<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1719.tlg001.1st1K-grc1:3.12.1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1719.tlg001.1st1K-grc1:3.12.1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1719.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg1719.tlg001.1st1K-grc1" n="3"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1719.tlg001.1st1K-grc1:3" n="12"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1719.tlg001.1st1K-grc1:3.12" n="1"><head rend="center">ΠΡΟΤΑΣΙΣ ιβ′. ΘΕΩΡ.</head><p rend="indent">Ἐὰν ἐν σφαίρᾳ μέγιστοι κύκλοι τοῦ αὐτοῦ τῶν παραλλήλων ἐφάπτωνται, ὁμοίας ἀφαιροῦντες περιφερείας τῶν <foreign xml:lang="lat">i</foreign> παραλλήλων κύκλων, τὰς μεταξὺ αὐτῶν, ἄλλος δέ τις μέγιστος κύκλος, λοξὸς ὤν πρὸς τοὺς παραλλήλους, μειζόνων ἐφάπτηται, ἢ ὧν οἱ ἐξ ἀρχῆς ἐφήπτοντο, καὶ τέμνῃ τοὺς τοῦ αὐτοῦ ἐφαπτομένους μεταξὺ τοῦ μεγίστου τῶν παραλλήλων καὶ οὗ οἱ ἐξ ἀρχῆς ἐφήπτοντο· ἡ διπλασίων τῆς διαμέτρου τῆς σφαίρας πρὸς <pb facs="bub_gb_VbIWAAAAQAAJ_0088"/> τὴν τοῦ κύκλου διάμετρον, οὗ ἐφάπτεται ὁ λοξὸς κύκλος, μείζονα λόγον ἔχει, ἤπερ ἡ τοῦ μεγίστου τῶν παραλλήλων κύκλων περιφέρεια, ἡ μεταξὺ τῶν τοῦ αὐτοῦ κύκλου ἐφαπτομένων, πρὸς τὴν τοῦ λοξοῦ κύκλου περιφέρειαν, τὴν μεταξὺ τῶν αὐτῶν κύκλων.</p><p rend="indent">Ἐν γὰρ σφαίρᾳ μέγιστοι κύκλοι οἱ ΑΒ, ΓΔ τοῦ αὐτοῦ τῶν παραλλήλων ἐφαπτέσθωσαν τοῦ ΑΓ κατὰ τὰ Α, Γ σημεῖα, ὁμοίας ἀφαιροῦντες περιφερείας τῶν παραλλήλων κύκλων, τὰς μεταξὺ αὐτῶν· ἄλλος δέ τις μέγιστος κύκλος, λοξὸς ὤν πρὸς τοὺς παραλλήλους, ὁ ΕΖ, μειζόνων ἐφαπτέσθω, ἢ ὧν οἱ ΑΒ, ΓΔ ἐφάπτονται, καὶ τεμνέτω ὁ ΕΖ τοὺς ΑΒ, ΓΔ μεταξὺ τοῦ μεγίστου τῶν παραλλήλων, καὶ οὗ οἱ ΑΒ, ΓΔ ἐφάπτονται, τοῦ ΑΓ κύκλου. Ἔστω δὲ μέγιστος μὲν τῶν παραλλήλων κύκλων ὁ ΜΒΞ, οὗ δὲ ἐφάπτεται ὁ ΕΖ, ἔστω ὁ ΕΗ· λέγω, ὅτι ἡ διπλασίων τῆς διαμέτρου τῆς σφαίρας πρὸς τὴν τοῦ ΕΗ κύκλου διάμετρον μείζονα λόγον ἔχει, ἤπερ ἡ ΒΔ περιφέρεια πρὸς τὴν ΘΚ περιφέρειαν.</p><p rend="indent">Ἔστω γὰρ ὁ πόλος τῶν παραλλήλων τὸ Λ σημεῖον, καὶ διὰ τοῦ Λ καὶ ἑκάστου τῶν Ε, Θ, Κ σημείων μέγιστοι κύκλοι γεγράφθωσαν οἱ ΛΕΜ, ΛΘΝ, ΛΚΞ, διὰ δὲ τοῦ Κ παράλληλος κύκλος γεγράφθω ὁ ΟΚ, διὰ δὲ τοῦ Θ μέγιστος κύκλος γεγράφθω ὁ ΘΠ, ἐφαπτόμενος τοῦ ΕΗ κύκλου κατὰ τὸ Π.</p><p rend="indent">Ἐπεὶ οὖν ἐν σφαίρᾳ δύο παράλληλοί εἰσι κύκλοι οἱ ΟΚ, ΕΠΗ, καὶ γεγραμμένοι εἰσὶ δύο μέγιστοι κύκλοι οἱ ΕΘΚΖ, ΟΘΠ, ἐφαπτόμενοι τοῦ ΕΠΗ κατὰ τὰ Ε, Π, διὰ δὲ τοῦ Θ σημείου καὶ τοῦ πόλου τοῦ Λ μέγιστος γέγραπται κύκλος ὁ ΛΘΡ· ἴση ἄρα ἐστὶν ἡ ΟΡ τῇ ΡΚ, καὶ ἡ ΡΣ ἄρα τῆς ΡΚ ἐλάσσων ἐστὶν, ἡ ΣΚ ἄρα τῇ ΚΡ ἐλάσσων ἐστὶν ἢ διπλῇ. Ἀλλ’ ἡ μὲν ΣΚ τῇ ΒΔ ἐστὶν ὁμοία, ἡ δὲ ΚΡ τῇ ΝΞ· καὶ ἡ ΒΔ ἄρα τῆς ΝΞ ἐλάσσων ἐστὶν ἢ διπλῆ. Καὶ ἐπεὶ ἡ τῆς σφαίρας διάμετρος πρὸς τὴν τοῦ ΕΗ κύκλου διάμετρον μείζονα λόγον ἔχει, ἥπερ ἡ ΜΝ περιφέρεια πρὸς τὴν ΕΘ περιφέρειαν, ἔχει δὲ καὶ ἡ ΜΝ περιφέρεια πρὸς τὴν ΕΗ περιφέρειαν μείζονα λόγον, ἤπερ ἡ ΝΞ περιφέρεια πρὸς τὴν ΘΚ περιφέρειαν· καὶ ἡ τῆς σφαίρας ἄρα διάμετρος πρὸς τὴν τοῦ ΕΠΗ κύκλου διάμετρον μείζονα λόγον ἔχει, ἤπερ ἡ ΝΞ περιφέρεια πρὸς τὴν ΘΚ περιφέρειαν· καὶ η ἄρα διπλασίων <foreign xml:lang="lat">a</foreign> τῆς διαμέτρου τῆς σφαίρας πρὸς τὴν τοῦ ΕΠΗ κύκλου διάμετρον μείζονα λόγον ἔχει, ἤπερ ἡ τῆς ΝΞ περιφερείας <pb facs="bub_gb_VbIWAAAAQAAJ_0089"/> διπλῇ πρὸς τὴν ΘΚ περιφέρειαν· ἡ δὲ τῆς ΝΞ περιφερείας διπλῆ πρὸς τὴ ΘΚ περιφέρειαν μείζονα λόγον ἔχει, ἤπερ ἡ ΒΔ περιφέρεια πρὸς τὴν ΘΚ, ἡ γὰρ τῆς ΝΞ διπλῆ μείζων ἐστὶ τῆς ΒΔ. Πολλῷ ἄρα ἡ διπλασίων τῆς διαμέτρου τῆς σφαίρας πρὸς τὴν τοῦ ΕΠΗ κύκλου διάμετρον μείζονα λόγον ἔχει, ἤπερ ἡ ΒΔ περιφέρεια πρὸς τὴν ΘΚ περιφέρειαν.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>