<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:27-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:27-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="27"><p>εἰσὶ δὲ τῶν ἀριθμῶν οἱ μὲν ἐπίπεδοι, ὅσοι ὑπὸ
δύο ἀριθμῶν πολλαπλασιάζονται, οἷον μήκους καὶ πλά- <lb n="10"/>
τους, τούτων δὲ οἱ μὲν τρίγωνοι, οἱ δὲ τετράγωνοι, οἱ
δὲ πεντάγωνοι καὶ κατὰ τὸ ἑξῆς πολύγωνοι.</p></div><div type="textpart" subtype="paragraph" n="28"><p>γεννῶνται δὲ οἱ τρίγωνοι τὸν τρόπον τοῦτον.
ὥσπερ] οἱ ἐφεξῆς ἄρτιοι ἀλλήλοις ἐπισυντιθέμενοι
κατὰ τὸ ἑξῆς ἑτερομήκεις ἀριθμοὺς ποιοῦσιν. οἷον ὁ <lb n="15"/>
βʹ πρῶτος ἄρτιος· καὶ ἔστιν ἑτερομήκης· ἔστι γὰρ ἅπαξ
β΄. εἶτα τοῖς βʹ ἂν προσθῇς δʹ, γίνεται ϛʹ, ὃς καὶ αὐτὸς
ἑτερομήκης· ἔστι γὰρ δὶς γ΄. καὶ μέχρις ἀπείρου ὁ
αὐτὸς λόγος. ἐναργέστερον δέ, ὥστε πᾶσιν εὐσύνοπτον
εἶναι τὸ λεγόμενον, δείκνυται καὶ τῇδε. πρώτη δυὰς <lb n="20"/>
ἔστω ἄλφα ἐκκείμενα δύο τάδε·
α α
τὸ σχῆμα αὐτῶν ἔσται ἑτερόμκες· κατὰ μὲν γὰρ τὸ
μῆκός ἐστιν ἐπὶ δύο, κατὰ δὲ τὸ πλάτος ἐφʼ ἕν. μετὰ
τὰ δύο ἐστὶν ἄρτιος ὁ δʹ ἃ ἐὰν προσθῶμεν τοῖς πρώτοις <lb n="25"/>
<note type="footnote">1 μόνον? 3 λαμβάνον Α., em. apogr. 4 πρώτην corr.
ex πρῶτον ut vid., antea una litt. erasa Α 9 inscr. περὶ
ἐπιπέδων ἀριθμῶν Α, ιθ in mg 13 inscr. περὶ τρι-
γώ νων ἀριθμῶν π ῶς γεννῶνται καὶ περὶ τῶν ἑξῆς
πολυγώνων Α, κ in mg. 23 post ἔσται compendium eius-
dem voculae erasum in Α 24 ἐφ᾿] ὑφʼ Α 25 ἢν Α.</note>

<pb n="32"/>
δύο ἄλφα [α΄ α΄] καὶ περιθῶμεν τὰ δ΄ τοῖς β΄, γίνεται
ἑτερόμηκες τὸ τῶν Ϛ΄ σχῆμα· κατὰ μὲν γὰρ τὸ μῆκος
γίνεται ἐπὶ τρία, κατὰ δὲ τὸ πλάτος ἐπὶ β΄. ἑξῆς ἐστιν
ἄρτιος μετὰ δ΄ ὁ Ϛ΄· ἂν προσθῇς ταῦτα τοῖς πρώτοις Ϛ΄,
<lb n="5"/> γίνεται ὁ ιβ΄, κἂν περιθῇς αὐτὰ τοῖς πρώτοις, ἔσται
σχῆμα ἑτερόμηκες· ὡς ἔχειν ταῦτα κατὰ τὸ μῆκος μὲν
δ΄, κατὰ πλάτος δὲ γ΄. καὶ μέχρις ἀπείρου ὁ αὐτὸς λόγος
κατὰ τὴν τῶν ἀρτίων ἐπισύνθεσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>