<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1:1-13b</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1:1-13b</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><pb facs="ScottHermeticaVolOne_0241"/> Ἐν τοῖς γενικοῖς, ὦ πάτερ, αἰνιγματωδῶς καὶ οὐ τηλαυγῶς ἔφρασας, περὶ θειότητος διαλεγόμενος· [[οὐκ ἀπεκάλυψας]] φάμενος ⟨γὰρ⟩ μηδένα δύνασθαι σωθῆναι πρὸ τῆς παλιγγενεσίας, ⟨⟨οὐκ ἀπεκάλυψας·⟩⟩ ἐμοῦ τε σοῦ ἱκέτου γενομένου ⎡ἐπὶ τῆς τοῦ ὄρους μεταβάσεως⎤ μετὰ τὸ σὲ ἐμοὶ διαλεχθῆναι [πυθομένου] τὸν τῆς παλιγγενεσίας λόγον μαθεῖν, ὅτι τοῦτον παρὰ πάντα μόνον ἀγνοῶ, ⟨οὔπω ἠξίωσας⟩ ⟨⟨παραδιδόναι μοι,⟩⟩ καὶ ἔφης <q>ὅταν μέλλῃς ⟨τοῦ⟩ κόσμου ἀπαλλοτριοῦσθαι [[παραδιδόναι μοι]] ⟨παραδώσω.</q> ἐγὼ δὲ ἤδη⟩ ἕτοιμος ἐγενόμην, καὶ ἀπηλλοτρίωσα τὸ ἐν ἐμοὶ φρόνημα ἀπὸ τῆς τοῦ κόσμου ἀπάτης· σὺ δέ μου καὶ τὰ ὑστερήματα ἀναπλήρωσον, ὡς ἔφης μοι, παλιγγενεσίαν παραδοῦναι προθέμενος [ἐκ φωνῆς ἢ κρυβήν]. ἀγνοῶ, ὦ τρισμέγιστε, ἐξ οἵας μήτρας ἄνθρωπος ⟨ἀν⟩αγεννηθ⟨εί⟩η ⟨ἄν⟩, σπορᾶς δὲ ποίας. </p></div><div type="textpart" subtype="section" n="2"><p>—Ὦ τέκνον, σοφία ⟨ἡ⟩ ΜΉΤρα, ἐν σιγῇ ⟨κύουσα⟩, καὶ ἡ σπορὰ τὸ ἀληθινὸν ἀγαθόν.—Τίνος σπείραντος, ὦ πάτερ; τὸ γὰρ σύνολον ἀπορῶ.—Τοῦ θελήματος τοῦ θεοῦ, ὦ τέκνον.—⟨⟨Λέγε μοι καὶ τοῦτο· τίς ἐστι τελεσιουργὸς τῆς παλιγγενεσίας;—[ ὁ τοῦ] Θεοῦ παῖς ἄνθρωπος εἷς, θελήματι θεοῦ⟩⟩ ⟨ὑπουργῶν⟩.—Καὶ 
<pb facs="ScottHermeticaVolOne_0243"/> ποταπὸς ὁ γεννώμενος, ὦ πάτερ; [[ἄμοιρος γὰρ τῆς ἐν ἐμοὶ οὐσίας καὶ τῆς νοητῆς]]—Ἄλλος [ἔσται] ὁ γεννώμενος, θεοῦ θεὸς παῖς, τὸ πᾶν, ἐν παντί· ⟨⟨ἄμοιρος γάρ ⟨ἐστι⟩ τῆς ⎡ἐν ἐμοὶ⎤ οὐσίας, καὶ τῆς νοητῆς⟩⟩ ⟨μοῖραν ἔχει⟩, ἐκ πασῶν δυνάμεων συνεστώς.—Αἴνιγμα μοι λέγεις, ὦ πάτερ, καὶ οὐχ ὡς πατὴρ υἱῷ διαλέγῃ.—Τοῦτο τὸ γένος, ὦ τέκνον, οὐ διδάσκεται, ἀλλ᾽ [[ὅταν θέλῃ]] ὑπὸ τοῦ θεοῦ, ⟨⟨ὅταν θέλῃ,⟩⟩ ἀναμιμνήσκεται. </p></div><div type="textpart" subtype="section" n="3"><p>—Ἀδύνατά μοι λέγεις, ὦ πάτερ, καὶ βεβιασμένα. ὅθεν πρὸς ταῦτα ὀρθῶς ἀντειπεῖν ἔχω <q>⟨ἆρ᾽⟩ ἀλλότριος [υἱὸς] πέφυκα τοῦ πατρικοῦ γένους;</q> μὴ φθόνει μοι, πάτερ· γνήσιος υἱός εἰμί· διάφρασόν μοι τῆς παλιγγενεσίας τὸν τρόπον.—Τί εἴπω, ὦ τέκνον; ⟨⟨τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται, οὐδὲ τῷ πλαστῷ τούτῳ ⎡στοιχείῳ⎤, δι᾽ οὗ ⟨σὺ ὁρᾷς⟩, ἐστιν ἰδεῖν.⟩⟩ οὐκ ἔχω λέγειν πλὴν τοῦτο· ὁρῶ[ν] τι⟨ν᾽⟩ ἐν ἐμοὶ ἄπλαστον ἰΔέαν γεγενημένην ἐξ ἐλέου θεοῦ, καὶ ἐμαυτὸν ⟨δι⟩εξελήλυθα εἰς ἀθάνατον σῶμα· καί εἰμι νῦν οὐχ ὁ πρίν, ἀλλ᾽ ⟨ἀν⟩εγεννήθην ἐν νῷ, [[τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται οὐδὲ τῷ πλαστῷ τούτῳ στοιχείῳ δι᾽ οὗ ἐστιν ἰδεῖν]] καὶ διαλέλΥταί μοι τὸ πρῶτον [σύνθετον] εἶδος. οὐκάτι κεχρω⟨μάτ⟩ισμαι καὶ ἁφὴν ἔχω καὶ μέτρον, ἀλλότριος δὲ τούτων εἰμὶ νῦν, [ὁρᾷς με ὦ τέκνον ὀφθαλμοῖς] ⟨καὶ πάντων⟩ ὅϲα [δὲ] κατανοεῖς ἀτενίζων σωματικ῀ιΗ ὁράσει. οὐκ ὀφθαλμοῖς τ⟨οι⟩ούτοις θεωροῦμαι νῦν, ὦ τέκνον. </p></div><div type="textpart" subtype="section" n="4"><p>—Εἰς μανίαν με οὐκ ὀλίγην καὶ οἴστρησιν φρενῶν ἐνεσείσας, ὦ πάτερ. ἐμαυτὸν γὰρ νῦν οὐχ ὁρῶ;—Εἴθε, ὦ τέκνον, καὶ σὺ σεαυτὸν διεξεληλύθεις, ⟨ἵνα εἶδες, μὴ⟩ ὡς οἱ ἐν ὕπνῳ ὀνειροπολούμενοι, ⟨ἀλλὰ⟩ χωρὶς ὕπνου.—[[Λέγε μοι καὶ τοῦτο· τίς ἐστι γενεσιουργὸς τῆς παλιγγενεσίας;—Ὁ τοῦ θεοῦ παῖς ἄνθρωπος εἷς θελήματι θεοῦ.—]] </p></div><div type="textpart" subtype="section" n="5"><p>Νῦν τὸ λοιπόν, ὦ πάτερ, εἰς ἀφασίαν με ἠνέγκας. [[τῶν πρὶν ἀπολειφθεὶς φρενῶν]]. τὸ γὰρ μέγεθος βλέπω τὸ σὸν τὸ αὐτό, ὦ πάτερ, σὺν τῷ χαρακτῆρι.—Καὶ ἐν 
<pb facs="ScottHermeticaVolOne_0245"/> τούτῳ ψεύδῃ· τὸ γὰρ θνητὸν εἶδος καθ᾽ ἡμέραν ἀλλάσσεται· χρόνῳ γὰρ τρέπεται εἰς αὔξησιν καὶ μείωσιν, ὡς ψεῦδος ⟨ὄν⟩. </p></div><div type="textpart" subtype="section" n="6"><p>—Τί οὖν ἀληθές ἐστιν, ὦ τρισμέγιστε;—Τὸ μὴ θολούμενον, ὦ τέκνον, τὸ μὴ ⟨πε⟩ριοριζόμενον, τὸ ἀχρώματον, τὸ ἀσχημάτιστον, [[τὸ ἄτρεπτον,]] τὸ γυμνόν, τὸ φα[ι]νόν, τὸ αὑτῷ καταληπτόν, ⟨⟨τὸ ἄτρεπτον,⟩⟩ τὸ ἀναλλοίωτον, τὸ ἀγαθόν [[τὸ ἀσώματον]].—Μέμηνα ὄντως, ὦ πάτερ, ⟨⟨τῶν πρὶν ἀπολειφθείς φρενῶν·⟩⟩ δοκοῦντος γάρ μου ὑπὸ σοῦ σοφοῦ γεγονέναι, ἐνεφράχθησαν αἱ αἰσθήσεις ⟨προβληθέντος⟩ τούτου μοι τοῦ νοήματος.—Οὕτως ἔχει, ὦ τέκνον. τὸ μὲν ἀνωφερὲς [ὡς πῦρ] καὶ κατωφερὲς [ὡς γῆ] καὶ ὑγρὸν [ὡς ὕδωρ] καὶ σύμπνοον [ὡς ἀὴρ] ⟨αἰσθήσει ὑποπίπτει· τὸ δὲ τούτοις ἀνόμοιον⟩ πῶς αἰσθητῶς οὕτω νοήσεις, τὸ μὴ σκληρόν, τὸ μὴ ὑγρόν, τὸ ⎡ἀσφίγγωτον⎤, τὸ μὴ διαλυόμενον, τὸ μόνον δυνάμει [καὶ ἐνεργείᾳ] νοούμενον, δεόμενοΝ δὲ τοῦ δυναμένου νοεῖν ⟨⟨τὸ ἀσώματον⟩⟩ [τὴν ἐν θεῷ γένεσιν]; </p></div><div type="textpart" subtype="section" n="7a"><p>—ἀδύνατος οὖν εἰμι, ὦ πάτερ;—Μὴ γένοιτο, ὦ τέκνον. ἐπίσπασαι εἰς ἑαυτόν, καὶ ἐλεύσεται· θέλησον, καὶ γίνεται. κατάργησον τοῦ σώματος τὰς αἰσθήσεις, καὶ ἔσται ἡ γένεσις τῆς θεότητος. </p></div><div type="textpart" subtype="section" n="7b"><p rend="indent">⟨. . . δεῖ⟩ καθᾶραι σεαυτὸν ἀπὸ τῶν ἀλόγων τῆς ὕλης τιμωριῶν.—Τιμωροὺς γὰρ ἐν ἐμαυτῷ ἔχω, ὦ πάτερ;—Οὐκ ὀλίγους, ὦ τέκνον, ἀλλὰ καὶ φοβεροὺς καὶ πολλούς.—Ἀγνοῶ, ὦ πάτερ.—Μία αὕτη, ὦ τέκνον, τιμωρία, ἡ ἄγνοια. </p><p rend="indent">δευτέρα λύπη·</p><p rend="indent">τρίτη ἀκρασία·</p><p rend="indent">τετάρτη ἐπιθυμία·</p><p rend="indent">πέμπτη ἀδικία·</p><p rend="indent">ἕκτη πλεονεξία· </p><p rend="indent">ἑβδόμη ἀπάτη· </p><p rend="indent">ὀγδόη φθόνος· </p><pb facs="ScottHermeticaVolOne_0247"/><p rend="indent">ἐνάτη δόλος· </p><p rend="indent">δεκάτη ὀργή· </p><p rend="indent">ἑνδεκάτη προπέτεια·</p><p rend="indent">δωδεκάτη κακία. </p><p rend="align(left)">εἰσὶ δὲ καὶ </p><p rend="indent">αὗται τὸν ἀριθμὸν δώδεκα, ὑπὸ δὲ ταύταις</p><p rend="align(left)"> πλείονες ἄλλαι, ὦ τέκνον, ⟨αἳ⟩ διὰ τ῀Ηϲ [[το δεσμωτηρίου τοῦ σώματος]] αἰσθήϲεως πάσχειν ἀναγκάζουσι τὸν ἐν ⟨⟨τῷ δεσμωτηρίῳ τοῦ σώματος⟩⟩ δεΔε⟨μ⟩έΝον ἄνθρωπον. ἀφίστανται δὲ αὗται [οὐκ] ἀθρόως ἀπὸ τοῦ ἐλεηθέντος ὑπὸ τοῦ θεοῦ, καὶ οὕτω συνίσταται ὁ ⟨⟨λόγος⟩⟩. ⟨οὗτος ὁ⟩ τῆς παλιγγενεσίας τρόπος [καὶ] [[λόγος]]. </p></div><div type="textpart" subtype="section" n="8a"><p rend="indent">λοιπὸν σιώπησον, ὦ τέκνον, καὶ εὐφήμησον· ⎡καὶ διὰ τοῦτο οὐ καταπαύσει⎤ τὸ ἔλεος εἰς ἡμᾶς ἀπὸ τοῦ θεοῦ. </p></div><div type="textpart" subtype="section" n="8b"><p rend="indent">χαῖρε λοιπόν, ὦ τέκνον, ἀνακαθαιρόμενος ταῖς τοῦ θεοῦ δυνάμεσιν· ⟨πάρεισι γὰρ⟩ εἰς συνάρθρωσιν τοῦ λόγου. ἦλθεν ἡμῖν γνῶσις θεοῦ· ταύτης ἐλθούσης, ὦ τέκνον, ἐξηλάθη ἡ ἄγνοια. </p></div><div type="textpart" subtype="section" n="8c"><p rend="indent">ἦλθεν ἡμῖν [γνῶσις] χαρά[ς]· παραγενομένης ταύτης, ὦ τέκνον, ἡ λύπη φεύξεται εἰς τοὺς χωροῦντας αὐτήν. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">⟨τρίτην⟩ δύναμιν καλῶ ἐπὶ χαρᾷ τὴν ἐγκράτειαν. ὦ δύναμις ἡδίστη· προσλάβωμεν αὐτήν, ὦ τέκνον, ἀσμενέστατα. πῶς ἅμα τῷ παραγενέσθαι ἀπώσατο τὴν ἀκρασίαν. </p><p rend="indent">τετάρτην δὲ νῦν καλῶ καρτερίαν, τὴν κατὰ τῆς ἐπιθυμίας δύναμιν.⟨...⟩</p><p rend="indent">ὁ βαθμὸς οὗτος, ὦ τέκνον, δικαιοσύνης ἐστὶν ἕδρασμα. [[ χωρὶς γὰρ κτίσεως]] ἰδὲ πῶς τὴν ἀδικίαν ἐξήλασεν· ⟨⟨χωρὶς γὰρ κρίσεως⟩⟩ ἐδικαιώθημεν, ὦ τέκνον, ἀδικίας ἀπούσης. </p><p rend="indent">ἕκτην δύναμιν καλῶ εἰς ἡμᾶς τὴν κατὰ τῆς πλεονεξίας, ⟨τὴν⟩ κοινωνίαν. ἀποστάσης δὲ ⟨τῆς πλεονεξίας . . . </p><p rend="indent">ἑβδόμην⟩ ἐπικαλῶ τὴν ἀλήθειαν. φεῦγε[ι] ἀπάτη· ἀλήθεια παραγίνεται. </p><p rend="indent">ἰδὲ πῶς τὸ ἀγαθὸν πεπλήρωται, ὦ τέκνον, παραγενομένης τῆς ἀληθείας. φθόνος γὰρ ἀφ᾽ ἡμῶν ἀπέστη ⟨καὶ αἱ λοιπαὶ τιμωρίαι⟩.</p><pb facs="ScottHermeticaVolOne_0249"/><p rend="indent">τῇ δὲ ἀληθείᾳ καὶ τὸ ἀγαθὸν ἐπεγένετο ἅμα ζωῇ καὶ φωτί. καὶ οὐκέτι ἐπῆλθεν οὐδεμία τοῦ σκότους τιμωρία, ἀλλ᾽ ἐξέπτησαν [νικηθεῖσαι] ῥοίζῳ. </p></div><div type="textpart" subtype="section" n="10"><p>[[ἔγνωκας, ὦ τέκνον, τῆς παλιγγενεσίας τὸν τρόπον]] </p><p rend="align (center)">[τῆς δεκάδος παραγινομένης]</p><p rend="align (center)">⟨οὕτω δή⟩, ὦ τέκνον, συνετέθη ⟨ἡ⟩ νοερὰ [γένεσις] ⟨οὐσία⟩,</p><p rend="align (center)">[καὶ τὴν δωδεκάτην ἐξελαύνει,]</p><p rend="align(left)"> καὶ ἐθεώ[ρη]θημεν τῇ ⟨ταύτης⟩ γενέσει. ὅστις οὖν ἔτυχε κατὰ τὸ ἔλεος τῆς κατὰ θεὸν γενέσεως, τὴν σωματικὴν αἴσθησιν καταλιπὼν ἑαυτὸν γνωρίζει ἐκ [τούτων] ⟨δυνάμεων⟩ συνιστάμενοΝ, καὶ ⟨γνωρίσας⟩ εύφραίνεται.— </p></div><div type="textpart" subtype="section" n="11a"><p rend="indent">⟨Οὐσί⟩α καινὴ[ς] γενόμενος ὑπὸ τοῦ θεοῦ, ὦ πάτερ, φαντάζομαι οὐχ ὁράσει ὀφθαλμῶν, ἀλλὰ τῇ [διὰ δυνάμεων] νοητικῇ ἐνεργείᾳ. </p></div><div type="textpart" subtype="section" n="13ax"><p>—⟨⟨Αὕτη ἐστὶν ἡ παλιγγενεσία, ὦ τέκνον, τὸ μηκέτι φαντάζεσθαι [εἰς] τὸ σῶμα τὸ τριχῆ διαστατόν,⟩⟩ ⟨ἀλλὰ τὸ ἀσώματον.⟩—⟨⟨Πάτερ, τὸ πᾶν ὁρῶ [καὶ] ἐμαυτὸν ⟨ὄντα⟩, ἐν τῷ νοῒ⟩⟩ ⟨ὁρῶν⟩. </p></div><div type="textpart" subtype="section" n="11b"><p>ἐν οὐρανῷ εἰμι, ἐν γῇ, ἐν ὕδατι, ἐν ἀέρι· ἐν ζῴοις εἰμί, ἐν φυτοῖς· ἐν γαστρί, πρὸ γαστρός, μετὰ γαστέρα· πανταχοῦ ⟨πάρειμι⟩.—⟨⟨Ἔγνωκας, ὦ τέκνον, τῆς παλιγγενεσίας τὸν τρόπον.⟩⟩—</p></div><div type="textpart" subtype="section" n="11c"><p rend="indent">[Ἀλλ᾽ ἔτι τοῦτό μοι εἰπέ, πῶς αἱ τιμωρίαι τοῦ σκότους, οὖσαι ἀριθμῷ δώδεκα, ὑπὸ δέκα δυνάμεων ἀπωθοῦνται. τίς ὁ τρόπος, ὦ τρισμέγιστε; </p></div><div type="textpart" subtype="section" n="12"><p>—Τὸ σκῆνος τοῦτο, [[καὶ]] ὦ τέκνον, ὃ ⟨⟨καὶ⟩ διεξεληλύθαμεν, ἐκ τοῦ ζῳοφόρου κύκλου συνέστη, [[καὶ τούτου συνεστῶτος ἐξ ἀριθμῶν δώδεκα ὄντων τὸν ἀριθμόν,]] ⟨γεννῶντος⟩ φύσεως μιᾶς παντομόρφου⟨ς⟩ ἰδέας εἰς πλάνην τοῦ ἀνθρώπου· ⟨⟨καὶ τούτου συνεστῶτος ἐκ ΖῳΔίων δώδεκα ὄντων τὸν ἀριθμόν,⟩⟩ διαζυγ⟨ί⟩αι ἐν αὐταῖς εἰσιν, ὦ τέκνον, ⟨δώδεκα.⟩ ⟨⟨εἰσὶ δὲ καὶ ἀδιορίστοι,⟩⟩ ἡνωμέναι ἐν τῇ πράξει· ἀχώριστος ⟨γάρ⟩ ἐστιν ἡ προτπέτεια τῆς ὁρΜῆς. [[εἰσὶ δὲ καὶ ἀδιόριστοι]] εἰκότως οὖν [[κατὰ τὸν ὄρθον λόγον]] τὴν ἀπόστασιν ποιοῦνται, καθὼς ⟨εἶπον, ἀθρόως⟩. καὶ ⟨⟨κατὰ [τὸν ὄρθον] λόγον⟩⟩ ἀπὸ δέκα δυνάμεων ἐλαύνοΝται, τουτέστιν ἀπὸ τῆς δεκάδος· 
<pb facs="ScottHermeticaVolOne_0251"/> ἡ γὰρ δεκάς, ὦ τέκνον, ἐστὶ ψυχογόνος. ζωὴ δὲ καὶ φῶς ἡνωμέναι εἰσὶν ἑνὰϲ· ὁ ⟨δὲ⟩ τῆς ἑνάδος ἀριθμὸς πέφυκε τοῦ [πνεύματος] ⟨τῆς δεκάδος ἀρχή⟩. ἡ ἑνὸς οὖν κατὰ λόγον τὴν δεκάδα ⟨ἐμπερι⟩έχει [καὶ ἡ δεκὰς τὴν ἑνάδα].] </p></div><div type="textpart" subtype="section" n="13a"><p rend="indent">[[Πάτερ, τὸ πᾶν ὁρῶ καὶ ἐμαυτὸν ἐν τῷ νοΐ.]] [[ Aὕτη ἐστὶν ἡ παλιγγενεσία, ὦ τέκνον, τὸ μηκέτι φαντάζεσθαι εἰς τὸ σῶμα τὸ τριχῆ διαστατόν.]] </p></div><div type="textpart" subtype="section" n="13b"><p rend="indent">[[διὰ τὸν λόγον τοῦτον τὸν περὶ τῆς παλιγγενεσίας εἰς ὃν ὑπεμνηματισάμην, ἵνα μὴ ὦμεν διάβολοι τοῦ παντὸς εἰς τοὺς πολλούς, εἰς οὓς ὁ θεὸς αὐτὸς θέλει.]] </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>