<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1:8b-13b</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1:8b-13b</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="8b"><p rend="indent">χαῖρε λοιπόν, ὦ τέκνον, ἀνακαθαιρόμενος ταῖς τοῦ θεοῦ δυνάμεσιν· ⟨πάρεισι γὰρ⟩ εἰς συνάρθρωσιν τοῦ λόγου. ἦλθεν ἡμῖν γνῶσις θεοῦ· ταύτης ἐλθούσης, ὦ τέκνον, ἐξηλάθη ἡ ἄγνοια. </p></div><div type="textpart" subtype="section" n="8c"><p rend="indent">ἦλθεν ἡμῖν [γνῶσις] χαρά[ς]· παραγενομένης ταύτης, ὦ τέκνον, ἡ λύπη φεύξεται εἰς τοὺς χωροῦντας αὐτήν. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">⟨τρίτην⟩ δύναμιν καλῶ ἐπὶ χαρᾷ τὴν ἐγκράτειαν. ὦ δύναμις ἡδίστη· προσλάβωμεν αὐτήν, ὦ τέκνον, ἀσμενέστατα. πῶς ἅμα τῷ παραγενέσθαι ἀπώσατο τὴν ἀκρασίαν. </p><p rend="indent">τετάρτην δὲ νῦν καλῶ καρτερίαν, τὴν κατὰ τῆς ἐπιθυμίας δύναμιν.⟨...⟩</p><p rend="indent">ὁ βαθμὸς οὗτος, ὦ τέκνον, δικαιοσύνης ἐστὶν ἕδρασμα. [[ χωρὶς γὰρ κτίσεως]] ἰδὲ πῶς τὴν ἀδικίαν ἐξήλασεν· ⟨⟨χωρὶς γὰρ κρίσεως⟩⟩ ἐδικαιώθημεν, ὦ τέκνον, ἀδικίας ἀπούσης. </p><p rend="indent">ἕκτην δύναμιν καλῶ εἰς ἡμᾶς τὴν κατὰ τῆς πλεονεξίας, ⟨τὴν⟩ κοινωνίαν. ἀποστάσης δὲ ⟨τῆς πλεονεξίας . . . </p><p rend="indent">ἑβδόμην⟩ ἐπικαλῶ τὴν ἀλήθειαν. φεῦγε[ι] ἀπάτη· ἀλήθεια παραγίνεται. </p><p rend="indent">ἰδὲ πῶς τὸ ἀγαθὸν πεπλήρωται, ὦ τέκνον, παραγενομένης τῆς ἀληθείας. φθόνος γὰρ ἀφ᾽ ἡμῶν ἀπέστη ⟨καὶ αἱ λοιπαὶ τιμωρίαι⟩.</p><pb facs="ScottHermeticaVolOne_0249"/><p rend="indent">τῇ δὲ ἀληθείᾳ καὶ τὸ ἀγαθὸν ἐπεγένετο ἅμα ζωῇ καὶ φωτί. καὶ οὐκέτι ἐπῆλθεν οὐδεμία τοῦ σκότους τιμωρία, ἀλλ᾽ ἐξέπτησαν [νικηθεῖσαι] ῥοίζῳ. </p></div><div type="textpart" subtype="section" n="10"><p>[[ἔγνωκας, ὦ τέκνον, τῆς παλιγγενεσίας τὸν τρόπον]] </p><p rend="align (center)">[τῆς δεκάδος παραγινομένης]</p><p rend="align (center)">⟨οὕτω δή⟩, ὦ τέκνον, συνετέθη ⟨ἡ⟩ νοερὰ [γένεσις] ⟨οὐσία⟩,</p><p rend="align (center)">[καὶ τὴν δωδεκάτην ἐξελαύνει,]</p><p rend="align(left)"> καὶ ἐθεώ[ρη]θημεν τῇ ⟨ταύτης⟩ γενέσει. ὅστις οὖν ἔτυχε κατὰ τὸ ἔλεος τῆς κατὰ θεὸν γενέσεως, τὴν σωματικὴν αἴσθησιν καταλιπὼν ἑαυτὸν γνωρίζει ἐκ [τούτων] ⟨δυνάμεων⟩ συνιστάμενοΝ, καὶ ⟨γνωρίσας⟩ εύφραίνεται.— </p></div><div type="textpart" subtype="section" n="11a"><p rend="indent">⟨Οὐσί⟩α καινὴ[ς] γενόμενος ὑπὸ τοῦ θεοῦ, ὦ πάτερ, φαντάζομαι οὐχ ὁράσει ὀφθαλμῶν, ἀλλὰ τῇ [διὰ δυνάμεων] νοητικῇ ἐνεργείᾳ. </p></div><div type="textpart" subtype="section" n="13ax"><p>—⟨⟨Αὕτη ἐστὶν ἡ παλιγγενεσία, ὦ τέκνον, τὸ μηκέτι φαντάζεσθαι [εἰς] τὸ σῶμα τὸ τριχῆ διαστατόν,⟩⟩ ⟨ἀλλὰ τὸ ἀσώματον.⟩—⟨⟨Πάτερ, τὸ πᾶν ὁρῶ [καὶ] ἐμαυτὸν ⟨ὄντα⟩, ἐν τῷ νοῒ⟩⟩ ⟨ὁρῶν⟩. </p></div><div type="textpart" subtype="section" n="11b"><p>ἐν οὐρανῷ εἰμι, ἐν γῇ, ἐν ὕδατι, ἐν ἀέρι· ἐν ζῴοις εἰμί, ἐν φυτοῖς· ἐν γαστρί, πρὸ γαστρός, μετὰ γαστέρα· πανταχοῦ ⟨πάρειμι⟩.—⟨⟨Ἔγνωκας, ὦ τέκνον, τῆς παλιγγενεσίας τὸν τρόπον.⟩⟩—</p></div><div type="textpart" subtype="section" n="11c"><p rend="indent">[Ἀλλ᾽ ἔτι τοῦτό μοι εἰπέ, πῶς αἱ τιμωρίαι τοῦ σκότους, οὖσαι ἀριθμῷ δώδεκα, ὑπὸ δέκα δυνάμεων ἀπωθοῦνται. τίς ὁ τρόπος, ὦ τρισμέγιστε; </p></div><div type="textpart" subtype="section" n="12"><p>—Τὸ σκῆνος τοῦτο, [[καὶ]] ὦ τέκνον, ὃ ⟨⟨καὶ⟩ διεξεληλύθαμεν, ἐκ τοῦ ζῳοφόρου κύκλου συνέστη, [[καὶ τούτου συνεστῶτος ἐξ ἀριθμῶν δώδεκα ὄντων τὸν ἀριθμόν,]] ⟨γεννῶντος⟩ φύσεως μιᾶς παντομόρφου⟨ς⟩ ἰδέας εἰς πλάνην τοῦ ἀνθρώπου· ⟨⟨καὶ τούτου συνεστῶτος ἐκ ΖῳΔίων δώδεκα ὄντων τὸν ἀριθμόν,⟩⟩ διαζυγ⟨ί⟩αι ἐν αὐταῖς εἰσιν, ὦ τέκνον, ⟨δώδεκα.⟩ ⟨⟨εἰσὶ δὲ καὶ ἀδιορίστοι,⟩⟩ ἡνωμέναι ἐν τῇ πράξει· ἀχώριστος ⟨γάρ⟩ ἐστιν ἡ προτπέτεια τῆς ὁρΜῆς. [[εἰσὶ δὲ καὶ ἀδιόριστοι]] εἰκότως οὖν [[κατὰ τὸν ὄρθον λόγον]] τὴν ἀπόστασιν ποιοῦνται, καθὼς ⟨εἶπον, ἀθρόως⟩. καὶ ⟨⟨κατὰ [τὸν ὄρθον] λόγον⟩⟩ ἀπὸ δέκα δυνάμεων ἐλαύνοΝται, τουτέστιν ἀπὸ τῆς δεκάδος· 
<pb facs="ScottHermeticaVolOne_0251"/> ἡ γὰρ δεκάς, ὦ τέκνον, ἐστὶ ψυχογόνος. ζωὴ δὲ καὶ φῶς ἡνωμέναι εἰσὶν ἑνὰϲ· ὁ ⟨δὲ⟩ τῆς ἑνάδος ἀριθμὸς πέφυκε τοῦ [πνεύματος] ⟨τῆς δεκάδος ἀρχή⟩. ἡ ἑνὸς οὖν κατὰ λόγον τὴν δεκάδα ⟨ἐμπερι⟩έχει [καὶ ἡ δεκὰς τὴν ἑνάδα].] </p></div><div type="textpart" subtype="section" n="13a"><p rend="indent">[[Πάτερ, τὸ πᾶν ὁρῶ καὶ ἐμαυτὸν ἐν τῷ νοΐ.]] [[ Aὕτη ἐστὶν ἡ παλιγγενεσία, ὦ τέκνον, τὸ μηκέτι φαντάζεσθαι εἰς τὸ σῶμα τὸ τριχῆ διαστατόν.]] </p></div><div type="textpart" subtype="section" n="13b"><p rend="indent">[[διὰ τὸν λόγον τοῦτον τὸν περὶ τῆς παλιγγενεσίας εἰς ὃν ὑπεμνηματισάμην, ἵνα μὴ ὦμεν διάβολοι τοῦ παντὸς εἰς τοὺς πολλούς, εἰς οὓς ὁ θεὸς αὐτὸς θέλει.]] </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>