<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1:18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1:18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="18"><head>[Περὶ τῶν Ἑσπερίδων.]</head><p>Λέγεται ὡς γυναῖκές τινες ἦσαν αἱ Ἑσπερίδες, ταύταις δὲ ἦν μῆλα χρυσᾶ ἐπὶ μηλέας, ἣν ἐφύλασσε δράκων, ἐφ’ ἃ μῆλα καὶ Ἡρακλῆς ἐστρατεύσατο. ἔχει δὲ ἡ ἀλήθεια ὧδε. Ἕσπερος ἦν ἀνὴρ Μιλήσιος, ὃς ᾤκει ἐν τῇ Καρίᾳ καὶ εἶχε θυγατέρας δύο αἳ ἐκαλοῦντο Ἑσπερίδες. τούτῳ δὲ ἦσαν ὄις καλαὶ καὶ εὔκαρποι, τοῦτο τὸ γένος ὃ νῦν ἐστιν ἐν Μιλήτῳ. ἐπὶ τούτῳ δὴ ὠνομάζοντο χρυσαῖ· κάλλιστον γὰρ ὁ χρυσός, ἦσαν δὲ κἀκεῖναι κάλλισται. μῆλα δὲ ἐκαλεῖτο τὰ πρόβατα. ἅπερ ἰδὼν Ἡρακλῆς βοσκόμενα παρὰ τῇ θαλάσσῃ, περιελάσας ἐνέθετο εἰς τὴν ναῦν, καὶ τὸν ποιμένα αὐτῶν ὀνόματι Δράκοντα *** ἤγαγεν εἰς οἶκον, οὐκέτι ζῶντος τοῦ Ἑσπέρου, ἀλλὰ τῶν παίδων αὐτοῦ. ἔλεγον δὴ οἱ ἄνθρωποι <q>ἐθεασάμεθα χρυσᾶ μῆλα, ἃ ἤγαγεν ἐξ Ἑσπερίδων Ἡρακλῆς τὸν φύλακα ἀποκτείνας Δράκοντα.</q> ἔνθεν ὁ μῦθος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>