<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1764.tlg001.1st1K-grc1:4.5.1-4.7.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1764.tlg001.1st1K-grc1:4.5.1-4.7.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1764.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="paragraph" n="1"><p>Αἱ δὲ τῶν συνδέσμων λύσεις ἐν διαφόροις γενήσονται διὰ τὰς τῶν
                                ἀστέρων φύσεις. Ἥλιος μὲν οὖν καὶ Σελήνη Κρόνῳ παραδιδόντες
                                ἐναντιωμάτων καὶ φόβων εἰσὶ δηλωτικοί, ἐπάγοντες <lb n="20"/> ἔχθρας
                                μειζόνων καὶ ἀπειλὰς μυστικῶν καὶ παλαιῶν πραγμάτων ἕνεκα, ἀνασκευὰς
                                κρίσεις τε καὶ ἀντικαταστάσεις καὶ ὑπόπτους βίους καὶ ἀξίας
                                καθαιρέσεις σωματικάς τε ὀχλήσεις καὶ κινδύνους ναυάγια αἰφνιδίους
                                τε καταπτώσεις καὶ αἰτίας πλείστας, ἐκτὸς εἰ μὴ ἀγαθοποιοὶ ἐπόντες ἢ
                                μαρτυροῦντες τῶν αἰτίων τὰς ἐκβάσεις <lb n="25"/> ἀμαυρώσουσιν.
                                Ἑρμῆς δὲ ἀπὸ Παρθένου ἢ Διδύμων Διὶ μεταπαραδιδοὺς τὸν χρόνον
                                μεταβολὴν πραγμάτων ἀποτελεῖ καὶ καινοποιίας πράξεων· καὶ ἐὰν ἐπὶ
                                γενέσεως οἱ τόποι κακωθῶσιν ἢ καὶ αὐτὸς Ἑρμῆς, τοῦ καθολικοῦ χρόνου
                                ἐναντίου γενομένου, ἡ τοῦ συνδέσμου λύσις τὴν μεταβολὴν ἐπὶ τὸ
                                κρεῖσσον ἕξει καὶ πράξεων δηλωτικὴ <lb n="30"/> γενήσεται. ἐὰν δὲ οἱ
                                τόποι ὑπὸ ἀγαθοποιῶν φρουρούμενοι ἀγαθὸν τὸν χρόνον ἀποτελῶσι, μετὰ
                                    <add cause=" omitted">τὸν</add> κύκλον ἡ τοῦ συνδέσμου λύσις
                                ἐπιτάραχος καὶ ἐπιζήμιος γενήσεται. Κρόνος δὲ ἀπὸ Αἰγόκερω καὶ
                                Ὑδροχόου λύων σύνδεσμον εἰς Λέοντα καὶ Καρκίνον πρακτικὸν <note type="footnote">2 ἐν τοῖς] ἐντὸς V 3 τοῦ τε] τοῦτο V 5 nempe ὑφ᾿
                                    αὑτῶν 6 τροπῆς Vb] ἀρχῆς Va 7 ἰσημερίας nota scriptum (ας
                                    certum); haec si sana sunt, mire locutus est Valens 9 potius
                                    Καρκίνῳ i. e. Sol in Cancro positus 10 τῇ νυκτὶ] τὴν (Ἀφροδίτην)
                                    V 31 ἀποτελοῦσι V</note>
                                <pb n="164"/> τὸν χρόνον δηλοῖ· τὰ γὰρ ἐκ σκότους εἰς φῶς ἄγει καὶ
                                τοῖς δυναστικοῖς ζῳδίοις τὴν διαίρεσιν τῶν χρόνων παραδιδοὺς
                                ἐνεργέστερος καθίσταται κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως. τὰς δὲ
                                δόξας καὶ τὰς ὠφελείας παρέχει κατὰ τοὺς ἐπόντας ἀστέρας.</p></div></div><div type="textpart" subtype="chapter" n="6"><head><add cause=" omitted">ς΄.</add> Πόσα ἔτη μερίζει ἕκαστον ζῴδιον· καὶ
                            τέλεια <lb n="5"/> ἔτη τῶν ἀστέρων.</head><div type="textpart" subtype="paragraph" n="1"><p>Μερίζει δὲ ὁ μὲν Ὑδροχόος ἔτη λ΄, ὁ Αἰγόκερως κζ΄, ἐπεὶ ὁ Ἥλιος
                                δεσπόζει τελείων ἐτῶν ρκ΄, ὧν τὸ ἥμισυ ξ΄ ἐκ τούτων τὴν ἡμίσειαν τῷ
                                κατὰ διάμετρον Ὑδροχόῳ ἐπιμερίσει, ἅ ἐστιν ἔτη λ΄· ἡ δὲ Σελήνη
                                δεσπόζει τελείων ἐτῶν ρη΄, ὧν τὸ ἥμισυ νδ΄ τούτων <lb n="10"/> τὴν
                                ἡμίσειαν τῷ κατὰ διάμετρον Αἰγόκερῳ ἐπιμερίζει, ἅ ἐστιν ἔτη κζ΄· τῶν
                                οὖν δύο ζῳδίων συνάγεται ἔτη νζ΄, ἅ ἐστιν τέλεια Αἰγόκερω. καὶ οἱ
                                λοιποὶ δὲ ἀστέρες τὸν τέλειον ἐπιμερισμὸν τῶν ἐτῶν ἐξ Ἡλίου καὶ
                                Σελήνης ἔσχον. τῷ μὲν γὰρ Διὶ συναιρετιστῇ ὄντι καὶ τριγώνου
                                συμπάθειαν κεκτημένῳ διὰ τὸν Τοξότην ὁ <lb n="15"/> Ἥλιος τὴν
                                ἡμίσειαν τῶν ρκ΄ ἐτῶν ἐμέρισε καὶ τὰ ἐλάχιστα ἔτη τθ΄· γίνονται ρθ΄.
                                ὡσαύτως δὲ καὶ ἡ Σελήνη διὰ τὴν ἀγαθοποιίαν καὶ τριγώνου κοσμικὴν
                                συμπάθειαν τὴν εἰς τοὺς Ἰχθύας Διὶ ἀπεμέρισε τὴν ἡμίσειαν τῶν ρη΄
                                ἐτῶν νδ΄ καὶ τὰς ἐλαχίστας κε΄· γίνονται ρθ΄. τῷ δὲ Ἄρει τῆς αὐτῆς
                                αἱρέσεως ὄντι ἡ Σελήνη <lb n="20"/> ἀπεμέρισε τὰ νδ΄· ὁ δὲ Ἥλιος διὰ
                                τὴν ἀντίμιμον πυρώδη οὐσίαν καὶ φθοροποιὸν τρόπον τὸν ἐπιμερισμὸν
                                ἠρνήσατο, ἀντιπαρεχώρησε δὲ τῷ κατὰ διαδοχὴν τοῦ τριγώνου δεσπότῃ
                                Διὶ ἅ ἐστιν ἔτη ἐλάχιστα ἐπιμερίσαι ιβ΄ γίνονται ξς΄. ὁμοίως δὲ καὶ
                                τῇ Ἀφροδίτῃ διὰ τὴν συμπάθειαν τοῦ τριγώνου καὶ νυκτερινὴν <lb n="25"/> αἵρεσιν ἡ Σελήνη ἐπεμέρισεν τὰ νδ΄ καὶ ὁ Κρόνος διὰ τὴν
                                ἐναντίαν τοῦ ὑψώματος στάσιν τουτέστι τὸν Ζυγὸν ἔτη λ΄ γίνονται πδ΄.
                                ὁ δὲ Ἑρμῆς διὰ τὴν πρὸς Κρόνον συνοικοδεσποτίαν ἔλαβεν παῤ αὐτοῦ τὰ
                                τέλεια ἔτη νζ΄ καὶ παρὰ τοῦ Ἡλίου τὰ ἐλάχιστα ιθ΄· γίνονται ος΄.</p><lb n="30"/><note type="footnote">3 δὲ] τε V 11 τῶν κ. δ. ὑδροχόων V diametrus est
                                Leoni, Solis domui 13 αἰγοκέρου V 14 συναναιρετιστῆ V 15 τριγώνος V
                                ut vid. Sagittarius Iovis et Leo Solis domus eiusdem sunt trigoni 18
                                τριγώνου utrum habeat V an τριγωνικὴν vel sim. incertum 21 ἀτϊμϊμον
                                V πυρώδη iterat V 22 τόπον V 24 post ἐλάχιστα signa quaedam spatii
                                explendi causa V nempe ἐπιμερίσας νβ΄ ut vid. V 25 at Venus non in
                                Ariete, sed in Piscibus exaltatur 28 ἔλαθον V Merc. et Sat. in eodem
                                trigono regnant</note></div></div><div type="textpart" subtype="chapter" n="7"><pb n="165"/><head><add cause=" omitted">ζ΄.</add> Περὶ χρόνων διαιρέσεων ἐπὶ κλήρου
                            τύχης καὶ δαίμονος καὶ ἐπεμβάσεως ἀστέρων καὶ οἰκοδεσποτῶν καὶ συνόδου
                            καὶ πανσελήνου μεθʼ ὑποδείγματος καὶ ἀντιπαραδόσεως.</head><lb n="5"/><div type="textpart" subtype="paragraph" n="1"><p>Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἐπὶ τῆς διαιρέσεως τόν τε
                                παραδιδόντα καὶ παραλαμβάνοντα πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες,
                                ὁμογνωμονοῦντες ἢ ἀλλότριοι τυγχάνουσιν. ἐὰν γὰρ ζῳδιακῶς μὲν ἡ
                                διαίρεσις ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ποραγένηται, ὁμοίως
                                δὲ καὶ οἱ τούτων οἰκοδεσπόται ἐπίκεντροι <lb n="10"/> τύχωσιν ὑπὸ
                                ἀγαθοποιῶν μαρτυρούμενοι καὶ οἰκείας αἱρέσεως, ἀγαθὴν τὴν
                                χρονοκρατορίαν ἀποτελοῦσι καὶ ἐπίσημον· ἐὰν δὲ οἱ μὲν τόποι
                                ἐπίκεντροι, οἱ δὲ κύριοι ἀποκεκλικότες ἢ ὑπὸ κακοποιῶν
                                μαρτυρούμενοι, ἀνώμαλον τὸν χρόνον καὶ ἐπιτάραχον δηλοῦσιν. ἐὰν δὲ
                                τὰ πάντα σχήματα ἐν ἀποκλίμασιν εὑρεθῇ, κάκιστος ὁ <lb n="15"/>
                                χρόνος καὶ αἰτίας καὶ ζημίας ἐπάγων· γίνεται δὲ κατὰ τούσδε τοὺς
                                χρόνους ἐν ξενιτείαις καὶ πράξεων μεταβολαῖς, καὶ ἐὰν μὲν ἀγαθοποιοὶ
                                τύχωσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, ἐπὶ ξένης πραγμάτων
                                κατόρθωσιν ποιησάμενοι ἐπωφελῶς διάξουσιν. ἐὰν δὴ κακοποιοί, καὶ ἐπὶ
                                ξένης ταραχαῖς καὶ ζημίαις περιτραπήσονται <lb n="20"/> ἢ καὶ ἀπὸ
                                ξένων καὶ δούλων προδοθήσονται· ὅθεν τὰ ἀποκλίματα ξένης σημαντικά,
                                ἐὰν δέ πως ἐπίκεντροι εὑρεθῶσιν ἢ ἰδιοτοποῦντες, κατοχὰς σημαίνουσιν
                                εἴς τινας τόπους ἢ ἐπιμονάς. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὔτε μακρὰς
                                οὔτε πολυχρονίους τὰς ἀποδημίας παρέχουσιν, ἐπεὶ οὐ πολὺ ἀφίστανται
                                τοῦ Ἡλίου· Κρόνος δὲ καὶ <lb n="25"/> Ἄρης καὶ Σελήνη ὑπερορίους καὶ
                                ἐπικινδύνους ἐπί τε γῆς καὶ θαλάσσης καὶ ἐν πλάναις ἢ βαρβάροις
                                τόποις γινομένους. Ἥλιος δὲ ἐπιδόξους καὶ ἐντίμους καὶ εὐσυστάτους·
                                Ζεὺς δὲ ἐπωφελεῖς καὶ πολυφίλους καὶ ἡδέως διάγοντας ἐπὶ τῆς
                                ξένης.</p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Ἐὰν οὖν χρόνους σωματικούς τις ἐν ἐκκέντρῳ κατάγῃ ζῳδίῳ <lb n="30"/>
                                ἢ καὶ ὁ κύριος ἔκκεντρος τύχῃ ὑπὸ κακοποιῶν μαρτυρούμενος, ἐν
                                ἀσθενείᾳ γενήσεται καὶ αἱμαγμοῖς ἢ κινδύνοις. ἐὰν δέ τις κατὰ τὸν
                                δαίμονα τοὺς χρόνους κατάγῃ ἐν ἐκκέντρῳ ζῳδίῳ καὶ κακοποιὸς ἐπῇ ἢ
                                καὶ τῷ οἰκοδεσπότῃ τοῦ ζῳδίου μαρτυρήσῃ, ἀπρακτήσει καὶ ἐν
                                δυστυχίαις διάξει καὶ ἀκαταστατήσει τῇ ψυχῇ κακωτικῶς διάγων <lb n="35"/> περί τε τὰς πράξεις καὶ τὰς ἐπιβολάς· καὶ ἐὰν μὲν ἐν
                                πυρώδει <note type="footnote">3 συνό et πανσελή V 16 ξενιτίαις V 26
                                    γενομένους V, corr Wendl.</note>
                                <pb n="166"/> ζῳδίῳ εὑρεθῇ κατάγων τὸν χρόνον κακοποιῶν ἐπόντων ἢ
                                μαρτυρούντων, ἔκλυσιν ψυχῆς μεγίστην ἕξει καὶ παρὰ προαίρεσίν τινα
                                διαπράξεται ἀστατῶν τῇ γνώμῃ ἐὰν δὲ ἐν ἀερώδει καὶ ᾖ κεκακωμένον τὸ
                                ζῴδιον ἢ ὁ κύριος, μετεώρως καὶ ἐπιλύπως διάξει καὶ ἄλλα
                                διαπρασσόμενος ἕτερα προσδοκήσει· ἐὰν δὲ ἐν γεώδει <lb n="5"/>
                                ζῳδίῳ, τὰ μὲν προσπίπτοντα γενναίως οἴσει, διὰ δὲ τῆς ἰδίας
                                ἐγκρατείας τῶν πλείστων περιέσται ἐννοηματικῶς· ἐὰν δὲ ἐν ὑδατώδει
                                ζῳδίῳ, εὐπαρηγόρητον τὴν ψυχὴν κεκτημένος καὶ ἔν τισιν ἀνωμαλίσας
                                πολλῶν πραγμάτων κατόρθωσιν ποιήσει καὶ περὶ τὰς ἐγχειρήσεις
                                εὐεπήβολος ἔσται. πάντοτε μὰν οὖν ἰδικῶς <lb n="10"/> αἱ πράξεις
                                καταλαμβάνονται ἔκ τε τοῦ δαίμονος καὶ οἰκοδεσπότου· εἰσὶ γάρ τινες
                                σωματικὰς μὲν πράξεις ἔχοντες, οἷον διὰ χειρῶν ἐργαζόμενοι, καὶ
                                σωματικὰς κακοπαθείας ἀχθίσεως ἢ γυμνασίας· ἕτεροι δὲ ἀπὸ λόγου καὶ
                                ἐπιστήμης καὶ ψυχῆς ἐνεργείας. ὅπου δὲ ἂν πλείους ἀστέρες
                                προσνεύσωσιν ἤτοι τῷ κλήρῳ ἢ τῷ δαίμονι, ἐκεῖθεν <lb n="15"/> τὸ
                                πρακτικὸν δηλωθήσεται. συνεπικρίνειν οὖν δεῖ τὰς πράξεις καὶ τὴν
                                καθολικὴν ὑπόστασιν, ἤτοι ἔνδοξος ἢ μετρία ἡ γένεσις ἢ καὶ εὐδαίμων
                                ἢ πενιχρά ἢ ἐπίδικος ἢ ἀνώμαλος, ἵνα ἐν τοῖς ἐπιμερισμοῖς καὶ τὰ
                                ἀποτελέσματα προφανῆ γένηται. οἱ μὲν οὖν τὰς πράξεις ἀποτελοῦντες ὁ
                                τῆς Ἄρεος καὶ τῆς Ἀφροδίτης καὶ τοῦ <lb n="20"/> Ἑρμοῦ, ὁ δὲ τοῦ
                                Κρόνου ἐπιτηδεύματα καὶ ὅσα ποτὲ διʼ ὑγρῶν ἢ κακοπαθείας καὶ
                                κληρουχίας γίνεται. ταπεινοὶ μὲν οὖν καὶ ἄδοξοι καταλαμβάνονται ἔκ
                                τε Κρόνου καὶ Ἄρεος Διὸς ἀπόντος, ἔνδοξοι δὲ καὶ εὔποροι ἔκ τε Ἡλίου
                                καὶ Σελήνης συμπαρόντων τῶν ἀγαθοποιῶν ἢ συνεπιμαρτυρούντων. ἐὰν οὖν
                                ἡ διαίρεσις ἀπὸ <lb n="25"/> τοῦ δαίμονος εἰς τὸ μεσουράνημα τοῦ
                                κλήρου τῆς τύχης ἔλθῃ ἢ εἰς αὐτὸν τὸν κλῆρον τοῦ κυρίου συμπαρόντος
                                καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένου ἢ καὶ Ἡλίου ἢ καὶ Σελήνης,
                                ἐπιλάμπρας μὲν οὔσης τῆς ὑποστάσεως ὁ γεννώμενος ἐν ἡγεμονίαις καὶ
                                μεγάλαις δόξαις γενήσεται ἐπίσημός τε καὶ ἀρχικὸς καὶ προφανὴς κατ᾿
                                    <lb n="30"/> ἐκείνους τοὺς χρόνους καὶ ὑπὸ πολλῶν μακαριζόμενος
                                διὰ τὴν περὶ αὐτὸν εὐδαιμονίαν. καὶ ἐπὶ τοῦ ὡροσκόπου δὲ καὶ ἐπὶ τοῦ
                                μεσουρανήματος καὶ ἐπὶ τῶν λοιπῶν κέντρων ἡ διαίρεσις γενομένη δόξας
                                ἀποτελεῖ, οὐχ ὁμοίως δέ· ἐνεργέστεροι γὰρ οἱ τῶν κλήρων τετράγωνοι
                                τόποι. ἐὰν δὲ τούτων οὕτως ὄντων μετρία ἡ ὑπόστασις <lb n="35"/>
                                εὑρεθῇ, ἔσται ἐν πράξεσιν ἢ ὠφελείαις καὶ μείζοσι φίλοις καὶ <note type="footnote">4 μετέωρος Va 13 nempe 〈διὰ〉 ἀχθ. ἀχθέσεως V,
                                    corr. H; ἀσκήσεως Rad. 14 an ψυχικῆς? 19 γενήσεται V 21 fors.
                                    [καὶ] ὅσα 28 ἐπὶ λαμπρᾶς V, corr. Rad. 30 γενήσονται V 36 possis
                                    φιλίαις aut φίλοις 〈ζχρήσεται〉 vel sim.</note>
                                <pb n="167"/> δωρεᾶς καὶ τιμῆς καταξιωθήσεται καὶ εὐημερήσει καὶ
                                προκόψει περὶ τὴν τῆς ἀσχολίας ἐνέργειαν, καὶ ἐὰν μάλιστα ἀγαθοποιοὶ
                                ἐπῶσιν ἢ μαρτυρῶσιν· εἰ δὲ κακοποιοί, τὰ μὲν τῶν τόπων γενήσεται
                                καθὼς πρόκειται προφανῆ, ἕνεκα δὲ τῆς τῶν κακοποιῶν <lb n="5"/>
                                μαρτυρίας ἐναντιώμασι καὶ ζημίαις περιτραπήσονται καὶ ἀπαράμονον τὴν
                                τῆς ἀγαθοποιίας ἀφορμὴν ὑπομένοντες. ὥσπερ δὲ ἕκαστος τῶν ἀστέρων
                                ἐπὶ τοῦ κύκλου ζῳδιακῶς ἐστοιχειογράφηται κατὰ τοὺς οἴκους, τὸ
                                ὅμοιον καὶ ἐπὶ γενέσεως σχηματισάμενος συμπαθὴς πρὸς ἕτερον
                                γενήσεται.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>