<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:37-38</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:37-38</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="37"><p>τῶν δὲ ἐπιπέδων καὶ πολυγώνων ἀριθμῶν πρῶτος
ὁ τρίγωνος, ὡς καὶ τῶν ἐπιπέδων εὐθυγράμμων σχη-
μάτων πρῶτόν ἐστι τὸ τρίγωνον. πῶς δὲ γεννῶνται
προείρηται, ὅτι τῷ πρώτῳ ἀριθμῷ τοῦ ἐξῆς ἀρτίου καὶ <lb n="10"/>
περιττοῦ προστιθεμένου. πάντες δὲ οἱ ἐφεξῆς ἀριθμοί,
ἀπογεννῶντες τριγώνους ἢ τετραγώνους ἢ πολυγώνους,
γνώμονες καλοῦνται. τοσούτων δὲ μονάδων ἕκαστον
τρίγωνον ἔχει πλευρὰς πάντως, ὅσων καὶ μόνος ἐστὶν
ὁ προσλαμβανόμενος γνώμων. οἷον ἔστω πρῶτον ἡ <lb n="15"/>
μονάς, λεγομένη τρίγωνον οὐ κατʼ ἐντελέχειαν, ὡς
προειρήκαμεν, ἀλλὰ κατὰ δύναμιν· ἐπεὶ γὰρ αὕτη οἷον
σπέρμα πάντων ἐστὶν ἀριθμῶν, ἔχει ἐν αὑτῇ καὶ τρι-
γωνοειδῆ δύναμιν. προσλαμβάνουσα γοῦν τὴν δυάδα
ἀποτελεῖ τρίγωνον, ἔχον πλευρὰς τοσούτων μονάδων, <lb n="20"/>
ὅσων ἐστὶν ὁ προσληφθεὶς γνώμων τῆς δυάδος. τὸ δὲ
ὅλον τρίγωνον τοσούτων ἐστὶ μονάδων, ὅσων καὶ οἱ
συντεθέντες γνώμονες. ὅ τε γὰρ τοῦ ἑνὸς καὶ 〈ὁ〉 τῶν
δυεῖν γνώμων τὰ γ΄ ἐποιήσαν, ὥστε καὶ τὸ τρίγωνον
<note type="footnote">7 inscr. περὶ τριγώνων ἀριθμῶν A, κδ in mg.
10 προείρηται: p. 33, 1 11 cf. Nesselmann p. 203 14 τὰς
ante πλευρὰς add. A2 πάντως corr. ex πάντων A 17 προ-
ειρήκαμεν; p. 33, 6 24 τοσούτων, φησί, μονάδων ἐστὶν ἡ
πλευρὰ τοῦ τριγώνου, ὅσων μονάδων ἐστὶν ὁ προστεθεὶς γνώ-
μων· τοσαται δέ εἰσιν αἱ τοῦ γνώμονος μονάδες, ὅσοι εἰσὶν
οἱ γνώμονες οἱ εἰς τὸ τρίγωνον συνελθόντες mg. A</note>

<pb n="38"/>
ἔσται μὲν τριῶν μονάδων, ἕξει δʼ ἑκάστην πλευρὰν τῶν
δυεῖν, ὅσοι καὶ οἱ γνώμονες συνετέθησαν. εἶτα τὸ γ΄
τρίγωνον προσλαμβάνει τὸν τῶν γ΄ γνώμονα, ὃς μονάδι
ὑπερέχει τῆς δυάδος, καὶ γίνεται τὸ μὲν ὅλον τρί-
<lb n="5"/> γωνον Ϛ΄· πλευρὰς δʼ ἕξει τοσούτων μονάδων καὶ τοῦτο
τὸ τρίγωνον, ὅσοι γνώμονες συντέθεινται· ἐκ γὰρ τοῦ
ἑνὸς καὶ β΄ καὶ γ΄ συνετέθη ὁ ϛ΄.
α α
αα αα
ααα
εἶτα ὁ Ϛ΄ προσλαμβάνει τὸν δ΄· γίνεται τὸ τοῦ ι΄ τρίγω-
νον, ἑκάστην πλευρὰν ἔχον δ΄ μονάδων· ὁ γὰρ προσλη-
<lb n="10"/> φθεὶς γνώμων ἦν ὁ δ΄, καὶ ἐκ δ΄ δὲ γνωμόνων ἦν τὸ
ὅλον, τοῦ τε ἑνὸς καὶ β΄ καὶ γ΄ καὶ δ΄. ἔτι ὁ ι΄ προσ-
λαμβάνει τὸν ε΄, καὶ γίνεται 〈τὸ τοῦ ιε΄〉 τρίγωνον,
πλευρὰν ἔχον ἑκάστην μονάδων ε΄, καὶ ἐκ τῶν ε΄ γνω-
μόνων συνέστη. ὁμοίως καὶ οἱ ἓξ γνώμονες . . . . . . . . . . . .
<lb n="15"/> τοὺς γνωμονικοὺς ἀριθμοὺς ἀποτελοῦσι.</p></div><div type="textpart" subtype="paragraph" n="38"><p>λέγονται δέ τινες καὶ κυκλοειδεῖς καὶ σφαιροειδεῖς
καὶ ἀποκαταστατικοὶ ἀριθμοί· οὗτοι δʼ εἰσὶν οἵτινες
ἐν τῷ πολλαπλασιάζεσθαι ἢ ἐπιπέδως ἢ στερεῶς, τουτ-
έστι κατὰ δύο διαστάσεις ἢ κατὰ τρεῖς, ἀφʼ οὗ ἂν
<lb n="20"/> ἄρξωνται ἀριθμοῦ ἐπὶ τοῦτον ἀποκαθιστάμενοι. τοιοῦ-
τον δέ ἐστι καὶ ὁ κύκλος· ἀφʼ οὗ ἂν ἄρξηται σημείου,
<note type="footnote">2 γνώμονες: ο corr. ex ω A εἶτα corr. ex εἰς A
γ΄] τρίτον A, om. apogr. 3 ὃς corr. ex οἳ A 4 τῆς
δυάδος corr. ex τὴν δυάδα A 5 τὰς ante πλευρὰς add. A2</note>
<note type="footnote">9 ἔχον corr. ex ἔχων A 10 γνώμων A2] γνώμω A1
12 τὸ τοῦ ιε΄ add. apogr. 13 γνωμόνω A1 14 ἓξ] ἑξῆς
apogr. 16 inscr. περὶ κυκλοειδῶν καὶ σφαιροειδῶν
καὶ ἀποκαταστατικῶν ἀριθμῶν A, κδ in mg. 17 οἵ-
τινες — ἀποκαθιστάμενοι] scr. οἱ — ἀποκαθισταμενοι aut οἵ-
τινες — ἀποκαθίστανται 21 κύκλος 〈ὅς〉?</note>

<pb n="39"/>
ἐπὶ τοῦτο ἀποκαθίσταται· ὑπὸ γὰρ μιᾶς γραμμῆς περι-
εχόμενος ἀπὸ τοῦ αὐτοῦ ἄρχεται καὶ εἰς ταὐτὸ καταλή-
γει. τοιαύτη δὲ καὶ ἐν στερεῷ ἡ σφαῖρα· κύκλου γὰρ
κατὰ πλευρὰν περιαγομένου ἡ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ
αὐτὸ ἀποκατάστασις σφαῖραν γράφει. καὶ ἀριθμοὶ δὴ <lb n="5"/>
οἱ ἐν τῷ πολλαπλασιασμῷ ἐφʼ ἑαυτοὺς καταλήγοντες
κυκλικοί τε καλοῦνται καὶ σφαιροειδεῖς· ὧν εἰσιν ὅ τε
ε΄ καὶ ὁ Ϛ΄· πεντάκις γὰρ ε΄ κε΄, πεντάκις κε΄ ρκε΄, ἑξά-
κις Ϛ΄ λϚ΄, καὶ ἑξάκις λϛ΄ σιϚ΄.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>