<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1:17-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1:17-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="17"><p>Οὐδ ἡ γῇ ἀκίνητός σοι δοκεῖ, ὦ πάτερ;—Οὔ, τέκνον, ἀλλὰ καὶ πολυκίνητος μόνη ἥδε καὶ στάσιμος. πῶς οὐκ ἂν γελοῖον εἴη τὴν τροφὸν πάντων ἀκίνητον εἶναι, τὴν φύουσαν καὶ γεννῶσαν τὰ πάντα; ἀδύνατον γὰρ χωρὶς κινήσεως φύειν τι [τὸν φύοντα]. γελοιότατον δὲ ἐπύθου, εἰ τὸ τέταρτον μέρος ἀργόν ἐστ[α]ι· οὐδὲν γὰρ ἕτερον σημαίνει τὸ ἀκίνητον σῶμα ἢ ἀργίαν. </p></div><div type="textpart" subtype="section" n="18"><p>πᾶν τοίνυν ἴσθι καθολικῶς, ὦ τέκνον, τὸ ὂν ἐν κόσμῳ κινούμενον [ἢ κατὰ μείωσιν ἢ αὔξησιν]· τὸ δὲ κινούμενον καὶ ζῇ. τὸ δὲ ζῶ[ο]ν πᾶν οὐκ ἀνάγκη τὸ αὐτὸ ⟨ἀεὶ⟩ εἶναι· ὢν γὰρ ὁμοῦ σύμπας ὁ κόσμος ἀμετάβλητος, ὦ τέκνον, ἐστί, τὰ δὲ μέρη αὐτοῦ πάντα μεταβλητά, οὐδὲν δὲ φθαρτὸν ἢ ἀπολλύμενον· αἱ δὲ προσηγορίαι τοὺς ἀνθρώπους ταράττουσιν. οὐ γὰρ ἡ γένεσίς ἐστι ζωῆ⟨ς ἀρχή⟩, ἀλλ᾽ [ἡ] αἰσθήσεως· οὐδὲ ἡ μεταβολὴ θάνατος, ἀλλὰ λήθη. τούτων τοίνυν οὕτως ἐχόντων, ἀθάνατα πάντα ⟨⟨ἐξ ὧΝ πᾶν ζῷον συνέστηκε⟨ν⟩⟩⟩, ἡ ὕλη [ζωή,] τὸ πνεῦμα [ὁ νοῦς], ⟨ἡ⟩ ψυχή [[ἐξ οὗ πᾶν ζῷον συνέστηκε]]· πᾶν ἄρα ζῷον ἀθάνατον δι⟨ὰ τὴν ἀθανασίαν⟩ αὐτῶν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>