<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1764.tlg001.1st1K-grc1:3.2.2-3.3.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1764.tlg001.1st1K-grc1:3.2.2-3.3.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1764.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="paragraph" n="2"><p>Οἷον ἔστω ὡροσκοπεῖν Ἰχθύας περὶ μοίρας ιγ΄, μεσουρανεῖν Τοξότου
                                μοίρας κβ΄, ὑπὸ γῆν <add cause="omitted">εἶναι</add> Δσιδύμους τῶν
                                αὐτῶν, δύνειν Παρθένου μοῖραν ιγ΄. ἔλαβον ἀπὸ τοῦ ὡροσκόπου διάστημα
                                ἕως τοῦ ὑπογείου· γίνονται μοῖραι 𝒢θ΄. τούτων τρίτον γίνονται λγ΄
                                ταύτας ἀπέλυσα ἀπὸ τοῦ ὡροσκόπου, κατέληξεν εἰς τὴν τοῦ <lb n="10"/>
                                Κριοῦ μοῖραν ιϚ΄· αὗται ἔσονται δυναστικαὶ μοῖραι καὶ οἱ ἐπʼ αὐτῶν
                                ἀστέρες, αἱ δὲ λοιπαὶ μοῖραι ἀπὸ ιζ΄ ἕως τοῦ ὑπογείου ἀχρημάτιστοι,
                                καὶ αἱ τούτων δὲ διάμετροι ὅμοιον ἐφέξουσι. πάλιν ἔλαβον ἀπὸ <add cause="omitted">τῆς</add> μεσουρανούσης μοίρας ἕως τῆς
                                ὡροσκοπούσης· γίνονται πα΄· τούτων τρίτον γίνονται κζ΄ ταύτας <lb n="15"/> ἀπέλυσα ἀπὸ τῆς μεσουρανούσης μοίρας, κατέληξε εἰς τὴν
                                τοῦ Αἰγόκερω μοῖραν ιθ΄. αὗται οὖν χρηματιστικαὶ καὶ τούτων
                                διάμετροι, αἰ δὲ λοιπαὶ ἀχρημάτιστοι. δʼ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν
                                γενέσεων δεῖ ποιεῖν πρὸς γινώσκειν τοὺς ἀστέρας πότερον
                                χρηματιστικαῖς μοίραις εἰσὶν ἢ ἀχρηματίστοις. <lb n="20"/> Ἔδοξε δέ
                                μοι φυσικώτερον οὕτως ἔχειν. μὲν διάστημα ἀπὸ τῆς ὡροσκοπούσης
                                μοίρας ἕως τῆς ὑπογείου λαμβάνοντα καὶ τούτων τρίτον λογισάμενον
                                καθὼς πρόκειται καὶ ἀπολύσαντα ἀπὸ τῆς ὡροσκοπ<add cause="omitted">ούσ</add>ης κατὰ ἐξῆς κρίνειν δυναστικὰς μοίρας καὶ τὰς τούτων
                                διαμέτρους, δὲ ἕτερον μέρος τῶν μοιρῶν κρίνειν <lb n="25"/> πάλιν
                                μέσον, μήτε πλέον ἀγαθὸν μήτε φαῦλον, διὰ τὴν ἐπαναφορὰν τοῦ
                                ὡροσκόπου καὶ τὴν θεὰν καὶ διάμετρον τοῦ θεοῦ. ἔσται οὖν μὲν πρῶτον
                                τρίτον μέρος τῶν ἀπὸ ὡροσκόπου μοιρῶν χρηματιστικὸν καὶ δυναστικόν,
                                δὲ ἕτερον τρίτον μέρος μέσον, δὲ ἕτερον τρίτον αἰτιατικὸν καὶ
                                φαῦλον. κατὰ ταὐτὰ <lb n="30"/> δὲ καὶ οἱ ἀστέρες ἐνεργήσουσι· δεῖ
                                γὰρ ἀπὸ τῆς τοῦ μεσουρανήματος καὶ τῆς κεντρικῆς τάξεως <gap reason="omitted"/> δὲ ἕτερον τῆς ἐπαναφορᾶς, καθὸ καὶ παρὰ τοῖς
                                παλαιοῖς Ἀγαθοδαίμων ὠνομάσθη· δὲ λοιπὸν τρίτον ἕως <add cause="omitted">της</add> τοῦ ὡροσκόπου ἀποκεκλικυίας μοίρας
                                κακωτικὸν καὶ ἀσχημάτιστον. ὁμοίως δὲ καὶ τὰ τούτων <lb n="35"/>
                                διάμετρα συνεπισχύσει.</p></div><div type="textpart" subtype="paragraph" n="3"><p>Ταῦτα πάντα καὶ ὁ Ωρίων τῷ βιβλίῳ ἐξέθετο.</p><note type="footnote">1 ἐν] ἀεὶ ut vid. S 6 eadem (i. e. XXII.) pars
                                Geminorum est in imo caelo 10 αὕτη οὖν καὶ αὗται S 29 an τρίτον vel
                                τελευταῖον τρίτον? αἰτιατιστικὸν S</note></div></div><div type="textpart" subtype="chapter" n="3"><pb n="136"/><head><add cause="omitted">γ΄.</add> Περὶ ἀφέσεως.</head><div type="textpart" subtype="paragraph" n="1"><p>Ἐπεὶ δέ τινες φθόνῳ φερόμενοι ἢ ἀπειρίᾳ μονομερῶς καὶ σκοτεινῶς
                                πραγματεύονται τὴν ἄφεσιν (πάντοτε γὰρ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως
                                τῆς τετραγώνου πλευρᾶς πλῆθος τῶν μοιρῶν κατὰ τὰς ἀναφορὰς
                                ποιούμενοι ἀποφαίνονται), ἀναγκαῖον ἡμᾶς <lb n="5"/> τὴν διάκρισιν
                                ἐπιδιασαφῆσαι. εὑρίσκομεν γὰρ γενέσεις καὶ τὴν τετράγωνον πλευρὰν
                                διαβεβηκυίας καὶ μάλιστα τοῖς ὀλιγαναφόροις ζῳδίοις, καίπερ τοῦ
                                παλαιοῦ ἀκριβῶς λέγοντος ὡς ἀδυνάτου ὄντος, καὶ πάλιν ἄτερ τῆς τῶν
                                κακοποιῶν ἀκτινοβολίας μηδὲ τὴν τετράγωνον διεληλυθυίας. τεθείσης
                                οὖν γενέσεως σκοπεῖν <lb n="10"/> δεήσει, εἰ οἰκοδεσποτεῖται ἡ
                                γένεσις ἢ ἀνοικοδεσπότητος ἔσται, καὶ πότερον Ἥλιος ἢ Σελήνη ἢ
                                ὡροσκόπος ἀφέτης. καὶ ἐὰν μὲν ὁ Ἥλιος ἢ Σελήνη τὸν ἀφετικὸν τόπον
                                λάχῃ, λογίζεσθαι δεῖ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου
                                πλευρᾶς, πόσος χρόνος συνάγεται καθʼ κλίμα <del>τι</del> γεγένηται,
                                καὶ συναγαγόντας <lb n="15"/> ἀποφαίνεσθαι τοσαῦτα ἔτη ζήσεσθαι.
                                τοῦτο δὲ συμβαίνει, ἐάνπερ ὁ οἰκοδεσπότης ἰδίοις ὅροις ὑπάρχων καὶ
                                οἰκείως ἐσχηματισμένος τῷ ἀφέτῃ συνάπτῃ ἢ ἐπιμαρτυρῇ καὶ μηδεὶς τῶν
                                ἀναιρετῶν τὴν ἀκτῖνα ἐπιφέρων λοιπογραφήσῃ πλῆθος τῶν ἐτῶν. ἐὰν δὲ ὁ
                                οἰκοδεσπότης ἀκαταμαρτύρητος πρὸς τὸν ἐπικρατήτορα <lb n="20"/>
                                τύχῃ, ἄλλως δὲ καλῶς σχηματιζόμενος εὑρεθῇ, οἷον ἐὰν ὡροσκοπῇ ἢ
                                μεσουρανῇ ἀνατολικός, αὐτὸς τὰ τέλεια ἔτη μερίσει· ἐὰν δὲ τῶν
                                κέντρων, λοιπογραφήσας τὴν διαίρεσιν τοῦ διαστήματος κατὰ τὸν τῆς
                                κοινωνίας λόγον τὰ λοιπὰ μερίσει.</p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Πάντοτε οὖν ἀπὸ τοῦ ἐπικρατήτορος δεῖ λογίζεσθαι τὴν ποσότητα <lb n="25"/> τῶν ἐτῶν καὶ συγκρίνειν τοῖς τοῦ οἰκοδεσπότου· καὶ ὅσα
                                ἂν εὑρίσκηται, τοσαῦτα ζήσεται ἔτη· ὁ γὰρ οἰκοδεσπότης μερίζει,
                                ἐάνπερ οἰκοδεσποτουμένη τὔχῃ, λοιπογραφουμένων τῶν κεντρικῶν
                                διαστάσεων. ἐὰν δὲ τὰ τοῦ ἀχφέτου ἥττονα ὄντα τῶν τοῦ οἰκοδεσπότου
                                τύχῃ, τὰ τοῦ ἀφέτου ζήσεται καὶ ἀνοικοδεσπότητος κριθήσεται. <lb n="30"/> ἐὰν δὲ οἰκείως ἡ ἐπικράτησις τύχῃ, καὶ ὁ οἰκοδεσπότης
                                ἕκαστος τὰ ἴδια ἔτη μερίζει. ἐνιοι μὲν οὖν τὴν κεντρικὴν διάστασιν
                                    <note type="footnote">3 ἀκοτεινῶς S 8 fr. 17 Riess 11
                                    εἰκοδεσποτεῖται (sine εἰ) S 15 σσυ΄γοντας S 17 σχηματισμένος S
                                    19 λειπογραφήσει S 22 sq. haec corrupta; dicere potuit ἐὰν δὲ
                                    ἄλλῳ κέντρῳ ᾖ 23 λειπογρ. S 27 a τοσαῦτα rursus inc. V f. 90; in
                                    mg. extant haec: περὶ ὡριμαίας. ἄλλως ὁ ἐπικρατήτωρ, ἄλλως ὁ
                                    οἰκοδεσπότης, ἄλλως ὁ ἀφέτης. ἐὰν ᾖ τὰ τοῦ οἰκοδεσπότου ἥττονα
                                    τῶν τοῦ ἀφέτου, τὰ τοῦ οἰκοδεσπότου ζήσεται 32 an
                                    ἑκάστοτε?</note>
                                <pb n="137"/> πάλιν τῶν οἰκοδεσποτῶν λογίζονται ἀπὸ τῆς ὥρας καὶ
                                δυνούσης μοίρας· κἂν ε΄ ἢ Ϛ΄ ζῴδια ἀπέχωσι, τοσαύτην ἀφαίρεσιν
                                ποιοῦνται. ἐγὼ δέ φημι καὶ ἐκ τῶν δ΄ κέντρων τὴν διάστασιν τοῦ
                                οἰκοδεσπότου λογίζεσθαι καὶ ἀφαιρεῖν, ἐάνπερ οἰκοδεσποτουμένη <lb n="5"/> ἡ γένεσις εὑρεθῇ· γὰρ λέγειν <gap reason="omitted"/>
                                ἐπὰν δὲ εὑρεθῇ μεσουρανῶν ἢ ἀγαθοδαιμονῶν ἢ καὶ ἐπί τινος
                                χρηματιστικοῦ τόπου, τὰ τέλεια μεριεῖ. οὐκ ἄρα ἀφελεῖ τις ἀπὸ τῆς
                                ὥρας ἢ δυτικῆς διαστάσεως ἐπιβάλλον. ἐὰν δέ πως μήτε Ἥλιος μήτε
                                Σελήνη τὸν ἀφετικὸν τόπον λάχωσιν ἀλλὰ ὡροσκόπος ἢ μεσουράνημα,
                                οὐκέτι <lb n="10"/> πλῆθος τῶν ἐτῶν ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς
                                τετραγώνου δέον λογίζεσθαι, ἀλλʼ ἕως τῆς κεντρικῆς διαστάσεως
                                συλλογισαμένους ἀποφαίνεσθαι τὰ ἔτη, ἐάν πως μηδεὶς τῶν ἀναιρετῶν
                                ἐπιφέρων τὴν ἀκτῖνα χρεωκοπήσῃ πλῆθος τῶν ἐτῶν.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>