<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1:54-55</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1:54-55</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="54"><head>νδ΄.</head><lb n="15"/><p>Τῶν ἴσῳ τάχει φερομένων τὰ πόρρω δοκεῖ βραδύτερον φέρεσθαι.</p><p>φερέσθω γὰρ ἰσοταχῶς τὰ Β, Κ, καὶ ἀπὸ τοῦ Α ὄμματος ἀκτῖνες ἤχθωσαν
                                αἱ ΑΓ, Α∠, ΑΖ. οὐκοῦν τὸ Β μείζονας ἔχει τὰς ἀπὸ τοῦ ὄμματος
                                ἀκτῖνας <lb n="20"/> ἠγμένας ἤπερ τὸ Κ. μεῖζον ἄρα διάστημα
                                διελεύσεται καὶ ὕστερον παραλλάσσον τὴν Α ὄψιν δόξει βραδύτερον
                                φέρεσθαι.</p><p>Ἄλλως.</p><p>Φερέσθω γὰρ δύο σημεῖα τὰ Α, Β ἐπὶ παραλλήλων <lb n="25"/> εὐθειῶν,
                                ὄμμα δὲ ἔστω τὸ Ζ, ἀφʼ οὗ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΖΑ, ΖΒ, ΖΕ,
                                Ζ∠. λέγω, ὅτι τὸ πόρρω τὸ Α δοκεῖ βραδύτερον φέρεσθαι τοῦ Β.
                                ἐπεὶ γὰρ <note type="footnote">1. νγ΄] om v, ξδ΄ V, ξβ΄ m. 2 Vat. 2
                                    ἔγγιον] corr. ex ἔγγειον V, ut lin. 6. 4. ὁρᾶσθαι v. 7. τοῦ
                                    (alt.)] corr. ex</note>
                                <pb n="114"/> αἱ ΑΖ, Ζ∠ τῶν ΖΒ, ΖΕ ἐλάσσονα γωνίαν περιέχουσι,
                                μεῖζον ἄρα τὸ ΒΕ τοῦ Α∠ βλέπεται. ἐὰν ἄρα τὴν ΖΕ ἀκτῖνα
                                προσεκβάλωμεν ἐπʼ εὐθείας, ὅτι ἐπὶ τῶν ἰσοταχῶς <lb n="5"/>
                                φερομένων τὸ μὲν Β ἐπὶ τῆς ΖΕ ἀκτῖνος ε† κωλυθὲν ὑστερεῖ ἄρα τῶν
                                ἰσοταχῶς φερομένων τὰ πόρρω δοκεῖ βραδύτερον φέρεσθαι.</p><p>Ἄλλως.</p><p>Φερέσθω δύο σημεῖα τὰ Α, Β ἐπὶ παραλλήλων εὐθειῶν τῶν Α∠, ΒΕ
                                ὁμαλῶς· τὰς ἴσας ἄρα ἐν ἴσῳ χρόνῳ διελεύσονται. ἔστωσαν οὖν ἴσαι αἱ
                                Α∠, ΒΕ, καὶ προσπιπτέτωσαν ἀκτῖνες ἀπὸ τοῦ Ζ ὄμματος αἱ <lb n="15"/> ΖΑ, Ζ∠, ΖΒ, ΖΕ. ἐπεὶ οὖν ἐλάττων ἡ ὑπὸ ΑΖ∠
                                τῆς ὑπὸ ΒΖΕ γωνίας, ἔλαττον ἄρα τὸ Α∠ διάστημα τοῦ ΒΕ
                                φανήσεται. ὥστε δόξει τὸ Α βραδύτερον φέρεσθαι.</p></div><div type="textpart" subtype="chapter" n="55"><head>νε΄.</head><lb n="20"/><p>Τοῦ ὄμματος μένοντος, τῶν δὲ ὄψεων παραφερομένων, τὰ πόρρω τῶν
                                ὁρωμένων καταλείπεσθαι δόξει.</p><p>ἔστω ὁρώμενα τὰ Α, Γ ἐπὶ εὐθειῶν ὄντα τῶν ΑΒ, ΓΔ, ὄμμα δὲ ἔστω τὸ Ε,
                                ἀφʼ οὗ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΕΓ, Ε∠, ΕΑ, ΕΒ. λέγω, ὅτι τὸ
                                πρὸς τῷ Α <lb n="25"/> καταλείπεσθαι δόξει. προσεκβεβλήσθω ἡ
                                Ε∠, ἄχρις <note type="footnote">1. Ζ Β] ΒΖ m. 2. Α∠]
                                    corr. ex Β∠ Vat. βλέπεται] λείπεται codd. 6. Post ε lacuna
                                    1/3 lin. V Vat. A; ε om la- cuna relicta Vat.  1 v m. 7. ἄρα] τὰ
                                    πόρρω ἄρα m. 11. ξζ΄ add. V, ξε΄ m. 2 Vat. τὰ Α, Β] om. m. 12.
                                    Α∠, ΒΕ]</note>
                                <pb n="116"/> οὗ συμβαλεῖ τῇ ΑΒ, καὶ ἔστω ἡ ΕΒ. ἐπεὶ οὖν μείζων
                                γωνία ἡ ὑπὸ ΓΕΒ τῆς ὑπὸ ΑΕΒ, μεῖζον ἄρα τὸ Γ∠ διάστημα τοῦ ΑΒ
                                φαίνεται. ὥστε τοῦ ὄμματος <lb n="5"/> ἐπὶ τοῦ Ε μένοντος αἱ ὄψεις
                                ὡς ἐπὶ τὰ Α, Γ μέρη παραφερόμεναι θᾶττον παραλλάξουσι τὸ Α ἤπερ τὸ
                                Γ. ὑπολείπεσθαι ἄρα δόξει τὸ ΑΒ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>