<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:47-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:47-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="47"><p>ἔτι τε τῶν ἀριθμῶν οἱ μέν τινες τέλειοι λέγονται,
οἱ δʼ ὑπερτέλειοι, οἱ δʼ ἐλλιπεῖς. καὶ τέλειοι μέν εἰσιν <lb n="10"/>
οἱ τοῖς αὑτῶν μέρεσιν ἴσοι, ὡς ὁ τῶν Ϛ΄· μέρη γὰρ
αὐτοῦ ἥμισυ γ΄, τρίτον β΄, ἕκτον α΄, ἅτινα συντιθέμενα
ποιεῖ τὸν Ϛ΄. γεννῶνται δὲ οἱ τέλειοι τοῦτον τὸν τρό-
κον. ἐὰν ἐκθώμεθα τοὺς ἀπὸ μονάδος διπλασίους καὶ
συντιθῶμεν αὐτούς, μέχρις οὗ ἂν γένηται πρῶτος καὶ <lb n="15"/>
ἀσύνθετος ἀριθμός, καὶ τὸν ἐκ τῆς συνθέσεως ἐπὶ τὸν
ἔσχατον τῶν συντιθεμένων πολλαπλασιάσωμεν, ὁ ἀπο-
γεννηθεὶς ἔσται τέλειος. οἷον ἐκκείσθωσαν διπλάσιοι
α΄ β΄ δ΄ η΄ ιϛ΄. συνθῶμεν οὖν α΄ καὶ β΄· γίνεται γ΄· καὶ
τὸν γ΄ ἐπὶ τὸν ὕστερον τὸν ἐκ τῆς συνθέσεως πολλα- <lb n="20"/>
κλασιάσωμεν, τουτέστιν ἐπὶ τὸν β΄· γίνεται Ϛ΄, ὅς ἐστι
πρῶτος τέλειος. ἂν πάλιν τρεῖς τοὺς ἐφεξῆς διπλασίους
συνθῶμεν, α΄ καὶ β΄ καὶ δ΄, ἔσται ζ΄· καὶ τοῦτον ἐπὶ τὸν
ἔσχατον τῶν τῆς συνθέσεως πολλαπλασιάσωμεν, τὸν ζ΄
<note type="footnote">1 τῶν πλευρῶν post δυνάμει er. A 6 ἐλλείπειν: λει
corr. ex λι A 9 inscr. περὶ τελείων καὶ ὑπερτελείων
καὶ ἐλλιπῶν (corr. ex ἐλλιπόντων) ἀριθμῶν A, λ in mg.
15 μέχρι A, em. apogr. 19 οὖν add. fort. A2 γίνεται corr.
ex nota vocis ἔσται ut vid. A 20 τὸν ἐκ τῆς συνθέσεως:
immo τῶν συντεθέντων 22 τρεῖς: ει ex ι A 23 et p. 41, 1 ἔσται
A1] γίνεται ut vid. A2 fort. recte 24 τῶν ex τὸν A τῆς
συνθέσεως: immo συντεθέντων πολαπλασιάσωμεν A, em. apogr.</note>

<pb n="46"/>
ἐπὶ τὸν δ΄· ἔσται ὁ κη΄, ὅς ἐστι δεύτερος τέλειος· σύγκει-
ται ἐκ τοῦ ἡμίσεος τοῦ ιδ΄, τετάρτου τοῦ ζ΄, ἑβδόμου τοῦ
δ΄, τεσσαρακαιδεκάτου τοῦ β΄, εἰκοστοῦ ὀγδόου τοῦ α΄.
ὑπερτέλειοι δέ εἰσιν ὧν τὰ μέρη συντεθέντα μείζονά
<lb n="5"/> ἐστι τῶν ὅλων, οἷον ὁ τῶν ιβ΄· τούτου γὰρ ἥμισύ ἐστιν
ϛ΄, τρίτον δ΄, τέταρτον γ΄, ἕκτον β΄, δωδέκατον α΄, ἅτινα
συντεθέντα γίνεται ιϛ΄, ὅς ἐστι μείζων τοῦ ἐξ ἀρχῆς,
τουτέστι τῶν ιβ΄.</p></div><div type="textpart" subtype="paragraph" n="48"><p>ἐλλιπεῖς δέ εἰσιν ὧν τὰ μέρη συντεθέντα ἐλάττονα
<lb n="10"/> τὸν ἀριθμὸν ποιεῖ τοῦ ἐξ ἀρχῆς προτεθέντος ἀριθμοῦ,
οἷον ὁ τῶν η΄· τούτου γὰρ ἥμισυ δ΄, τετάρτον β΄, ὄγδοον
ἕν. τὸ αὐτὸ δὲ καὶ τῷ ι΄ συμβέβηκεν, ὃν καθʼ ἕτερον
λόγον τέλειον ἔφασαν οἱ Πυθαγορικοί, περὶ οὗ κατὰ
τὴν οἰκείαν χώραν ἀποδώσομεν. λέγεται δὲ καὶ ὁ γ΄
<lb n="15"/> τέλειος, ἐπειδὴ πρῶτος ἀρχὴν καὶ μέσα καὶ πέρας ἔχει·
ὁ δʼ αὐτὸς καὶ γραμμή ἐστι καὶ ἐπίπεδον, τρίγωνον γὰρ
ἰσόπλευρον ἑκάστην πλευρὰν δυεῖν μονάδων ἔχον, καὶ
πρῶτος δεσμὸς καὶ στερεοῦ δύναμις· ἐν γὰρ τρισὶ δια-
στάσεσι τὸ στερεὸν νοεῖσθαι.</p><lb n="20"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>