<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1799.tlg011.1st1K-grc1:15-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1799.tlg011.1st1K-grc1:15-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg011.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="15"><lb n="5"/><head>ιε΄.</head><p>Ἔστι δὲ καὶ διὰ κυρτῶν ἐνόπτρων καὶ διὰ κοίλων ἰδεῖν τὸ αὐτό.</p><p>ἔστω γάρ, δεῖ ἰδεῖν, τὸ Α, ὄμμα δὲ τὸ Β, καὶ ὁμοίως ἀναγεγράφθω
                                πολύγωνον ἰσόπλευρόν τε καὶ <lb n="20"/> ἰσογώνιον τὸ ΑΒΓ∠Ε
                                καὶ πρὸς τοῖς Γ, ∠, Ε σημείοις ἔστω ἔνοπτρα ἐπίπεδα, ἀφʼ ὧν
                                ὁρᾶται τὸ Α, καθάπερ δέδεικται, καὶ προσκείσθω τούτοις κοῖλα ἢ κυρτὰ
                                ἒνοπτρα <note type="footnote">1. ἔχων v, sed corr. τῶν] τῶν
                                    ἐπιταχθέντων m. καί — πολυγώνιον] τὸ ΑΒΓ∠Ε m. 2.
                                    γραφομένου] om. m. 3. περί] ἐπί M v. πολύγωνον — αὐτοῦ] 
                                    ΑBΓ∠Ε πολύγωνον περιγραφομένου καὶ ἔστω τὸ Θ καὶ ἀπὸ τοῦ Θ
                                    κέντρου πρὸς τὰς τοῦ AΒ Γ∠Ε πολυγώνου γωνίας m. πολύγωνον]
                                    πολυγώνιον M, V, sed corr. 4. αἱ] εὐθεῖαι αἱ M. Θ Α, Θ Β, ΘΓ, Θ
                                    ∠, Θ Ε m. ἐπὶ τὰς γωνίας] om. m. 6. ἐπιζευγμέναις V v; Θ
                                    Θ∠, ΘΕ m. 7. ΝΚ] Κ M. ΚΝ m. 9 ∠ ἔσται] δκ M. 12.
                                    ὄμματος] V, om. M m v. 13 προσπεσοῦσα] προσπίπτουσα m. 15. ιεʹ]
                                    κβ΄ V v, 16. ἐνόπτρων — κοίλων]</note>
                                <pb n="312"/> κατὰ τὰς ἁφὰς τῶν ὄψεων. οὐκοῦν ἴση ἐστὶν ἡ μὲν Ζ τῇ
                                Θ, ἡ δὲ Κ τῇ Λ ὅλη ἄρα ἡ ΚΖ ἴση ἐστὶ τῇ ΘΛ. ἀνακλασθήσεται ἄρα ἡ
                                ὄψις ἀπὸ τοῦ κυρτοῦ ἐνόπτρου τοῦ Γ ἐπὶ τὸ ∠ καὶ ἀπὸ τοῦ
                                ∠ ἐπὶ τὸ Ε <lb n="5"/> καὶ ἀπὸ τοῦ Ε ἐπὶ τὸ Α. φανερὸν οὖν,
                                ὅτι καὶ κυρτῶν ἢ κοίλων ὄντων ἀπάντων καὶ ἀναμεμιγμένων ἔστιν ἰδεῖν
                                τὸ αὐτό.</p></div><div type="textpart" subtype="chapter" n="16"><head>ις΄.</head><p>Ἐν τοῖς ἐπιπέδοις ἐνόπτροις ἕκαστον τῶν ὁρωμένων <lb n="10"/> κατὰ
                                τὴν ἀπὸ τοῦ ὁρωμένου κάθετον ὁρᾶται.</p><p>ἔστω ἔνοπτρον ἐπίπεδον τὸ Γ∠, ὄμμα δὲ τὸ Β, ὁρώμενον δὲ τὸ Α,
                                καὶ ἔστω κάθετος ἡ ἀπὸ τοῦ ὁρωμένου ἐπὶ τὸ ἔνοπτρον ἡ ΑΓ. οὐκοῦν
                                ἐπεὶ ὑπέκειτο ἐν τοῖς φαινομένοις, ὅτι καταληφθέντος τοῦ τόπου <lb n="15"/> τοῦ Γ οὐχ ὁρᾶται τὸ Α, τὸ Α ἄρα ὀφθήσεται ἐπʼ εὐθείας
                                τῇ ΑΓ. ἀλλὰ δὴ καὶ ἐπʼ εὐθείας τῇ Β∠ ὄψει· κατὰ τὸ Ε ἄρα·
                                ὑπέκειτο γὰρ ἡμῖν τὸ εὐθύ, οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθεῖ· ὥστε
                                εὐθεῖα ἔσται ἡ ΑΕ καὶ ἡ ΒΕ.</p></div><div type="textpart" subtype="chapter" n="17"><lb n="20"/><head>ιζ΄.</head><p>Ἐν τοῖς κυρτοῖς ἐνόπτροις ἕκαστον τῶν ὁρωμένων κατὰ τὴν ἀπὸ τοῦ
                                ὁρωμένου εἰς τὸ κέντρον τῆς σφαίρας ἀγομένην εὐθεῖαν ὁρᾶται.</p><p>ἔστω κυρτὸν ἔνοπτρον τὸ Γ∠, ὄμμα δὲ τὸ Β, ὄψις <note type="footnote">2. ἡ (pr.)] eras. v. ἴση — 3. ΘΑ] ὅλῃ τῇ ΛΘ ἴση
                                    ἐστίν m.</note>
                                <note type="footnote">2. ἐστίν Vv. 5. καί ( alt.)] om M v m. 6. καί]
                                    ἤ m. ἀναμεμιγμένον m, sed corr.; ἀναμεμηγμένων v, sed corr. 8.
                                    ιϛ΄] κγ΄ V v. 10. τοῦ] τῶν M. 13. ὑπέκειτο] ὑπόκειται m. 14.
                                    φαινομένοις] ὅροις m. 16. ΑΓ ∠ M m. Β∠] Β Α M m. 17.
                                    κατά] μετά M. ἄρα] om. m. ὑπέκειτο] ὑπόκειται m.</note>
                                <pb n="314"/> δὲ ἡ Β∠ ἀνακλωμένη ἐπὶ τὸ Α, καὶ ὁράσθω τὸ Α,
                                κέντρον δὲ τῆς σφαίρας ἔστω τὸ Ζ, καὶ ἐπεζεύχθω ἡ ΑΖ, καὶ ἐκβεβλήσθω
                                ἡ Β∠ ὄψις ἐπὶ τὸ Ε. οὐκοῦν ἐπεὶ ὑπέκειτο ἐν τοῖς φαινομένοις,
                                ὅτι καταληφθέντος <lb n="5"/> τοῦ Γ τὸ Α οὐχ ὁρᾶται, ὀφθήσεται ἄρα
                                ἐπʼ εὐθείας τῇ ΑΓ κατὰ τὴν σύμβασιν τῆς Β∠ ὄψεως καὶ
                                    <del>ἀπὸ</del> τῆς ΑΓ ἐπὶ τοῦ Ε, καθάπερ ἐπὶ τοῖς ἐπιπέδοις.</p></div><div type="textpart" subtype="chapter" n="18"><head>ιη΄.</head><p>Ἐν τοῖς κοίλοις ἐνόπτροις ἕκαστον τῶν ὁρωμένων <lb n="10"/> κατὰ τὴν
                                ἀπὸ τοῦ ὁρωμένου εἰς τὸ κέντρον τῆς σφαίρας ἀγομένην εὐθεῖαν
                                ὁρᾶται.</p><p>ἔστω κοῖλον ἔνοπτρον τὸ Γ∠, ὄψις δὲ ἀνακλωμένη ἡ ΒΓ ἐπὶ τὸ Α
                                ὁρώμενον, τῆς δὲ σφαίρας κέντρον ἔστω τὸ Ε, καὶ ἀπὸ τοῦ Α ἐπὶ τὸ Ε
                                ἐπεζεύχθω εὐθεῖα <lb n="15"/> καὶ ἐκβεβλήσθω. οὐκοῦν ἐπεὶ ὑπέκειτο
                                ἐν τοῖς φαινομένοις, ὅτι καταληφθέντος τοῦ τόπου τοῦ ∠ τὸ Α
                                οὐχ ὁρᾶται, ὥστε φαίνεται ἐπʼ εὐθείας τῇ ΑΕ, ὀφθήσεται ἄρα κατὰ τὴν
                                συμβολὴν τῆς Α∠ εὐθείας καὶ τῆς ΒΓ ὄψεως κατὰ τὸ Ζ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>