<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:3-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:3-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="3"><p>ἀκολούθως δὲ τῇ τοῦ Πυθίου παραινέσει πολλὰ καὶ
αὐτὸς διέξεισιν ὑπὲρ τοῦ ἐν τοῖς μαθήμασι χρησίμου. ἔν
<lb n="15"/> τε γὰρ τῇ Ἐπινομίδι προτρέπων ἐπὶ τὰ μαθήματάφησιν·
οὐ γὰρ ἄνευ τούτων ποτέ τις ἐν πόλει εὐδαιμόνων
γενήσεται φύσις,· ἀλλʼ οὗτος ὁ τρόπος, αὕτη ἡ τροφή,
ταῦτα τὰ μαθήματα, εἴτε χαλεπὰ εἴτε ῥᾴδια, διὰ ταύ-
της ἰτέον· ἀμελῆσαι δὲ οὐ θεμιτόν ἐστι θεῶν. καὶ ἐν
<lb n="20"/> τοῖς ἐφεξῆς τὸν τοιοῦτόν φησιν ἐκ πολλῶν ἕνα γεγονότα
εὐδαίμονά τε ἔσεσθαι καὶ σοφώτατον ἅμα καὶ μακάριον.</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>ἐν δὲ τῇ Πολιτείᾳ φησίν· ἐκ τῶν κε΄ ἐτῶν οἱ προ-
κριθέντες τιμάς τε τῶν ἄλλων μείζους οἴσονται, τά τε
<note type="footnote">3 Ἐρατοσθένης: Bernhardy Eratosthenica p. 168. cf. Phi-
lol. XXX p. 67 12 ὠλιγορηκόσιν A, em. apogr. 15 Epin.
p. 992 A. οὐ γὰρ ἄνευ γε (γε om. Nicom. introd. arithm. I 3, 5)
τούτων μήποτέ τις ἐν πόλεσιν εὐδαίμων (εὐδαιμύνων codd. duo,
εὐδαιμονῶν unus) γένηται φύσις, ἀλλʼ οὗτος ὁ τρόπος, αὕτη
(ἡ add. Ast) τροφή, ταῦτα τὰ μαθήματα, εἴτε χαλεπα εἴτε ῥᾴδια,
ταύτῃ πορευτέον (ἰτέον Nicom.)· ἀμελῆσαι δὲ οὐ θεμιτόν ἐστι
θεῶν εὐδαιμονῶν A 17 φύς A, tum duae litt. erasae
20 Epin. p. 992 B 22 Civ. VII p. 537 B κέ] εἴκοσιν
Plato. cf. Schneider 23 μείζους τῶν ἄλλων Plato</note>

<pb n="3"/>
χύδην μαθήματα πᾶσιν ἐν τῇ παιδείᾳ γενόμενα τούτοις
συνακτέον εἰς σύνοψιν οἰκειότητός τε ἀλλήλων τῶν
μαθημάτων καὶ τῆς το ὄντος φύσεως. παραινεῖ τε
πρῶτον μὲν ἔμπειρον γενέσθαι ἀριθμητικῆς, ἔπειτα γεω-
μετρικῆς, τρίτον δὲ στερεομετρίας, τέταρτον ἀστρονο- <lb n="5"/>
μίας, ἥν φησιν εἶναι θεωρίαν φερομένου στερεοῦ, πέμ-
πτον δὲ μουσικῆς. τό τε χρήσιμον παραδεικνὺς τῶν
μαθημάτων φησίν· ἡδὺς εἶ, ὅτι ἔοικας δεδιέναι, μὴ
ἄχρηστα τὰ μαθήματα προστάττοιμι. τὸ δʼ ἔστιν οὐ
πάνυ φαύλοις, ἀλλὰ πᾶσι χαλεπὸν πιστευθῆναι, ὅτι ἐν <lb n="10"/>
τούτοις τοῖς μαθήμασιν ἑκάστου οἷον ὀργάνοις τὸ ψυ-
χῆς ἐκκαθαίρεται καὶ ἀναζωπυρεῖται ὄμμα τυφλούμενον
καὶ ἀποσβεννύμενον ὑπὸ τῶν ἄλλων ἐπιτηδευμάτων,
κρεῖττον ὂν σωθῆναι μυρίων ὀμμάτων· μόνῳ γὰρ αὐτῷ
ἀλήθεια ὁρᾶται.</p><lb n="15"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>