<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:79-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:79-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="79"><p>ἔστι δὲ τῶν πολλαπλασίων λόγων πρῶτος καὶ
ἐλάχιστος ὁ διπλάσιος, μετὰ δὲ τοῦτον ὁ τριπλάσιος,
εἶτα ὁ τετραπλάσιος, καὶ οὕτως οἱ ἑξῆς ἐπʼ ἄπειρον αἰεὶ <lb n="25"/>
<note type="footnote">1 μείζων corr. ex μεῖζον A. 7 τῶ A2] τὸ A 8 ἐφʼ
ante ἡμιόλιος A1. cf. Votter additam. ad Steph. Thes. p, 13</note>
<note type="footnote">13 οἱ A] ἡ A 16 δέκα corr. ex δεκὰς A. 19 ὑπεπι-
μόριοι corr. ex ὑποέπιμόριοι A. 20 τῆς add. in ed. Bull.</note>
<note type="footnote">22 ὑποεπίτριτος A. 23 ἐν post τῶν, et πολλαπλασίων mut.
in πολλαπλασίονι A</note>

<pb n="78"/>
οἱ μείζονες. τῶν δʼ ἐπιμορίων λόγων πρῶτος καὶ μέ-
γιστος ὁ ἡμιόλιος, ὅτι δὴ καὶ τὸ ἥμισυ μέρος πρῶτον
καὶ μέγιστον καὶ ἐγγυτάτω τῷ ὅλῳ, μετὰ δὲ τοῦτον ὁ
ἐπίτριτος, καὶ ὁ ἐπιτέταρτος, καὶ οὕτω πάλιν ἐπʼ ἄπει-
<lb n="5"/> ρον ἡ πρόοδος ἀεὶ ἐπʼ ἐλάττονος.</p></div><div type="textpart" subtype="paragraph" n="80"><p>ἐπιμερὴς δέ ἐστι λόγος, ὅταν ὁ μείζων ὅρος ἅπαξ
ἔχῃ τὸν ἐλάττονα καὶ ἔτι πλείω μέρη αὐτοῦ τοῦ ἐλάτ-
τονος], εἴπε ταὐτὰ καὶ ὅμοια εἴτε ἕτερα καὶ διάφορα·
ταὐτὰ μὲν οἷον δύο τρίτα ἢ δύο πέμπτα καὶ εἴ τινα
<lb n="10"/> ἄλλα οὕτως· ὁ μὲν γὰρ τῶν εʹ ἀριθμὸς τοῦ τῶν γʹ δὶς
ἐπίτριτος, ὁ δὲ τῶν ζ τοῦ τῶν εʹ δὶς ἐπίπεμπτος, ὁ δὲ
τῶν ηʹ τοῦ τῶν εʹ τρὶς ἐπίπεμπτος, καὶ οἱ ἑξῆς ὁμοίως·
ἕτερα δὲ καὶ διάφορα οἷον ὅταν ὁ μείζων αὐτόν τε ἔχῃ
τὸν ἐλάττονα καὶ ἔτι ἢμισυ αὐτοῦ καὶ τρίτον, οἷον ἔχει
<lb n="15"/> λόγον ὁ τῶν ιαʹ πρὸς τὸν τῶν Ϛʹ, ἢ πάλιν ἥμισυ καὶ
τέταρτον, ὅς ἐστι λόγος τῶν ζ πρὸς δʹ, ἢ νὴ Δία τρί-
τον καὶ τέταρτον, ὅν ἔχει λόγον τὰ ιθʹ πρὸς τὰ ιβ΄.
παραπλησίως δὲ θεωρείσθωσαν καὶ οἱ λοιποὶ ἐπιμερεῖς
δυσὶν ὑπερέχοντες μέρεσιν ἢτρισὶν ἢπλείοσι, καὶ ὁμοίοις
<lb n="20"/> ἢ ἀνομοίοις. ὑπεπιμερὴς δέ ἐστιν [ὁ] ἀνάπαλιν ὁ ἐν
τῷ προειρημένῳ λόγῳ ἐλάσσων πρὸς τὸν μείζονα ἐξετα-
ζόμενος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>