<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1:22-23</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1:22-23</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="22"><head>κβ΄.</head><p>Ἐὰν ἐν τῷ αὐτῷ ἐπιπέδῳ, ἐν τὸ ὄμμα, κύκλου <lb n="25"/> περιφέρεια
                                τεθῇ, ἡ τοῦ κύκλου περιφέρεια εὐθεῖα γραμμὴ φαίνεται.</p><p>ἔστω κύκλου περιφέρεια ἡ ΒΓ ἐν τῷ αὐτῷ ἐπιπέδῳ κειμένη τῷ ὄμματι τῷ
                                Α, ἀφʼ οὗ προσπιπτέτωσαν <note type="footnote">1. Ante ἔστιν del.
                                    comp. ἄρα B. 4. καί (alt.)] om B Vat. v. 5. ἐστι Vat. 6. κα΄]
                                    κβ΄ codd. 9. καί ] om. v</note>
                                <pb n="34"/> ἀκτῖνες αἱ ΑΒ, Α∠, ΑΕ, ΑΖ, ΑΗ, ΑΘ, ΑΓ. λέγω, ὅτι
                                ἡ ΒΓ περιφέρεια εὐθεῖα φαίνεται. κείσθω τῆς περιφερείας τὸ κέντρον
                                καὶ ἔστω τὸ Κ, καὶ ἐπεζεύχθωσαν εὐθεῖαι αἱ <lb n="5"/> ΚΒ, Κ∠,
                                ΚΕ, ΚΖ, ΚΗ, ΚΘ, ΚΓ. ἐπεὶ οὖν ἡ ΚΒ ὑπὸ τῆς ὑπὸ ΚΑΒ γωνίας <lb n="10"/> βλέπεται, ἡ δὲ Κ∠ ὑπὸ τῆς ὑπὸ ΚΑ∠, μείζων ἄρα
                                φανήσεται ἡ μὲν ΚΒ τῆς Κ∠, ἡ δὲ Κ∠ τῆς ΚΕ, ἡ δὲ ΚΕ τῆς
                                ΚΖ, καὶ ἐκ τοῦ ἑτέρου μέρους <lb n="15"/> ἡ μὲν ΚΓ τῆς ΚΘ, ἡ δὲ Κ
                                τῆς ΚΗ, ἡ δὲ ΚΗ τῆς Κ μείζων φανήσεται. διὰ τοῦτο δὴ τῆς μενούσης
                                εὐθείας τῆς ΚΑ κάθετος ἡ ΒΓ ἀεί ἐστιν. τὰ δʼ αὐτὰ συμβήσεται καὶ ἐπὶ
                                τῆς κοίλης περιφερείας.</p><p>Ἄλλως.</p><lb n="20"/><p>Δυνατὸν δὲ καὶ ἐπʼ αὐτῶν τῶν ὄψεων ταῦτα λέγειν, ὅτι ἐλαχίστη μὲν ἡ
                                μεταξὺ τοῦ Α ὄμματος καὶ τῆς διαμέτρου, ἀεὶ δὲ ἡ ἔγγιον αὐτῆς
                                ἐλάττων τῆς ἀπώτερον. ταὐτὰ δὲ συμβαίνει καὶ [ἐὰν] καθέτου ἐπʼ αὐτὴν
                                οὔσης τῆς Α Ζ. διὰ τοῦτο φαντασίαν εὐθείας <lb n="25"/> ἀποστέλλει ἡ
                                περιφέρεια, καὶ μάλιστα εἰ ἀπὸ πλείονος φαίνοιτο διαστήματος ὥστε μὴ
                                συναισθάνεσθαι ἡμᾶς τῆς κυρτότητος. διὰ τοῦτο καὶ οἱ μὴ πάνυ
                                ἀποτεταμένοι κάλοι ἐκ πλαγίου μὲν ὁρώμενοι ἐγχάλασμα ἔχειν <note type="footnote">2. ΒΓ] ΓΒ Va. 5. KB]  BK m. 6. ΚΖ] ΚΓ Bv. 8. ΚΒ]
                                    ΒΚ v. 9 ὑπό] supra scr. m. 2 V. ΚΑB] ΚΒ</note>
                                <pb n="36"/> δοκοῦσιν, ὑποκάτωθεν δʼ εὐθεῖς εἶναι, καὶ αἱ σκιαὶ δὲ
                                τῶν κρίκων ἐν τῷ αὐτῷ ἐπιπέδῳ κειμένων τῷ φωτίζοντι εὐθεῖαι
                                γίνονται.</p><p>Ἄλλως.</p><lb n="5"/><p>Ἐὰν ἐν τῷ αὐτῷ ἐπιπέδῳ τῷ ὄμματι κύκλου περιφέρεια τεθῇ, εὐθεῖα
                                γραμμὴ ἡ τοῦ κύκλου περιφέρεια φαίνεται.</p><p>ἔστω κύκλου περιφέρεια ἡ ΒΓ, ὄμμα δὲ <lb n="10"/> ἔστω τὸ ∠ ἐν
                                τῷ αὐτῷ ἐπιπέδῳ ὄν τῇ ΒΓ περιφερείᾳ, ἀφʼ οὗ προσπιπτέτωσαν ὄψεις αἱ
                                ∠Β, ∠Ζ, ∠Γ. οὐκοῦν, ἐπειδὴ τῶν ὁρωμένων οὐδὲν ὅλον
                                ἅμα ὁρᾶται, εὐθεῖα ἄρα <lb n="15"/> ἐστὶν ἡ ΒΖ. ὁμοίως δὴ καὶ ἡ ΖΓ.
                                ὅλη ἄρα ἡ ΒΓ περιφέρεια εὐθεῖα δόξει.</p></div><div type="textpart" subtype="chapter" n="23"><head>κγ΄.</head><p>Σφαίρας ὁπωσδηποτοῦν ὁρωμένης ὑπὸ ἑνὸς ὄμματος ἔλασσον ἀεὶ
                                ἡμισφαιρίου φαίνεται, αὐτὸ δὲ τὸ ὁρώμενον <lb n="20"/> τῆς σφαίρας
                                μέρος κύκλου περιφέρεια φαίνεται.</p><p>ἔστω σφαῖρα, ἧς κέντρον μὲν τὸ Α, ὄμμα δὲ ἔστω τὸ Β. καὶ ἐπεζεύχθω ἡ
                                ΑΒ, καὶ ἐκβεβλήσθω τὸ διὰ τῆς ΒΑ ἐπίπεδον. ποιήσει οὖν τομὴν·
                                κύκλον. ποιείτω τὸν Γ∠ΘΗ κύκλον, καὶ περὶ διάμετρον τὴν ΑΒ
                                κύκλος <lb n="25"/> γεγράφθω ὁ ΓΒ∠, καὶ ἐπεζεύχθωσαν εὐθεῖαι
                                αἱ ΓΒ, Β∠, Α∠, ΑΓ. ἐπεὶ οὖν ἡμικύκλιόν ἐστι τὸ ΑΓΒ, ὀρθὴ
                                γωνία ἐστὶν ἡ ὑπὸ ΑΓΒ· ὁμοίως καὶ ἡ ὑπὸ Β∠Α. <note type="footnote">1. δοκοῦσι v εὐθεῖς] -θεῖς in ras. V, εὐσθεῖς v,
                                    εὐθέσ Vat. 1 m. 4. ἄλλως] κε΄ V Vat. v (B?), ἄλλως τὸ αὐτό Vat.
                                    1m.</note>
                                <pb n="38"/> αἱ ΓΒ, Β∠ ἄρα ἐφάπτονται. ἐπεζεύχθω οὖν ἡ
                                Γ∠, καὶ ἤχθω διὰ τοῦ Α σημείου τῇ Γ∠ παράλληλος ἡ ΗΘ.
                                ὀρθαὶ ἄρα αἱ πρὸς τῷ Κ. ἐὰν <lb n="5"/> δὴ τὸ ΒΓΚ τρίγωνονμενούσης
                                τῆς Α Β περὶ τὴν ὀρθὴν γωνίαν τὴν Κ <lb n="10"/> περιενεχθὲν εἰς τὸ
                                αὐτὸ πάλιν ἀποκατασταθῇ, ὅθεν ἤρξατο φέρεσθαι, ἡ μὲν Β Γ καθʼ ἓν
                                σημεῖον ἐφάψεται τῆς <lb n="15"/> σφαίρας, ἡ δὲ ΚΓ ποιήσει τὴν τομὴν
                                κύκλον. κύκλου μὲν ἄρα περιφέρεια ὀφθήσεται ἐν τῇ σφαίρᾳ. λέγω δέ,
                                ὅτι καὶ ἔλαττον ἡμισφαιρίου. ἐπεὶ γὰρ ἡμικύκλιόν ἐστι τὸ ΗΘ, τὸ
                                Γ∠ ἔλαττον ἡμικυκλίου ἐστίν. καὶ ὁρᾶται ὑπὸ τῶν ΒΓ Β∠
                                ἀκτίνων τὸ αὐτὸ τῆς σφαίρας <lb n="20"/> μέρος. ἔλαττον ἄρα
                                ἡμισφαιρίου τὸ Γ∠· καὶ ὑπὸ τῶν ἀκτίνων τῶν ΒΓ, Β∠
                                βλέπεται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>