<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1:49</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1:49</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="49"><head>[Περὶ Λάδωνος διήγημα.]</head><p>Ἔδοξε τῇ Γῇ Λάδωνι τῷ ποταμῷ πρὸς συνουσίαν ἐλθεῖν· καὶ ἐπεὶ συνῆλθον ἀλλήλοις, κύει μὲν ἡ Γῆ, τίκτεται δὲ ἡ Δάφνη. φιλεῖ δὲ ἐκείνην ὁ Πύθιος, καὶ ῥήματα ἦν ἐραστοῦ πρὸς τὴν κόρην. ἀλλ’ ἡ Δάφνη τὴν σωφροσύνην ἐφίλει. διώκειν οὖν ἔδει, καὶ ἐδιώκετο. πρὶν δὲ ἀπειπεῖν ἐν τῇ φυγῇ, παρακαλεῖ τὴν μητέρα αὑτῆς πάλιν αὐτὴν εἴσω ποιῆσαι καὶ τηρῆσαι οἵα γεγένηται. ἡ μὲν οὖν ὧδε ἐποίει καὶ τὴν Δάφνην εἶχεν ἐν ἑαυτῇ· κατὰ δὲ τὸ μέρος ἐκεῖνο εὐθὺς ἀνεπήδα φυτόν. καὶ παραπεσὼν αὐτῷ κατὰ τὴν ἀκμὴν τοῦ ἔρωτος ὁ θεὸς οὐκ εἶχεν ὅπως ἀποστῇ τοῦ φυτοῦ· ἀλλ’ αἵ τε χεῖρες ἀνελαμβάνοντο καὶ ἡ κεφαλὴ τὸ λοιπὸν ἐκοσμεῖτο. λέγεται δὲ καὶ ὁ τρίπους οὐκ ἄνευ τῆς δάφνης ἱδρῦσθαι κατὰ Βοιωτίαν ἐπὶ τοῦ χάσματος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>