<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:77-78</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:77-78</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="77"><p>πολλαπλάσιος μὲν οὖν ἐστι λόγος, ὅταν ὁ μείζων
ὅρος πλεονάκις ἔχῃ τὸν ἐλάττονα, τουτέστιν ὅταν ὁ
<lb n="10"/> μείζων ὅρος καταμετρῆται ὑπὸ τοῦ ἐλάττονος ἀπαρτι-
ζόντως, ὡς μηδὲν ἔτι λείπεσθαι ἀπʼ αὐτοῦ, καὶ κατʼ
εἶδος τοσαυταπλασίων ἕκαστος πολλαπλάσιος δʼ] ὁ
μείζων ὅρος λέγεται τοῦ ἐλάττονος, ὁσάκις ἂν καταμε-
τρῆται ὑπʼ αὐτοῦ· οἷον ἂν μὲν δίς, διπλάσιος, ἂν δὲ
<lb n="15"/> τρίς, τριπλάσιος, ἂν δὲ τετράκις, τετραπλάσιος, καὶ κατὰ
τὸ ἐξῆς οὕτως. ἀνάπαλιν δὲ ὁ ἐλάττων τοῦ μείζονος
μέρος ὁμώύνυμον τῷ λόγῳ, κατὰ μὲν τὸν διπλάσιον
ἥμισυ, κατὰ δὲ τὸν τριπλάσιον τριτημόριον, καὶ λόγος
ὁ μὲν ἥμισυς, ὁ δὲ τριτημόριος· καὶ ἐπὶ τῶν ἄλλων
<lb n="20"/> ὁμοίως.</p></div><div type="textpart" subtype="paragraph" n="78"><p>ἐπιμόριος δέ ἐστι λόγος, ὅταν ὁ μείζων ὅρος ἅπαξ
ἔχῃ τὸν ἐλάττονα καὶ μόριον ἕν τι τοῦ ἐλάττονος, τουτ-
<note type="footnote">3 sqq. οἵδʼ ἐπιμερεῖς, οἱ δὲ πολλαπλάσιεπιμερεῖς (corr. ex
πολλαπλάσιοι ἐπιμερεῖς), οἱ δὲ πολλαπλάσιεππιμόριοι (corr. ex
πολλαπλάσιοι ἐπιμόριοι), signicato literis β et α vero ordine,
A 5 οὐδέτεροι hoc loco inepte dictum, cf. p. 80, 8</note>
<note type="footnote">6 ὑπομόριοι A, ema. apogr. 8 inscr. τί ἐστιν ὁ πολλα-
πλάσιος λόγος A, in mg. 9 ἔχη corr. ex ἔχει A.
10 ἀπαρτιζόντως corr. ex ἀπαρτίζοντος A. 11 κατʼ εἶδος; cf.
p. 80, 15 13 μεῖζον (ον in ras.) A, em. apogr. 17 ὁμώνυ-
μον corr. ex ὁμονυμον A 21 inscr. τί ἐστιν ἐπιμεόριος
λόγος A, χα in mg. μεῖζον A, em. apogr. 22 ἔχη corr.
ex ἔχει A.</note>

<pb n="77"/>
έστιν ὅταν ὁ μείζων τοῦ ἐλάττονος ταύτην ἔχῃ τὴν
ὑπεροχήν, ἥτις τοῦ ἐλάττονος ἀριθμοῦ μέρος ἐστίν. ὡς
ἡ τετρὰς τῆς τριάδος· ὑπερέχει γὰρ αὐτῆς μονάδι, ἥτις
ἐδτὶ τῆς τριάδος τὸ τρίτον· καὶ ἡ ἑξὰς τῆς τετράδος
ὑπερέχει δυεῖν, ἅτινα τῶν τεσσάρων ἦμισύ ἐστι. διὸ <lb n="5"/>
καὶ ἀπὸ τῆς τῶν μερῶν ὀνομασίας ἕκαστος τῶν ἐπιμο-
ρίων ἰδίας ἔτυχε προσηγορίας. ὁ μὲν γὰρ τῷ ἡμίσει
τοῦ ἐλάττονος μέρει ὑπερέχων ἡμιόλιος ὠνόμασται, ὡς
ἡ τριὰς τῆς δυάδος καὶ ἡ ἑξὰς τῆς τετράδος. αὐτήν τε
γὰρ ὅλην ἔχει τὴν ἐλάττονα καὶ τὸ μισυ αὐτῆς· ἐν <lb n="10"/>
μὲν γὰρ τῇ τριάδι ἔνεστιν ἡ δυὰς καὶ τὸ μισν αὐτῆς
ἡ μονάς, ἐν δὲ τῇ ἑξάδι ἡ τετρὰς καὶ τὸ ἥμισυ αὐτῆς
ἡ δυάς. πάλιν οἱ τῷ τρίτῳ μέρει τοὺ ἐλάττονος ὑπερ-
εχοντες ἐπίτριτοι καλοῦνται, ὡς ἡ τετρὰς τῆς τριάδος,
οἱ δὲ τῷ τετάρτῳ ὑπερέχοντες ἐπιτέταρτοι, ὡς ὁ εʹ τῶν <lb n="15"/>
δʹ καὶ ὁ ιʹτῶν ηʹ, καὶ ὁμοίως προκόπτοντες ἐπίπεμπτοί
τε καὶ ἔφεκτοι καὶ ἐφέβδομοι ἐκλήθησαν πάντες οὐτοι
ἔπιμόριοι ὄντες. διὸ καὶ οἱ ἀντικείμενοι τούτοις οἱ
ἐλάττονες τῶν μειζόνων ὑπεπιμόριοι ἐκλήθησαν· ὡς
γὰρ ἡ τριὰς 〈τῆς〉 δυάδος ἐλέγετο ἡμιόλιος, οὕτως καὶ <lb n="20"/>
ἡ δυὰς τῆς τριάδος κατὰ τὸ ἀνάλογον ὑφημιόλιος λε-
χθήσεται, καὶ ὁμοίως ἡ τριὰς τῆς τετράδος ὑπεπίτριτος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>