<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1799.tlg011.1st1K-grc1:27-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1799.tlg011.1st1K-grc1:27-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg011.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="27"><head>κζ΄.</head><p>Ἐν τοῖς κοίλοις ἐνόπτροις ἐὰν ἐπὶ τῆς διαμέτρου <lb n="5"/> τεθῇ τὰ
                                ὄμματα ἴσον ἀπέχοντα τοῦ κέντρου, οὐδέτερον τῶν ὀμμάτων
                                ὀφθήσεται.</p><p>ἔστω κοῖλον ἔνοπτρον τὸ ΑΓ∠, διάμετρος δὲ ἡ Α∠, κέντρον
                                δὲ τὸ Ζ, πρὸς ὀρθὰς δὲ ἡ ΖΓ, ὄμματα δὲ τὰ Β, Ε ἴσον ἀπέχοντα τοῦ
                                κέντρου, ὄψις δὲ ἡ ΒΓ. <lb n="10"/> οὐκοῦν ἀνακλωμένη ἥξει ἐπὶ τὸ Ε·
                                ἐν ἴσαις γὰρ γωνίαις ἀνακλᾶται. ἄλλη δὲ οὐδεμία ἥξει ἀνακλωμένη ἀπὸ
                                τοῦ Β ἐπὶ τὸ Ε. εἰ γὰρ ἥξει ὡς ἡ ΒΘ, ἐπεζεύχθωσαν αἱ ΘΕ, ΘΖ· δίχα
                                ἄρα τμηθήσεται ἡ ὑπὸ ΒΘΕ ὑπὸ τῆς ΖΘ, καὶ ἀνάλογον ἔσται ὡς ἡ ΒΘ <lb n="15"/> πρὸς ΘΕ, ἡ ΒΖ πρὸς ΖΕ· ὅπερ ἀδύνατον· ἡ μὲν γὰρ ΒΘ
                                μείζων ἐστὶ τῆς ΘΕ, ἡ δὲ ΒΖ ἴση τῇ ΖΕ. οὐδεμία ἄρα ἥξει ἀνακλωμένη
                                ἀπὸ τοῦ Β ἐπὶ τὸ Ε. μία ἄρα ὄψις μόνον ἀνακλασθήσεται ἐφʼ ἑκατέρου
                                τῶν Β, Ε ὀμμάτων, καὶ οὐκ ὀφθήσεται τὸ Ε· οὐ γὰρ συμπεσεῖται <lb n="20"/> ἡ ΒΓ ἐκβαλλομένη τῇ Β∠ ἐπὶ τὰ Γ, ∠ μέρη,
                                ἐφαίνετο δὲ ἕκαστον κατὰ τὴν συμβολὴν μόνον τῶν ὁρωμένων· οὐδὲ ἡ ΕΓ
                                οὐ μὴ συμπέσῃ τῇ ΕΑ ἐπὶ τὰ Γ, Α μέρη· ἐν γὰρ τοῖς κοίλοις ἐνόπτροις
                                ἕκαστον τῶν ὁρωμένων κατὰ τὴν ἀπὸ τοῦ ὁρωμένου εἰς τὸ κέντρον τῆς
                                σφαίρας <lb n="25"/> ἀγομένην εὐθεῖαν ὁρᾶται.</p><note type="footnote">1. ἐστίν V. v. οὔτε] οὔτε τι m. 3. κζ΄] λδ΄ V v.
                                5. τὰ ὄμματα] τὸ ὄμμα M. 9. τὰ Β] e corr. M. τοῦ] τοῦ Z m.</note><note type="footnote">11. ἀνακλωμένη — 12. ἥξει] om. M v m. 12. ἡ]
                                postea add. m. 14. BΘΕ] ΒΘΕ γωνία m. ΖΘ] ΖΘ εὐθείας m.</note><note type="footnote">ἔσται] ἐστιν M. 15. ΘΕ] τὴν ΘΕ M m. ΖΕ] τὴν ΖΕ M
                                m. 16. ἐστίν V. ΖΕ] ΕΖ M. 18. μόνον] om. Mm.</note></div><div type="textpart" subtype="chapter" n="28"><pb n="332"/><head>κη΄.</head><p>Ἐν τοῖς κοίλοις ἐνόπτροις ἐὰν τὴν ἐκ τοῦ κέντρου δίχα τεμὼν καὶ πρὸς
                                ὀρθὰς ἀγαγὼν θῇς τὰ ὄμματα ἴσον ἀπέχοντα τῆς ἐκ τοῦ κέντρου, θῇς δὲ
                                ἢ ἀνὰ μέσον <lb n="5"/> τῆς διαμέτρου καὶ τῆς πρὸς ὀρθὰς ἢ ἐπʼ αὐτῆς
                                τῆς πρὸς ὀρθάς, οὐδέτερον τῶν ὀμμάτων φαίνεται.</p><p>ἔστω κοῖλον ἔνοπτρον τὸ ΑΓ∠, διάμετρος δὲ ἡ Α∠, κέντρον
                                δὲ τὸ Κ, καὶ ἡ πρὸς ὀρθὰς ἡ ΚΓ δίχα τετμήσθω κατὰ τὸ Π, πρὸς ὀρθὰς
                                δὲ αὐτῇ ἔστω ἡ ΕΠΖ, <lb n="10"/> καὶ ὄμματα τὰ Β, Θ μεταξὺ κείμενα
                                τῆς τε διαμέτρου τῆς Α∠ καὶ τῆς ΕΖ ἐν παραλλήλοις ταῖς ΕΖ, ΒΘ
                                ἴσον ἀπέχοντα τῆς ΚΓ, ὄψις δὲ ἔστω ἡ ΒΓ ἀνακλωμένη ἐπὶ τὸ Θ ἴσας γὰρ
                                ποιεῖ γωνίας πρὸς τῇ περιφερείᾳ διὰ τὸ παράλληλον εἶναι τὴν ΖΕ τῇ ΒΘ
                                καὶ <lb n="15"/> ἴσην τὴν ΒΝ τῇ ΝΘ. καὶ ἐπιζευχθεῖσαι αἱ ΚΒ, ΚΘ
                                ἐκβεβλήσθωσαν, ἐκβεβλήσθω δὲ καὶ ἡ ΓΒ ἐπὶ τὸ Φ. καὶ ἐπεὶ μείζων
                                ἐστὶν ἡ ΒΓ τῆς Β Κ, μείζων ἐστὶν ἡ Ρ γωνία τῆς Ι. ὥστε καὶ ἡ ὑπὸ ΓΒΘ
                                μείζων τῆς ὑπὸ ΘΒΚ, τουτέστι τῆς ὑπὸ ΒΘΚ. οὐκ ἄρα <lb n="20"/>
                                συμπεσεῖται ἡ ΒΓ τῇ ΚΘ. οὐκ ἄρα ὀφθήσεται τὸ Θ κατὰ γὰρ τὴν συμβολὴν
                                φαίνεται τῶν ΒΓ, ΚΘ.</p><p>ἔστω πάλιν τὰ αὐτὰ τῇ ἐπάνω, τὰ δὲ Β, Θ ὄμματα ἔστωσαν ἐπὶ τῆς δίχα
                                καὶ πρὸς ὀρθὰς τεμνούσης τὴν <note type="footnote">1. κηʹ] λε΄ Vv.
                                    3. δίχα] πρὸς ὀρθὰς οὖσαν τῇ διαμέτρῳ δίχα m. ἀγαγών] ἀγαγὼν
                                    εὐθεῖαν m. τά]  corr. ex τό m. 1 M. 4. ἴσον] μεταξὺ τῆς τε
                                    διαχθείσης καὶ τοῦ κέντρου ἴσον m. θῇς — 5. ὀρθάς] om. m. 6.
                                    πρὸς ὀρθάς] διαχθείσης m. φαίνεται] φανεῖται m. 8. ἡ (pr.)] om.
                                    m. ἡ ΚΓ δίχα] τῇ Α∠ ἡ ΚΓ καί m. 9. κατά] ἡ ΚΓ δίχα κατά
                                    m.</note>
                                <note type="footnote">πρός — ἔστω] καὶ διὰ τοῦ Π διήχθω τῇ ΚΓ πρὸς
                                    ὀρθάς m.</note>
                                <note type="footnote">αὐτῇ] αὐτῆς M v. 10. κείμενα] κείσθω m, ἠγμένα
                                    M. διαμέτρου — 11. ΕΖ (pr.)] ΕΖ καὶ τοῦ Κ κέντρου m. 13. ἴσας]
                                    corr. ex ἴας m. 2 V. 14. εἶναι] om. M. 15. ΒΝ] BΗ m.</note>
                                <pb n="334"/> ἐκ τοῦ κέντρου ἐπὶ τῆς Α∠. ἐπεὶ οὖν ἴση ἡ μὲν ΒΓ
                                τῇ ΒΖ, ἡ δὲ ΓΘ τῇ Ζ Θ, παράλληλος ἂν εἴη ἡ ΒΓ τῇ ΖΘ. οὐκ ἄρα
                                συμπεσεῖται ἡ ΒΓ ὄψις τῇ ἐκ τοῦ κέντρου ἐπὶ τὸ ὁρώμενον, τουτέστι τῇ
                                ΖΘ, ἐπὶ τὰ Θ, <lb n="5"/> μέρη. ὥστε οὐ φαίνεται τὸ Θ ὄμμα· κατὰ γὰρ
                                τὴν συμβολὴν ἐφαίνετο τῶν ΒΓ, ΖΘ.</p><p>ἔστω πάλιν τὰ αὐτά, τῆς δὲ διχοτομίας ἀνωτέρω κείσθω τὰ ὄμματα τὰ Β,
                                Γ ἴσον ἀπέχοντα τῆς ἐκ τοῦ κέντρου τῆς Ζ Α. φημὶ δὴ φαίνεσθαι τὰ Β,
                                Γ καὶ τὰ <lb n="10"/> δεξιὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ δεξιὰ καὶ τὸ
                                εἴδωλον μεῖζον τοῦ προσώπου καὶ τὸ ἀπόστημα ἀπὸ τοῦ ἐνόπτρου ἔχον
                                μεῖζον τὸ εἴδωλον. ἔστω γὰρ ἡ ΒΑ ὄψις ἀνακλωμένη, καὶ ἐπεζεύχθωσαν
                                ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ Β, Γ αἱ ΖΒ, ΖΓ, καὶ ἐκβεβλήσθω ἡ ΒΑ. ἐπεὶ οὖν
                                    <lb n="15"/> διχοτομία ἐστὶ τὸ Ν, μείζων ἐστὶν ἡ ΒΖ τῆς ΒΑ καὶ ἡ
                                Κ γωνία τῆς Ε. ἴση δὲ ἡ Κ τῇ ∠· μείζων ἄρα καὶ ἡ ∠ τῆς
                                Ε. συμπεσοῦνται ἄρα αἱ ΖΒ, ΓΑ ἐκβληθεῖσαι. συμπιπτέτωσαν κατὰ τὸ Π.
                                διὰ τὰ αὐτὰ δὴ καὶ αἱ ΒΑ, ΖΓ συμπεσοῦνται κατὰ τὸ Θ. ὀφθήσεται <lb n="20"/> ἄρα τὸ μὲν Γ ἐπὶ τοῦ Θ, τὸ δὲ Β ἐπὶ τοῦ Π, καὶ φαίνεται
                                τὰ μὲν δεξιὰ ἀριστερά, τὰ δὲ ἀριστερὰ δεξιά. ἀλλὰ μὴν καὶ μείζων ἡ
                                ΘΠ τῆς ΒΙ παράλληλοι γάρ <note type="footnote">1. ἐπί] om. m. τῆς]
                                    τά M. ἴση] ἴση ἐστίν m. 2. τῇ (utr.)] τῆς M. Post δέ del. τό v.
                                    ΖΘ] ΓΖ m. 4. τουτέστιν V, comp. v ΖΘ] ΖΘΕ M. 6 τῶν] corr. ex τω
                                    m. 1 V. 7. κθ΄ m, λζ΄ V v. 11 ἀπό] ὃ ἀπέχει τὸ εἴδωλον m. 12.
                                    ἔχον] corr. ex ἔχων v, om. m. τὸ εἴδωλον] τοῦ ἀποστήματος, οὗ
                                    ἀπέχει τὸ πρόσωπον m. 15. ἐστί]  ἐστίν V v.</note>
                                <note type="footnote">Ν] M v m. μεῖζον v. ΒΖ]  ΖΒ M m. 16. Κ (pr.)]
                                    ὑπὸ Β Α Ζ m. Ε] ὑπὸ ΒΖ m. ἡ Κ (alt.) — 17. Ε] τῇ μὲν ὑπὸ Β ΑΖ ἡ
                                    ὑπὸ ΓΑΖ, τῇ δὲ ὑπὸ ΒΖΑ ἡ ὑπὸ ΓΖΑ, ὅλη ἄρα ἡ ὑπὸ Β ΑΓ ὅλης τῆς
                                    ὑπὸ ΒΖΓ μείζων ἐστί m. 16. τῇ] corr.</note>
                                <pb n="336"/> εἰσιν. τὸ ἄρα εἴδωλον φαίνεται μεῖζον καὶ μεῖζον
                                ἀπέχον τοῦ ἐνόπτρου· μείζων γὰρ ἡ ΜΑ τῆς ΑΛ.</p><p>ἐὰν δὲ ἔξω τῆς διαμέτρου τεθῇ τὰ ὄμματα, τὰ δεξιὰ φαίνεται δεξιὰ καὶ
                                τὰ ἀριστερὰ ἀριστερὰ καὶ τὸ εἴδωλον <lb n="5"/> ἔλασσον τοῦ προσώπου
                                καὶ ἐν τῷ ἀνὰ μέσον τοῦ προσώπου καὶ τοῦ ἐνόπτρου.</p><p>ἔστω γὰρ ὄμματα τὰ Β, Γ, κέντρον δὲ τὸ Ζ τοῦ ἐνόπτρου, καὶ τῇ
                                διαμέτρῳ πρὸς ὀρθὰς ἔστω ἡ Α Ζ ∠, καὶ ταύτῃ πρὸς ὀρθὰς ἡ ΒΓ,
                                καὶ ἴση τῇ ΒΑ ἔστω <lb n="10"/> ἡ ΑΓ. καὶ ὄψις ἡ Β∠ ἀνακλωμένη
                                ἐπὶ τὸ Γ καὶ διὰ τοῦ κέντρου αἱ ΒΖΚ, ΓΖΕ, καὶ ἀπὸ τῶν Ε, Κ ἡ ΚΕ
                                ἐπεζεύχθω. οὐκοῦν τὸ μὲν Β ἐπὶ τοῦ Κ φαίνεται, τὸ δὲ Γ ἐπὶ τοῦ Ε. τὰ
                                ἄρα δεξιὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἀριστερὰ φαίνεται καὶ τὸ ΕΚ εἴδωλον
                                ἔλασσον τοῦ ΒΓ <lb n="15"/> προσώπου· παράλληλος γάρ ἐστιν ἡ ΕΚ τῇ
                                ΒΓ· καὶ ἀνὰ μέσον τοῦ ἐνόπτρου καὶ τοῦ προσώπου φαίνεται τὸ
                                εἴδωλον.</p><p>ἀναγομένου δὲ τοῦ προσώπου ἔτι ἔλασσον φαίνεται τὸ εἴδωλον. ἔστω γὰρ
                                τὸ ΜΝ πρόσωπον τὸ αὐτὸ τῷ <lb n="20"/> ΒΓ ἀφεστηκὸς ἀπὸ τοῦ ΒΓ
                                κείμενον ὁμοίως. οὐκοῦν <note type="footnote">1. εἰσι M m. 2. μεῖζον
                                    v. 3. λ΄ m, λη΄ V v. 4 δεξιὰ φαίνεται m. 5. ἔλαττον M. μέσον
                                    μέσῳ V v.</note>
                                <note type="footnote">7. τοῦ ἐνόπτρου τὸ Ζ m. 8. Α Ζ ∠]
                                    Α∠ V, sed corr. m. 1. 9. τῇ Β ἴση m. 11. BΖΚ] ΒΖΕ M. ἀπό —
                                    ΚΕ] om. m. ἐπεζεύχθω ἡ ΕΚ m. 12. Β] Γ m.</note>
                                <note type="footnote">τοῦ] corr. ex τό M. Κ] Ε 15. 13. Γ] Β m. καί]
                                    φαίνεται καί m. 14. φαίνεται] om. m. 18. ἔλαττον M. 20. BΓ
                                    (alt.)] ΒΓ καί m. οὐκοῦν] ὀκοῦν V, corr.</note>
                                <pb n="338"/> ἡ ἀπὸ τοῦ Μ ἐπὶ τὸ Ζ κέντρον ἐπιζευχθεῖσα καὶ
                                ἐκβληθεῖσα ἀνώτερον πεσεῖται τοῦ Κ ὡς τὸ Λ, ἡ δὲ ἀπὸ τοῦ Ν ἐπὶ τὸ Ζ
                                ἀνώτερον τοῦ Ε ὡς τὸ Θ. φαίνεται ἄρα τὸ ΜΝ ὡς τὸ ΘΛ. καί ἐστιν
                                ἔλασσον τὸ ΘΛ <lb n="5"/> τοῦ ΕΚ καὶ ἔγγιον τοῦ ἐνόπτρου.</p></div><div type="textpart" subtype="chapter" n="29"><head>κθ΄.</head><p>Δυνατόν ἐστιν ἔνοπτρον κατασκευασθῆναι ὥστε ἐν τῷ αὐτῷ φαίνεσθαι
                                πλείω πρόσωπα, τὰ μὲν μείζονα, τὰ δὲ ἐλάσσονα, καὶ τὰ μὲν ἔγγιον, τὰ
                                δὲ πορρώτερον, <lb n="10"/> καὶ τῶν μὲν τὰ δεξιὰ δεξιά, τὰ δὲ
                                ἀριστερὰ ἀριστερά, τῶν δὲ τὰ ἀριστερὰ δεξιά, τὰ δὲ δεξιὰ ἀριστερά.
                                ἔστω γὰρ ἐπίπεδον τὸ ΑΜ. οὐκοῦν ἐν τούτῳ γένοιτʼ ἂν κυρτὰ μὲν
                                ἔνοπτρα οἷα τὰ ΑΟΓ, ΘΡΚ, κοῖλα δὲ οἷα τὰ Γ∠Ε, ΖΗΘ, ἐπίπεδα δὲ
                                οἷα τὰ ΕΖ, <lb n="15"/> ΛΜ. τεθέντος οὖν τοῦ προσώπου, ὅπου τὸ Ν,
                                φαίνεται ἀπὸ μὲν τῶν ἐπιπέδων ἴσα τὰ εἴδωλα καὶ ἴσον ἀπέχοντα, ἀπὸ
                                δὲ τῶν κυρτῶν ἐλάσσονα καὶ ἔλασσον ἀπέχοντα, ἀπὸ δὲ τῶν κοίλων
                                παντοδαπῶς, καθάπερ δέδεικται.</p><note type="footnote">2. ὡς τό] ἕως τοῦ m. Λ] om. M lac. rel. 3. Ν] E Μ.
                                ὡς] ἕως V M v m. τὸ (alt.)] V. v seq. ras.;</note></div><div type="textpart" subtype="chapter" n="30"><pb n="340"/><head>λ΄.</head><p>Ἐκ τῶν κοίλων ἐνόπτρων πρὸς τὸν ἥλιον τεθέντων πῦρ ἐξάπτεται.</p><p>ἔστω κοῖλον ἔνοπτρον τὸ ΑΒΓ, ἥλιος δὲ ὁ ΕΖ, <lb n="5"/> κέντρον δὲ
                                τοῦ κατόπτρου τὸ Θ, καὶ ἀπό τινος σημείου τοῦ ∠ ἐπιζευχθεῖσα
                                μὲν ἐπὶ τὸ Θ κέντρον ἡ ∠Θ ἐκβεβλήσθω ἐπὶ τὸ Β, προσπεπτωκέτω
                                δὲ ἡ ∠Γ ἀκτὶς καὶ ἀνακεκλάσθω ἐπὶ τὸ Κ. ἀνακλασθήσεται δὴ
                                ἐπάνω τοῦ Θ κέντρου· ἡ γὰρ γωνία ἡ πρὸς τῇ περιφερείᾳ <lb n="10"/> ἡ
                                Π ἐλάσσων ἐστὶ τῆς πρὸς τῇ περιφερείᾳ λοιπῆς τῆς ὑπὸ ΒΓ∠. καὶ
                                ἔστω ἡ Α Β περιφέρεια ἴση τῇ ΒΓ, καὶ ἀπὸ τοῦ ∠ ἄλλη τις ἀκτὶς
                                προσπιπτέτω ἡ ∠Α. φανερὸν οὖν, ὅτι ἀνακλωμένη ἡ Α ∠
                                ἀκτὶς πεσεῖται ἐπὶ τὸ Κ διὰ τὸ ἴσην εἶναι τὴν ΑΒ περιφέρειαν τῇ <lb n="15"/> ΒΓ. ὁμοίως δὲ δειχθήσεται, ὅτι πᾶσαι αἱ ἀπὸ τοῦ ∠
                                προσπίπτουσαι πρὸς τὸ ἔνοπτρον καὶ ἴσας ἀπολαμβάνουσαι εἰς τὸ αὐτὸ
                                συμπεσοῦνται τῇ Θ ἀνώτερον τοῦ Θ.</p><p>ἔστω πάλιν κοῖλον ἔνοπτρον τὸ ΑΒΓ, ἥλιος δὲ ὁ <lb n="20"/> ∠ΕΖ,
                                καὶ ἀπό τινος σημείου τοῦ Ε διὰ τοῦ Θ κέντρου ἔστω ἡ ΕΘΒ, καὶ ἀπʼ
                                ἄλλων [διὰ] τῶν ∠, Ζ αἱ ∠ΘΓ ΖΘΑ. οὐκοῦν προδεδείχαμεν,
                                ὅτι αἱ ἀπὸ τοῦ Ε ἀκτῖνες συμπεσοῦνται εἰς ἑαυτὰς διὰ τὰς Π, Ρ γωνίας
                                ἴσας οὔσας· διάμετροι γάρ εἰσιν· αἰ δὲ ἀπὸ τοῦ Ζ διὰ τὰς <note type="footnote">1. λ΄] μ΄ V v, λβʹ m. 7. προσπεπτωκέτο v.
                                    ∠Γ] ∠ΓΚ V. 8. δή] δέ M. 10. ἐλάττων M. ἐστίν V
                                    v.</note>
                                <note type="footnote">τῆς (pr.)] τῇ V. τῆς λοιπῆς τῆς V. 13.
                                    Α∠] ∠Α m. πεσεῖται] προσπεσεῖται M. 15. ὁμοίως] Μ V.
                                    16. πρός ἀκτῖνες πρός m. ἴσας περιφερείας ἀπολαμβάνουσαι
                                    ἑκατέρωθεν τοῦ Β m. 17. αὐτό] om. M lac rel. 19. μα΄ V v.</note>
                                <pb n="342"/> Κ, Λ γωνίας, αἱ δὲ ἀπὸ τοῦ ∠ ἐπὶ τὴν ∠Γ
                                διὰ τὰς Ν, γωνίας ἴσας οὔσας. ὅτι δὲ πᾶσαι αὐταὶ εἰς ἑαυτὰς
                                ἀνακλῶνται, δῆλον· ἐκ τοῦ γὰρ κέντρου οὖσαι ἡμικύκλια ποιοῦσιν, αἱ
                                δὲ τῶν ἡμικυκλίων γωνίαι ἴσαι <lb n="5"/> εἰσίν· διʼ ἴσων ἄρα γωνιῶν
                                αἱ ἀνακλάσεις γίγνονται· εἰς ἑαυτὰς οὖν ἀνακλῶνται. πᾶσαι ἄρα
                                συμπεσοῦνται ἀπὸ πάντων τῶν σημείων ἐπὶ τὰς διὰ τοῦ κέντρου καὶ ἐν
                                τῷ κέντρῳ [ἀκτῖνας]. τούτων οὖν τῶν ἀκτίνων ἐκθερμαινομένων περὶ τὸ
                                κέντρον πῦρ ἀθροίζεται. ὥστε <lb n="10"/> ἐνταῦθα στύππιον τεθὲν
                                ἐξαφθήσεται.</p><note type="footnote">1. Κ, Λ] πρὸς τῶ Α m. γωνίας] γωνίας ἴσας οὔσας
                                ὁμιοίως ἀλλήλαις m. ἐπὶ τὴν ∠Γ] om. m. 2. Ν, Ξ] πρὸς τῷ Γ
                                m.</note><note type="footnote">ἴσας οὔσας] οὔσας ἴσας M, διάμετροι γάρ εἰσι πᾶσαι
                                m. 3. ἐκ τοῦ γάρ] ἐκ γὰρ τοῦ M, διὰ γὰρ τοῦ m. οὖσαι] ἰοῦσαι
                                m.</note><note type="footnote">4. ἡμικύκλια] ἡμικύκλιον M. ποιοῦσι M. τῶν
                                ἡμικυκλίων] τῷ ἡμικυκλίῳ M. γωνίαι] γωνίαι αἱ γινόμεναι πρὸς τοῖς
                                πέρασι τῶν διαμέτρων καὶ περιεχόμεναι ὑπʼ αὐτῶν τε τῶν διαμέτρων καὶ
                                τῶν περιφερειῶν m. 5. εἰσί M m. γίνονται M, γίνονται καὶ διὰ τοῦτο
                                m. 6. οὖν] om. m. 8. ἀκτῖνας] deleo. 10. στύππιον] καὶ υππιον M,
                                supra scr. m. 2: ςύπιον.</note><note type="footnote">ln fine: Εὐκλείδου κατοπτρικά V, τέλος m.</note></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>