὸς τὰς οἰκίας τὰς εὐδαιμονεστάτας, ἐλάμβανέ <pb facs="homeriopera05home_0230"/> τι ἀείδων τὰ ἔπεα τάδε ἃ καλεῖται Εἰρεσιώνη, ὡδήγουν δὲ αὐτὸν καὶ συμπαρῆσαν αἰεὶ τῶν παίδων τινες τῶν ἐγχωρίων· 
<quote rend="blockquote"><lb/>δῶμα προσετραπόμεσθʼ ἀνδρὸς μέγα δυναμένοιο, 
<lb/>ὃς μέγα μὲν δύναται, μέγα δὲ βρέμει, ὄλβιος αἰεί. 
<lb/>αὐταὶ ἀνακλίνεσθε θύραι· πλοῦτος γὰρ ἔσεισι 
<lb/>πολλός, σὺν πλούτῳ δὲ καὶ εὐφροσύνη τεθαλυῖα, 
<lb/>εἰρήνη τʼ ἀγαθή. ὅσα δʼ ἄγγεα, μεστὰ μὲν εἴη, 
<lb/>κυρβαίη δʼ αἰεὶ κατὰ καρδόπου ἕρποι μάζα, 
<lb/>τοῦ παιδὸς δὲ γυνὴ κατὰ διφράδα βήσεται ὕμμιν, 
<lb/>ἡμίονοι δʼ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα, 
<lb/>αὐτὴ δʼ ἱστὸν ὑφαίνοι ἐπʼ ἠλέκτρῳ βεβαυῖα. 
<lb/>νεῦμαί τοι νεῦμαι ἐνιαύσιος ὥστε χελιδὼν 
<lb/>ἕστηκʼ ἐν προθύροις·</quote> 
καὶ 
<pb facs="homeriopera05home_0231"/> 
<quote rend="blockquote"><lb/>εἰ μέν τι δώσεις εἰ δὲ μή, οὐχ ἑστήξομεν, 
<lb/>οὐ γὰρ συνοικήσοντες ἐνθάδʼ ἤλθομεν. </quote>
ᾔδετο δὲ τάδε τὰ ἔπεα ἐν τῇ Σάμῳ ἐπὶ πολὺν χρόνον ὑπὸ τῶν παίδων ὅτε ἀγείροιεν ἐν τῇ ἑορτῇ τοῦ Ἀπόλλωνος. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>