<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1750.tlg001.1st1K-grc1:17-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1750.tlg001.1st1K-grc1:17-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1750.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1750.tlg001.1st1K-grc1" n="17"><head rend="center">Εἰς τὸν Ἠλίαν.</head><p rend="indent">Οὗτός ἐστιν Ἠλίας ὁ πρῶτος ἀνθρώπων τοῖς ἀνθρώποις ὑποδείξας οὐρανοδραμεῖν, ὁ πρῶτος ἀνθρώπων ὑποδείξας ὁ τὴν γῆν λαχὼν οἰκητήριον καὶ τὸν οὐρανὸν ἀθρόον διατρέχων, ὁ θνητὸς ὑπάρχων καὶ τοῖς ἀθανάτοις ἁμιλλώμενος, ὁ χαμαὶ βαδίζων καὶ ὡς πνεῦμα μετ᾽ ἀγγέλων οὐρανοπολῶν· ὁ διὰ τῆς μηλωτῆς τῷ μαθητῇ Ἐλισσαίῳ διπλᾶ τὰ χαρίσματα μεταδούς· ὁ μακροχρόνιος καὶ ἀγήρως ἄνθρωπος, ὁ τῷ Ἀντιχρίστῳ διατηρούμενος στρατηγός, ὁ ἀντικαθιστάμενος καὶ διελέγχων τὴν ἀπάτην καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁ πάντας ἀνθρώπους ἐκ τῆς πλάνης αὐτοῦ ἐπὶ τὸν θεὸν ἐν τῇ συντελείᾳ ἐπιστρέφων· οὗτος ὁ τῆς δευτέρας καὶ ἐπιφανοῦς παρουσίας τοῦ δεσπότου Χριστοῦ ἀξιούμενος εἶναι πρόδρομος ὁ μέτρῳ διακονιῶν τοῖς ἀγγέλοις ἁμιλλώμενος.</p><p rend="indent"><pb facs="prophetarumvita00schegoog_0128"/>Οὗτος ἦν ἐκ γῆς Ἀράβων, φυλῆς Ἀαρών, οἰκῶν ἐκ Γαλαάδ, ὅτι ἡ Θέσβις δῶμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε δὲ ἔμελλε τεχθῆναι, εἶδεν Σωβαχὰ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄγγελοι λευκοφανεῖς αὐτὸν προσηγόρευον καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῶ φαγεῖν. Καὶ ἐλθὼν ἀνήγγειλεν εἰς Ἱερουσαλήμ, καὶ εἶπεν αὐτῷ ὁ χρησμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρί.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1750.tlg001.1st1K-grc1" n="18"><head rend="center">Εἰς τὸν Ἐλισσαῖον.</head><p rend="indent">Οὗτος ὁ Ἐλισσαῖος ἦν ἐξ Ἀβελμαοὺλ γῆς τοῦ Ῥουβίμ. Καὶ ἐπὶ τούτου γέγονε τέρας, ὅτι ἡνίκα ἐτέχθη, ἐν αλγάλοις ἡ δάμαλις ἡ χρυσὴ ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι εἰς Ἱερουσαλήμ, καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων ὅτι· προφήτης ἐτέχθη εἰς Ἱερουσαλήμ, ὅς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτὰ αὐτῶν. Καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>