<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg016.1st1K-grc1:16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg016.1st1K-grc1:16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg016.1st1K-grc1"><div type="textpart" subtype="section" n="16"><p rend="merge">⟨ὅ⟩τῳ οὖν ἐν τῷ λογικῷ ἀκτὶς ἐπιλάμπει [διὰ τοῦ ἡλίου] ⟨ἀπὸ τοῦ θεοῦ⟩, [[οὗτοι δὲ πάντες ὀλίγοι εἰσί,]] τούτῳ[ν] καταργοῦνται οἱ δαίμονες· οὐδείς γὰρ οὐδὲν δύναται οὔτε δαιμόνων οὔτε θεῶν πρὸς μίαν ἀκτῖνα τοῦ θεοῦ. ⟨⟨οὗτοι δὲ πάντως ὀλίγοι εἰσί⟨ν⟩·⟩⟩ οἱ δὲ ἄλλοι πάντες ἄγονται καὶ φέρονται καὶ τὰς ψυχὰς καὶ τὰ σώματα ὑπὸ τῶν δαιμόνων, ἀγαπῶντες καὶ στέργοντες τὰς ἐκείνων ἐνεργείας· καὶ ὁ λόγοΝ οὐκ ⟨ἔχων⟩ ἔρως ⟨...⟩ ἐστίν, ὁ πλανώμενος καὶ πλανῶν. τὴν οὖν ἐπίγειον ⎡διοίκησιν⎤ ταύτην πᾶσαν διοικοῦσι δι᾽ ὀργάνων τῶν ἡμετέρων σωμάτων. ταύτην δὲ τὴν διοίκησιν Ἑρμῆς εἱμαρμένην ἐκάλεσεν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>