<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1764.tlg001.1st1K-grc1:4.8.1-4.10.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1764.tlg001.1st1K-grc1:4.8.1-4.10.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1764.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="paragraph" n="1"><p>Ἔστω ἐπὶ ὑποδείγματος γένεσις οὕτω ἔχουσα. Ἥλιος Ἀφροδίτη Καρκίνῳ,
                                Σελήνη ὡροσκόπος Ἰχθύσιν, <add cause=" omitted">Κρόνος</add>
                                πανσέληνος Τοξότῃ, Ζεὺς <add cause=" omitted">Αἰγόκερῳ</add>, Ἄρης
                                Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ Δαίμων Σκορπίῳ·
                                ζητῶ δὲ ἔτος ο΄. <lb n="15"/> ἀπέλυσα τοὺς μὲν σωματικοὺς χρόνους
                                ἀπὸ Λέοντος, δοὺς αὐτῷ πρώτῳ Λέοντι ἔτη ιθ΄· εἶτα Παρθένῳ ἔτη κ΄,
                                εἶτα Ζυγῷ ἔτη η΄, εἶτα Σκορπίῳ ἔτη ιε΄ γίνεται ἔτη ξβ΄. ἐν τούτοις
                                πολλοὺς μὲν κλιμακτῆρας ἔσχε καὶ ἀπὸ ὕψους πτώσεις καὶ μελῶν
                                θραύσεις. καὶ ἑξῆς τὰ λοιπὰ ἔτη η΄ ἀπὸ Τοξότου ἐπικειμένου Κρόνου
                                παῤ <lb n="20"/> αἵρεσιν· ἐν τούτοις καὶ ναυάγια καὶ σωματικὰς
                                ὀχλήσεις ὑπέμεινεν. τὴν δὲ αἰτίαν τοῦ πάθους ἀπὸ τοῦ ζῳδίου, ἔνθα
                                εὑρίσκεται ὁ κύριος τοῦ κλήρου διοδεύων, λαμβάνομεν· οἷον ὁ κλῆρος
                                Λέοντι, ὁ κύριος τοῦ Λέοντος Ἥλιος εὑρέθη ἐν τῷ Καρκίνῳ· σημαίνει δὲ
                                ὁ Καρκίνος στῆθος καὶ στόμαχον· τὴν αἰτίαν οὖν τοῦ πάθους <lb n="25"/> λέγομεν γεγενῆσθαι ἀπὸ τοῦ Καρκίνου. τοὺς ἐπιμερισμοὺς γὰρ
                                λαμβάνει τῶν ἐτῶν καὶ ἀνὰ τξ΄ ἡμέρας ποιεῖ· τὰς γὰρ ε΄ δ΄ κατʼ ἴδιον
                                ψηφίζων προστίθει τοῖς ἔτεσι. ἔδωκεν οὖν τῷ Τοξότῃ ἐνιαυτόν·
                                Αἰγόκερῳ ἔτη β΄ μῆνας γ΄· Ὑδροχόῳ ἔτη β΄ μῆνας ς΄· Ἰχθύσιν ἐνιαυτόν·
                                εἶτα Κρίῷ τὰ λοιπὰ εἰς συμπλήρωσιν τῶν θ΄ <lb n="30"/> ἐτῶν. Ἄρης
                                οὖν τῶν σωματικῶν χρόνων κυριεύσας ἀπὸ Τοξότου παραλαβὼν Κρόνου
                                ἐπικειμένου τῷ Τοξότῃ τέλος ἐπήγαγεν <note type="footnote">1
                                    εὐημερΐσει V 2 fors. παρὰ τὴν ἀσχολείας V 5 ζημίας V 8 an
                                    σχηματισμός? 10 ὑποδείγματος V 12 post Sagittarii signum ℂ π ut
                                    vid. V (═ πανσέληνος?), transposui 19—20 Saturnus die gaudet et
                                    παῤ αἵρεσιν est, si in signo nocturno versatur; ergo in alio
                                    potius esset atque in Sagittario (Bouché-Leclercq, 156); cf. ad
                                    v. 31 24 στομάχου V 26 δ΄] λ΄ V 29 θ΄] nempe η΄ 30 Mars enim
                                    Scorpii dominus est, in quo eat Daemon. 31 supra Sagittarii
                                    signum Arietis posuisse vid. Vb ἐπάγαγεν V</note>
                                <pb n="168"/> ἐτελεύτα δὲ προσινωθεὶς στόμαχον καὶ βηχὸς
                                προπειραθείς ἦν γὰρ καὶ ὁ θανατικὸς τόπος Ἰχθύσι Σελήνης ἐπικειμένης
                                καὶ Κρόνου καθυπερτεροῦντος, ἐξ οὗ ἡ δυναστεία. ἄλλως τε καὶ αὐτὸς ὁ
                                κύριος τῆς πανσελήνου Κρόνος ἀπόστροφος γενόμενος τὸ εἶδος τῆς
                                βιαιοθανασίας ἐπήγαγε. τὸ δὲ σίνος τοῦ στομάχου καὶ βηχός, <lb n="5"/> ἐπεὶ ὁ κύριος τοῦ κλήρου Ἥλιος ἐν Καρκίνῳ εὑρέθη· ὁ δὲ Καρκίνος
                                στῆθος καὶ στόμαχον δηλοῖ. τοὺς δὲ πρακτικοὺς χρόνους ἐποιησάμην ἀπὸ
                                Σκορπίου αὐτῷ τῷ Ἄρει δοὺς ἔτη ιε΄, εἶτα Τοξότῃ ιβ΄ ἐπικειμένου
                                Κρόνου· ἕως ἐτῶν κζ΄ ἀνώμαλος ἀλήτης γέγονεν. ὑπὸ δὲ ἐπιτρόπων
                                ἱκανὸς βίος αὐτοῦ ἀνηλώθη· ἦν γὰρ καὶ <lb n="10"/> ὁ περιποιητικὸς
                                Διδύμοις καὶ οὐδεὶς τῶν ἀγαθοποιῶν ἐπεθεώρησε, μόνος δὲ Κρόνος
                                ἠναντιώθη. εἶτα ἑξῆς Αἰγόκερως παρέλαβεν ἐπὶ ἔτη κζ΄, Διὸς
                                ἐπικειμένου καὶ ἀγαθοδαιμονοῦντος, ἀκρονύκτου δὲ ὑπὸ Ἡλίου καὶ
                                Ἀφροδίτης θεωρουμένου· καὶ ὅλην μὲν τὴν χρονογραφίαν ἔμπρακτον
                                κατήγαγε καὶ δημοσίας καὶ βασιλικὰς πράξεις <lb n="15"/> ἐπιστεύθη
                                καὶ γέγονεν ἡγεμόνων καὶ βασιλέων φίλος καὶ ἐκτήσατο πολλὰ
                                ὁμολογουμένως, ἐναντιώματα δὲ καὶ ἀνωμαλίας κατὰ καιρὸν ὑπομένων
                                κατὰ τὰς τῶν κακοποιῶν παραλήψεις ἢ ἐπιμαρτυρίας, ἀπαράμονον δὲ τὴν
                                κτῆσιν διὰ τὸ ἀφαιρετικὸν εὑρῆσθαι τὸν Δία καὶ ἰδίῳ ταπεινώματι.
                                μετὰ δὲ τὸν Αἰγόκερω παραλαβόντος τοὺς <lb n="20"/> χρόνους Ὑδροχόου
                                Ἄρεος καὶ Ἑρμοῦ μαρτυροῦντος τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων αὐτὸς
                                μὲν τῶν πράξεων ἐπαύσατο, πολλὰ δὲ ἀφελῶς πιστεύσας ἀπώλεσεν,
                                οἰκείοις δὲ καὶ δούλοις τὰς πίστεις ἐνεχείρησεν, ὧν διʼ ἀμέλειαν καὶ
                                σπάνιν χρεωστίαις περιπεσὼν ἔκπτωτος εὑρέθη διὰ τὸ καὶ τὴν καθολικὴν
                                ὑπόστασιν οὕτω <lb n="25"/> φέρειν. αὐτὸς οὖν Ὑδροχόος ἔλαβεν ἔτη β΄
                                μῆνας ς΄, εἶτα Ζεὺς ἐνιαυτὸν α΄, εἶτα Ἄρης ἐνιαυτὸν καὶ μῆνας γ΄,
                                εἶτα Ἀφροδίτη μῆνας η΄, εἶτα Ἑρμῆς ἐνιαυτὸν α΄ μῆνας η΄ ἔκτοτε εἰς
                                μείωσιν πολλὴν ἐχώρει τὰ πράγματα· εἶθ᾿ ἑξῆς Σελήνη παρέλαβε ἔτη β΄
                                μῆνα α΄· ἐν τούτοις ἔδοξέν τινα ἀπειληφέναι τὰ προπεπιστευμένα <lb n="30"/> καὶ <del>εἰς</del> φίλων βοηθείας τετευχέναι. εἶτα
                                ὁμοίως ἔλαβεν ὁ Ἥλιος ἐνιαυτὸν α΄ μῆνας ζ΄ ἐν Λέοντι καὶ Ἑρμῆς
                                Παρθένῳ ἐνιαυτὸν α΄ μήνας η΄ κακοποιῶν οὖν μαρτυρησάντων τοῖς τόποις
                                καὶ τῷ Ἐρμῇ ἐν τούτοις τοῖς χρόνοις καθῃρέθη· καὶ γὰρ ὁ κλῆρος ἐν
                                    <note type="footnote">3 Saturnus in Sagitt. positus καθυπερτερεῖ
                                    Pisces (Catal., I, 157); an ἐφ᾿ οὗ? cf. 185, 37 5 ἐπήγαγε V 8
                                    nempe τῷ Σκορπίῳ aut τῷ 〈Σκ. διὰ τὸν〉 Ἄρεα 11 περιπ. eat
                                    undecimus locus a Sorte Fortunae ἐπιθεώρησε V 13 XI. enim locus
                                    est boni genii nolui ἀκρονύκτου V 23 ἀπόλεσεν V δὲ] τε V 30
                                    ἔδοξαν V 31 sc. nunc ad Aquarii diametrum transitur 34 sc. Sors
                                    Fortunae VI. est loco</note>
                                <pb n="169"/> ἀποκλίσει εὑρέθη καὶ ὁ κύριος τοῦ τριγώνου τῆς Σελήνης
                                Ἄρης. μετὰ δὲ τὸν τοῦ Ἑρμοῦ ἔλαβεν Ἀφροδίτη μῆνας η΄. ἑξῆς Ἄρης
                                ἐνιαυτὸν μῆνας γ΄, εἶτα Τοξότης ἐνιαυτὸν α΄· καὶ τὸ τέλος
                                ἐγένετο.</p></div></div><div type="textpart" subtype="chapter" n="9"><head><add cause=" omitted">θ΄.</add> Περὶ κοσμικοῦ ἐνίαυτοῦ <lb n="5"/> καὶ
                            τοῦ πρὸς τὴν διαίρεσιν ἐνιαυτοῦ, πόσων ἐκάτερος ἡμερῶν ἑστι και πῶς δεῖ
                            λογίζεσθαι.</head><div type="textpart" subtype="paragraph" n="1"><p>Ἐπεὶ δὲ ὁ μὲν κοσμικὸς ἐνιαυτός ἐστιν ἡμερῶν <add cause=" omitted">τ</add>ξε΄ δ΄, πρὸς δὲ τὴν διαίρεσιν ὁ ἐνιαυτὸς λζ΄, τὰς ἀνὰ ε΄
                                ἑκάστου ἔτους ἀφαιροῦντες καὶ τὸ τέταρτον τῶν ἐνιαυτῶν καὶ
                                συναγαγόντες τὰ <lb n="10"/> ἔτη τότε τὰς διαιρέσεις ποιησόμεθα·
                                οὕτως γὰρ καὶ ἐπὶ τῆς προκειμένης γενέσεως ἐλογισάμεθα. οἷον ἔστω
                                τινὰ κατὰ γένεσιν λγ΄ ἔτη κατάγειν, γεγενῆσθαι δὲ Τυβὶ ιε΄, ζητεῖν
                                δὲ τοῦ λγ΄ ἔτους Μεσωρὶ κ΄. ἔλαβον τῶν λ΄ ἐτῶν τὰς ἀνὰ ε΄· γίγνονται
                                ρν΄ καὶ τῶν δύο τῶν πλήρων ι΄ καὶ τὸ τέταρτον τῶν λβ΄ γίνονται η΄
                                    <lb n="15"/> γίνονται ὁμοῦ ρξη΄. εἶτα ἔλαβον ἀπὸ τῆς ιε΄ τοῦ
                                Τυβὶ ἕως ἧς ζητοῦμεν ἡμέρας Μεσωρὶ κ΄· γίνονται σιε΄ ταύτας
                                προσέθηκα ταῖς ρξη΄ γεγόνασι τπγ΄ ἐκ τούτων ἀφαιρῶ τξ΄ λοιπαὶ κγ΄
                                ἔσται οὖν ἡ γένεσις κατάγουσα ἔτη κατὰ τὴν διαίρεσιν πλήρη λγ΄ καὶ
                                ἡμέρας κγ΄ ταῦτα τὰ ἔτη καὶ τὰς ἡμέρας ἐν τῇ τῶν χρόνων <lb n="20"/>
                                ἀφέσει ποιοῦμαι.</p></div></div><div type="textpart" subtype="chapter" n="10"><head><add cause=" omitted">ι΄.</add> Περὶ μερισμοῦ ἐτῶν καὶ μηνῶν καὶ
                            ἡμερῶν πλειόνων καὶ ἐλαττόνων καὶ ὡρῶν ἐκάστου ἀστέρος καὶ τούτων
                            χρήσεις εἰς τὰς γενέσεις.</head><div type="textpart" subtype="paragraph" n="1"><p>Καθάπερ δὲ ἑκάστης περιόδου τὸ ιβ΄ τῶν ἐτῶν λαβόντες ἐπιγνωσόμεθα,
                                πόσας ἕκαστος ἡμέρας μερίζει. οἷον ἐπεὶ ὁ Κριὸς μερίζει ἔτη ιε΄,
                                τούτων τὸ ιβ΄ εἰσὶ μῆνες ιε΄· ὁμοίως τούτων τὸ ιβ΄ ἡμέραι λζ΄ ἥμισυ·
                                καὶ πάλιν τούτων τὸ ιβ΄ ἡμέραι γ΄ ὧραι γ΄. ταῦτα μερίζειν κατὰ τὸν
                                ἐπιβάλλοντα χρόνον. καὶ τῶν ἄλλων ἀστέρων ὁ ἐπιμερισμὸς οὕτως
                                εὑρεθήσεται, οἷον ἐάν τις τῇ διαιρέσει προσέχῃ καὶ πρὸς καθολικοὺς
                                χρόνους καὶ ἐνιαυσιαίους καὶ μηνιαίους καὶ πρὸς ἡμέρας καὶ ὥρας
                                εὕρῃ. λεπτομερέστερον οὖν ὑποτάξομεν τὰ ἐπιβάλλοντα ἑκάστῳ ἀστέρι
                                πρὸς τὸ μὴ πλέκεσθαι <note type="footnote">2 ἔλαθον V Venus ut
                                    Librae, Mars ut Scorpii domiuus 12 γεγονῆσθαι V 13 μεσορὶ hic et
                                    infra V 14 pleni sunt anni XXXI et XXXII. cum XXXIII non iam sit
                                    plenus 17 τπς΄ V 24 an καθάπαξ? 30 προσέχει V 31 verba non
                                    sana</note>
                                <pb n="170"/> τοὺς ἐντυγχάνοντας. οἷον Ἥλιος ἔτη ιθ΄ μῆνας ιθ΄
                                ἡμέρας μζ΄ ἥμισυ ἡμέρας γ΄ ὥρας κγ΄ Σελήνη ἔτη κε΄ μῆνας κε΄ ἡμέρας
                                ξβ΄ ἥμισυ ἡμέρας ε΄ ὥρας ε΄. Κρόνος ἔτη λ΄ μῆνας λ΄ ἡμέρας ο<add cause=" omitted">έ</add> ἡμέρας ς΄ ὥρας ς΄. Αἰγόκερως ἔτη κζ΄
                                μῆνας κζ΄ ἡμέρας ξζ΄ ἥμισυ ἡμέρας ε΄ ὥρας <add cause=" omitted">ι</add>ε΄. Ζεὺς ἔτη ιβ΄ μῆνας ιβ΄ ἡμέρας λ΄ ἡμέρας <lb n="5"/>
                                β΄ ὥρας ιβ΄. Ἄρης ἔτη ιε΄ μῆνας ιε΄ ἡμέρας λζ΄ ἥμισυ ἡμέρας γ΄ ὥρας
                                γ΄. Ἀφροδίτη ἔτη η΄ μῆνας η΄ ἡμέρας κ΄ ἡμέραν α΄ ὥρας ις΄. Ἑρμῆς ἔτη
                                κ΄ μῆνας κ΄ ἡμέρας ν΄ ἡμέρας δ΄ ὥρας δ΄. Ἐπὰν οὖν εὕρωμεν γένεσιν
                                ἐτῶν ν΄ ἢ ξ΄, τὴν ἄφεσιν τῶν ἐτῶν ποιησόμεθα ἀπὸ κλήρου τύχης ἢ
                                δαίμονος ζῳδιακῶς, διδόντες ἑκάστῳ <lb n="10"/> τὴν περίοδον τῶν
                                ἐτῶν ἐφ᾿ ὅσον δύναται ὑπακούειν· εἶτα μῆνας δώσομεν, εἶτα ἡμέρας καὶ
                                ὥρας. ἐὰν δὲ νηπίου ἡ γένεσις εὑρεθῇ, ἀπὸ τῆς ἀφέσεως πρῶτον ὥρας
                                μεριοῦμεν, εἶτα ἡμέρας εἶτα μῆνας.</p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Ἑρμῆς Αἰγοκέρωτι, <lb n="15"/>
                                Κρόνος Ζεὺς Λέοντι, Ἄρης Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Διδύμοις,
                                ὡροσκόπος Λέοντι, ὁ κλῆρος τῆς τύχης Ἰχθύσιν, ὁ τοῦ δαίμονος
                                Αἰγοκέρωτι· ἔνθεν καὶ ἡ ἄφεσις ἔστω τῆς τύχης ἀπὸ Ἰχθύων. ζητεῖν τοῦ
                                τετάρτου ἔτους Μεσωρὶ ις΄ σὺν ταῖς ἀνὰ ε΄ ἑκάστου ἔτους. ἐπεὶ οὖν
                                τοῖς Ἰχθύσι τὰ ιβ΄ οὐδέπω ἐμέρισε, δέδωκα <lb n="20"/> αὐτοῖς ἔτος
                                α΄, εἶτα Κριῷ ἔτος α΄ μῆνας γ΄, Ταύρῳ μῆνας η΄· γίνεται ἔτη β΄ μῆνες
                                ια΄. εἶθ᾿ ἑξῆς δώσει Ἑρμῇ ἔτος α΄ μῆνας η΄ ἔως συμπληρώσεως τῶν
                                τεσσάρων ἐτῶν καὶ μηνῶν ζ΄· οὐδέπω δʼ ἡ γένεσις πεπλήρωκε τοῦτον τὸν
                                χρόνον. ἔστω οὖν χρονοκράτωρ Ἑρμῆς ἤδη ἔχων μῆνας η΄ ἡμέρας ιε΄
                                γίνονται ἡμέραι σνε΄· <lb n="25"/> ταύτας δέον ἐπιμερίσαι κατὰ τὸ
                                ἑξῆς· ἐξ ὧν ἑαυτῷ πρῶτον Ἑρμῆς τουτέστι τοῖς Διδύμοις ἔδωκεν ἡμέρας
                                ν΄, εἶτα Καρκίνῳ ἡμέρας ξβ΄ ἥμισυ, εἶτα Λέοντι ἡμέρας μζ΄ ἥμισυ,
                                εἶτα Παρθένῳ ν΄, εἶτα Ζυγῷ κ΄· γίνονται ἡμέραι σλ΄ λοιπαὶ ἡμέραι κε΄
                                ταύτας Ἄρης ἕξει ἐν Σκορπίῳ ἐκ τῶν τῆς Ἀφροδίτης ἡμερῶν καὶ μέχρι
                                    <lb n="30"/> συμπληρώσεως τῶν λζ΄ ἥμισυ· τὰς οὖν κε΄ ἡμέρας ὁ
                                Ἄρης ἐπιμερίσει τοῖς ἑξῆς· πρῶτον δὲ ἑαυτῷ ἡμέρας γ΄ ὥρας γ΄, εἶτα
                                Τοξότῃ ἡμέρας β΄ ἥμισυ, εἶτα Αἰγόκερῳ ἡμέρας ε΄ ὥρας ιε΄, εἶτα
                                Ὑδροχόῳ ἡμέρας ς΄ ὥρας ς΄, εἶτα Ἰχθύσι ἡμέρας β΄ ἥμισυ· Κριῷ ἡμέρας
                                γ΄ ὥρας λ΄, Ταύρῳ εἰς συμπλήρωσιν τῶν κε΄ ἡμερῶν τὰς <lb n="35"/>
                                λοιπάς. καθολικὸς οὖν κοσμοκράτωρ Ζεύς, δεύτερος Ἑρμῆς ἀπὸ Διὸς
                                παραλαβών. τρίτος Ἄρης ἀπὸ Ἑρμοῦ, τετάρτη Ἀφροδίτη <note type="footnote">3 μηνῶν ex μῆνας aut contra V 4 mire stellis
                                    interponitur signum 5 μῆνες V ἡμέραι λ΄ V 19 μεσορὶ V 22 etiam
                                    Ἑρμῆς legere licet, cf. 25 28 νζ΄ V 36 nempe χρονοκράτωρ? cf.
                                    171, 6</note>
                                <pb n="171"/> ἀπὸ Ἄρεος. σκοπεῖν οὖν δεήσει δεήσει τούτους ἐπὶ
                                γενέσειως, τῶς εἰσι κείμενοι καὶ πῶς πρὸς ἀλλήλους σχηματίζονται,
                                καὶ οὔτως ἀποφαίνεσθαι.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>