<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1:14-15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1:14-15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="14"><head>ιδ΄.</head><lb n="5"/><p>Τῶν ἴσων μεγεθῶν καὶ ἀνωτέρω τοῦ ὄμματος κειμένων τὰ πόρρω
                                ταπεινότερα φαίνεται.</p><p>ἔστω ἴσα μεγέθη τὰ ΑΒ, Γ∠, ΕΖ μετεωρότερα κείμενα τοῦ ὄμματος
                                τοῦ Η. λέγω, ὅτι τὸ ΑΒ τοῦ Γ∠ ταπεινότερον φαίνεται, τὸ δὲ
                                Γ∠ <lb n="10"/> τοῦ ΕΖ. προσπιπτέτωσαν ἀκτῖνες αἱ ΗΒ,
                                Η∠, ΗΖ. ἐπεὶ οὖν ἡ ΗΒ ἀκτὶς τῆς Η∠ ἐστι ταπεινοτέρα, ἡ
                                δὲ Η∠ τῆς ΗΖ, ἀλλʼ ἐν ᾧ εἰσιν αἱ ΗΒ, Η∠ ΗΖ, ἐν τούτῳ
                                ἐστὶ <lb n="15"/> καὶ τὰ Β, ∠, Ζ σημεῖα, ἐν ᾧ δὲ τὰ Β,
                                ∠, Ζ, ἐν τούτῳ καὶ τὰ ΑΒ, Γ∠, ΕΖ μεγέθη, τὸ μὲν ΑΒ ἄρα
                                τοῦ Γ∠ ταπεινότερον φαίνεται, τὸ δὲ Γ∠ τοῦ ΕΖ
                                    <del>ταπεινότερόν ἐστιν</del>.</p></div><div type="textpart" subtype="chapter" n="15"><lb n="20"/><head>ιε΄.</head><p>Ὅσα ἀλλήλων ὑπερέχει ὑπὸ τὸ αὐτὸ ὄμμα κείμενα, προσιόντος μὲν τοῦ
                                ὄμματος μείζονι μεῖζον τὸ ὑπερφαινόμενον φαίνεται, ἀπιόντος δὲ
                                ἐλάσσονι.</p><p>ἔστω δύο ἄνισα μεγέθη τὰ ΑΒ, Γ∠, μεῖζον δὲ ἔστω <lb n="25"/> τὸ
                                Α Β, ὄμμα δὲ ἔστω τὸ Ε, ἀφʼ οὗ προσπιπτέτω ἀκτὶς διὰ τοῦ Γ ἡ ΕΖ.
                                ἐπεὶ οὖν ὑπὸ τοῦ ὄμματος καὶ τῆς ΕΖ ἀκτῖνος τὰ ΖΒ, Γ∠
                                φαίνεται, τὸ ΑΒ ἄρα τοῦ Γ∠ <note type="footnote">1. ἐστί| εἰσί
                                    m Γ(pr)] Ν v. ᾧ] οἷς m, corr ex ᾧ V. Ε] e corr. V. 2. τούτοις m.
                                    3. Γ∠ (alt)]</note>
                                <pb n="24"/> ὕπερθεν φαίνεται τῷ ΑΖ μεγέθει. μετακείσθω τὸ ὄμμα
                                ἐγγυτέρω καὶ ἔστω τὸ Η, ἀφʼ οὗ προσπιπτέτω ἀκτὶς διὰ τοῦ Γ ἡ ΗΘ.
                                ἐπεὶ οὖν ὑπὸ τοῦ ὄμματος καὶ τῆς ΗΘ ἀκτῖνος φαίνεται τὸ Γ∠ καὶ
                                τὸ ΘΒ, τὸ <lb n="5"/> ΑΒ ἄρα τοῦ Γ∠ μεῖζον φανήσεται τῷ ΑΘ.
                                ἐβλέπετο δὲ ὑπὸ τοῦ Ε τῷ Α μεῖζον, μεῖζον δὲ τὸ ΑΘ τοῦ ΑΖ.
                                προσιόντος μὲν ἄρα τοῦ ὄμματος μεῖζον τὸ ὑπερφαινόμενον φαίνεται
                                μείζονι, ἀπιόντος δὲ ἐλάττονι <del>φαίνεται τὸ ὑπερφαινόμενον
                                    μεῖζον</del>.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>