<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1:32-33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1:32-33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="32"><pb n="56"/><head>λβ΄.</head><p>Ἐὰν ἀπὸ τοῦ ὄμματος πρὸς τὴν τοῦ κώνου βάσιν προσπίπτωσιν ἀκτῖνες,
                                ἀπὸ δὲ τῶν προσπιπτουσῶν ἀκτίνων καὶ ἐφαπτομένων ἀπὸ τῶν ἁφῶν
                                εὐθεῖαι ἀχθῶσι <lb n="5"/> διὰ τῆς ἐπιφανείας τοῦ κώνου πρὸς τὴν
                                κορυφὴν αὐτοῦ, διὰ δὲ τῶν ἀχθεισῶν καὶ τῶν ἀπὸ τοῦ ὄμματος πρὸς τὴν
                                βάσιν τοῦ κώνου προσπιπτουσῶν ἐπίπεδα ἐκβληθῇ, ἐπὶ δὲ τῆς συναφῆς
                                αὐτῶν, τουτέστιν ἐπὶ τῆς κοινῆς τομῆς τῶν ἐπιπέδων, τὸ ὄμμα τεθῇ, τὸ
                                ὁρώμενον τοῦ <lb n="10"/> κώνου διὰ παντὸς ἴσον ὀφθήσεται τῆς ὄψεως
                                ἐπὶ παραλλήλου ἐπιπέδου τῷ προϋποκειμένῳ ἐπιπέδῳ ὑπαρχούσης.</p><p>ἔστω κῶνος, οὗ βάσις μὲν ὁ ΒΓ κύκλος, κορυφὴ δὲ τὸ Α σημεῖον, ὄμμα δὲ
                                ἔστω τὸ ∠, ἀφ᾿ οὗ προσπιπτέτωσαν <lb n="15"/> ἀκτῖνες αἱ
                                ∠Ζ, ∠Γ, καὶ ἀνήχθωσαν ἀπὸ τῶν συναφῶν τῶν Ζ, Γ πρὸς τὴν
                                κορυφὴν τοῦ κώνου τὴν Α πλευραὶ τοῦ κώνου αἱ ΖΑ, ΓΑ, καὶ ἐκβεβλήσθω
                                τό τε διὰ τῶν ∠Ζ, ΖΑ ἐπίπεδον καὶ τὸ διὰ τῶν Γ∠, ΓΑ.
                                ποιήσει ἄρα τὴν κοινὴν τομὴν εὐθεῖαν. ἔστω <lb n="20"/> ἡ ΑΕ∠.
                                λέγω, ὅτι, ἐὰν ἐπὶ τῆς ΑΕ∠ μετατεθῇ τὸ ὄμμα, τὸ ἴσον τοῦ κώνου
                                ὀφθήσεται, ὅσον καὶ ὑπὸ τῶν ∠Γ, ∠Ζ ἀκτίνων ἐβλέπετο.
                                κείσθω γὰρ ἐπὶ τῆς ΑΕ∠ τὸ ὄμμα τὸ Ε, ἀφ᾿ οὗ προσπιπτέτωσαν
                                ἀκτῖνες πρὸς <note type="footnote">1. λβ΄] λϛ΄ V, λδ΄ BVat. v. 3.
                                    προσπίπτωσιν] προσπιπτ B, προσπιπτέτωσαν v, Vat., corr. m. 2. 4.
                                    τῶν] corr. ex τόν v. ἁφῶν] ἐπαφῶν m. 8. κοινῆς] κοινῶν Bv, κοι
                                    Vat. 11. ὑπαρ B, Vat., corr. m. 2; ὑπάρχουσα v. 13. κῶνος] comp.
                                    B, κῶνον v. 14. προσπιπτέτ B. 15. ∠Ζ, ∠Γ] ∠Γ,
                                    ∠Ζ BVat. v. ∠Γ] corr. ex ∠Ν V. 18 ΖΑ] om. Bv,
                                    m. 2 Vat. Γ∠] ∠Γ BVat. v. 19. ποιείσει v. εὐθεῖαν]
                                    εὐθν BVat., εὐθεῖα v. 20. ἐπί] corr. ex ἐπεί m. τῆς] τ</note>
                                <pb n="58"/> τὸν κῶνον. ἐλεύσονται δὴ κατὰ τὰς ΑΖ, ΑΓ, ἐπειδήπερ ἐπὶ
                                παραλλήλου ἐπιπέδου κεῖται τὸ ὄμμα, κατ᾿ εὐθείας δὲ γραμμὰς φέρονται
                                αἱ ὄψεις. εἰ γὰρ ἐκτὸς πεσοῦνται τῶν ΑΓ, ΑΖ, κλασθήσονται αἱ ὄψεις·
                                ὅπερ <lb n="5"/> ἄτοπον. ἔστωσαν οὖν αἱ ΕΘ, ΕΗ. ἐπεὶ οὖν ἐπὶ
                                παραλλήλου μὲν ἐπιπέδου κατ᾿ εὐθείας γραμμὰς φέρονται αἱ ὄψεις, τὰ
                                δὲ ὑπὸ ἴσων γωνιῶν ὁρώμενα ἴσα φαίνεται, ὅσαι δ᾿ ἂν ὄψεις ἐπὶ τῆς
                                ΑΕ∠ εὐθείας τεθῶσι παράλληλοι, ἴσας γωνίας περιέχουσι, τὸ ἴσον
                                ἄρα τοῦ <lb n="10"/> κώνου ὀφθήσεται <del>εἴπερ ἴσον ὁρῶσιν· ἔλασσον
                                    δὲ τοῦ κώνου ὁρῶσιν· ὥστε καὶ τὸ ἔλαττον ὀφθήσεται τοῦ
                                    κώνου</del>.</p></div><div type="textpart" subtype="chapter" n="33"><head>λγ΄.</head><p>Πάλιν δέ γε τοῦ ὄμματος μετατεθέντος ἀπὸ τοῦ <lb n="15"/> ταπεινοῦ
                                μετεώρου μὲν τοῦ ὄμματος τεθέντος μεῖζον μὲν ἔσται τοῦ κώνου τὸ
                                ὁρώμενον, δόξει δὲ ἔλασσον φαίνεσθαι, ταπεινοτέρου δὲ ἔλασσον μὲν
                                ἔσται, δόξει δὲ μεῖζον φαίνεσθαι.</p><p>ἔστω κῶνος, οὗ βάσις μὲν ὁ ΒΓ κύκλος, κορυφὴ <lb n="20"/> δὲ τὸ Α
                                σημεῖον, καὶ ἔστωσαν αἱ πλευραὶ τοῦ κώνου αἱ ΒΑ, ΑΓ. ἐπεζεύχθω ἡ ΒΓ,
                                καὶ προσεκβεβλήσθω τῇ ΒΓ ἡ ΒΗ, καὶ ἤχθω διὰ τοῦ τυχόντος τοῦ Θ
                                σημείου τῇ ΑΒ παράλληλος ἡ ΘΚ. λέγω, ὅτι μεῖζον μὲν ἔσται, ἔλασσον
                                δὲ ὀφθήσεται τοῦ κώνου τὸ ὁρώμενον <lb n="25"/> τοῦ ὄμματος τεθέντος
                                ἐπὶ τοῦ Θ σημείου ἤπερ <note type="footnote">3. φαίρονται v. ἐκτός]
                                    ν supra scr. m. 2 V, ἐντός B Vat.1 m. 4. Α ΑΖ] corr. ex ΑΓΖ m. 2
                                    V, mut. in ΑΓΖ m. 2 Vat., ΑΓ, ΖΑ Vat.1. κλαισθήσονται v. 8. Post
                                    ἄν del. αἱ m. τῆς] τοῦ Vat., τήν v. 9. περιε Vat., περιέχει v.
                                    10. εἴπερ] mut. in ὅπερ m. 2 Vat., ὅπερ Vm. ἔλαττον Vat. v. δέ]
                                    ἄρα v. 13. λγ΄] λζ΄ V, λε΄ Vat. v. 14. μετα-</note>
                                <pb n="60"/> ἐπὶ τοῦ Κ. ἐπεζεύχθωσαν αἱ ΑΚ, ΑΘ, καὶ προσεκβεβλήσθω ἡ
                                ΑΘ ἐπὶ τὸ Η, ἡ δὲ ΑΚ ἐπὶ τὸ Λ. οὐκοῦν ἐπὶ τοῦ καὶ τοῦ Λ τεθέντος τοῦ
                                ὄμματος ἄνισα τὰ ὁρώμενα τοῦ κώνου ὀφθήσεται, καὶ μεῖζον <lb n="5"/>
                                μὲν ἔσται τὸ πρὸς τῷ Η, ἔλασσον δὲ ὂν μεῖζον ὀφθήσεται τὸ πρὸς τῷ Λ.
                                ἴσον δὲ τὸ πρὸς τῷ Η τῷ πρὸς τῷ Θ, τὸ δὲ πρὸς τῷ Λ τῷ πρὸς τῷ Κ, ὡς
                                ἐν τῷ πρὸ τούτου ἐδείχθη. τοῦ ἄρα ὄμματος πρὸς τῷ Θ τεθέντος μεῖζον
                                ἔσται τὸ ὁρώμενον τοῦ κώνου ἤπερ <lb n="10"/> πρὸς τῷ Κ, δόξει δὲ
                                ἔλασσον εἶναι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>