<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1:13a-13b</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1:13a-13b</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="13a"><p>Τὰ γὰρ ἄλλα ζῷα λόγῳ οὐ χρῆται, ὦ πάτερ;—Οὔ, τέκνον, ἀλλὰ φωνῇ. πάμπολυ δὲ διαφέρει λόγος φωνῆς· ὁ μὲν γὰρ λόγος κοινὸς πάντων ἀνθρώπων, ἰδία δὲ ἑκάστου φωνή ἐστι γένους ζῴου.—Ἀλλὰ καὶ τῶν ἀνθρώπων, ὦ πάτερ, ἕκαστον κατὰ ἔθνος διάφορος ὁ λόγος. —Διάφορος μέν, ὦ τέκνον, ⟨ἡ διάλεκτος,⟩ εἷς δὲ ὁ ἄνθρωπος, οὕτω καὶ ὁ λόγος εἷς ἐστι· καὶ μεθερμηνεύεται, καὶ ὁ αὐτὸς εὑρίσκεται καὶ ἐν Αἰγύπτῳ καὶ Περσίδι καὶ Ἑλλάδι. ⟨...⟩ ⟨⟨ὁ οὖν λόγος ἐστὶν εἰκὼν ⟨τοῦ νοῦ⟩, καὶ ⟨ὁ⟩ νοῦς τοῦ θεοῦ.⟩⟩ </p></div><div type="textpart" subtype="section" n="13b"><p rend="indent">ὁ γὰρ μακάριος θεὸς Ἀγαθὸς Δαίμων ψυχὴν μὲν ἐν σώματι ἔφη εἶναι, νοῦν δὲ ἐν ψυχῇ, [λόγον] ⟨θεὸν⟩ δὲ ἐν τῷ νῷ. [τὸν οὖν θεὸν τούτων πατέρα.] </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>