<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:19-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1:19-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="19"><p>ἀρτιοπέριττοι δέ εἰσιν οἱ ὑπὸ δυάδος καὶ περιττοῦ
οὑτινοσοῦν μετρούμενοι, οἵτινες ἐκ παντὸς περιττὰ μέρη <lb n="20"/>
ἔχουσι τὰ ἡμίσεα κατὰ τὴν εἰς ἴσα διαίρεσιν· ὡς τὰ δὶς
ζ΄ ιδ΄. ἀρτιάκις μὲν γὰρ οὗτοι καλοῦνται περιττοί, ἐπεὶ
ὑπὸ τῆς δυάδος ἀρτίας οὔσης μετροῦνται καὶ περισσοῦ
τινος, ὁ μὲν δύο τοῦ ἑνός, ὁ δὲ ϛʹ τοῦ γʹ, ὁ δὲ ιʹ τοῦ
ε΄, ὁ δὲ ιδʹ τοῦ ζ΄. διαιροῦνται δὲ οὗτοι τὴν πρώτην <lb n="25"/>
<note type="footnote">5 inser. περὶ τῆς τῶ ν ἀρτίων διαφορᾶς Α, ῆ in mg.</note>
<note type="footnote">6 inser. περὶ τῶν ἀρτιάκις ἀρτίων Α. cf. Ζeller Ι Ρ. 366</note>
<note type="footnote">μὲν ἄρτιοι Α] μὲν ἀρτίου apogr. 7 οἷς] ὡ Α. 9 τὸ
apogr.] τὸν Α 11 ὁμώήνυμιον: ω corr. ex ο Α περιττῶ:
ω corr. ex ου Α. 14 ῖς corr. ex ιγ Α 18 inscr. περὶ
ἀρτιοπερίττων Α, ι in mg. 20 μέρη del. Hultsch</note>

<pb n="26"/>
διαίρεσιν εἰς περιττόν, μετὰ δὲ τὴν πρώτην εἰς ἴσα
διαίρεσιν οὐκ ἔτι διαιροῦνται. τῶν γὰρ ϛ΄ τὰ μὲν γ΄
ἥμισυ, τὰ δὲ γ΄ οὐκ ἔτι εἰς ἴσα διαιρεῖται· μονὰς γὰρ
ἀδιαίρετος.</p><lb n="5"/></div><div type="textpart" subtype="paragraph" n="20"><p>περισσάκις δὲ ἄρτιοί εἰσιν ὧν ὁ πολλαπλασιασμὸς
ἐκ δυεῖν ὡντινωνοῦν περισσοῦ καὶ ἀρτίου γίνεται, καὶ
πολλαπλασιασθέντες εἰς ἴσα μὲν ἄρτια μέρη δίχα διαι-
ροῦνται, κατὰ δὲ τὰς πλείους διαιρέσεις ἃ μὲν ἄρτια
μέρη, ἃ δὲ περισσὰ ἔχουσιν· ὡς ὁ ιβ΄ καὶ κ΄· τρὶς γὰρ
<lb n="10"/> δ΄ ιβ΄, καὶ πεντάκις δ΄ κ΄· καὶ τὰ μὲν ιβ΄ διχῆ διαιρεῖ-
ται 〈εἰς〉 ϛ΄ καὶ ϛ΄, τριχῇ δὲ εἰς δ΄ καὶ δ΄ καὶ δ΄, τετραχῆ
δὲ εἰς τετράκις γ΄· τὰ δὲ κ΄ διχῆ μὲν εἰς ι΄, τετραχῆ δὲ
εἰς ε΄, πενταχῆ δὲ εἰς δ΄.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>