<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg011.1st1K-grc1:5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg011.1st1K-grc1:5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="5"><p>συνέχει δὲ τοῦτο ⟨τὸ πᾶ⟩ν ὁ αἰών,—εἴτε [δι᾽] ἀνάγκην, <l n="30"/> εἴτε πρόνοιαν, εἴτε φύσιν, [καὶ] εἴ⟨τε⟩ τι ἄλλο οἴεται ἢ οἰηθήσεταί τις,—τοῦτο ἔστι [πᾶ]ν, ὁ θεὸς ἐνεργῶν. ἡ δὲ ἐνέργεια ⟨τοῦ⟩ θεοῦ δυνάμει [οὖσα] ἀνυπέρβλητος, ᾗ οὔτε τὰ ἀνθρώπεια οὔτε τὰ θεῖα παραβάλλοι ἄν τις. διό, ⟨ὦ⟩ Ἑρμῆ, μή[δεπο]τε τῶν κάτω μήτε τῶν ἄνω ὅμοιόν τι ἡγήσῃ τῷ θεῷ· <l n="35"/> <pb facs="ScottHermeticaVolOne_0213"/> ἐπεὶ τῆς ἀληθείας ἐκπεσῇ· οὐδὲν γὰρ ὅμοιον τῷ [ἀνομοίῳ καὶ] μόνῳ καὶ ἑνί. [καὶ] μηδὲ ἄλλῳ τινὶ ἡγήσῃ τῆς δυνάμεως ἐκχωρεῖν· τίς γὰρ κατ’ ἐκεῖνον; ⟨τίς ἄλλος αἴτιος⟩ [εἴτε] ζωῆς, καὶ ἀθανασίας καὶ μεταβολῆς ποιΗτήc; τί δὲ αὐτο῀Υ ἄλλο ⟨ἔργον ἢ⟩ τὸ ποιεῖΝ; οὐ γὰρ ἀργὸς ὁ θεός· ἐπεὶ πάντα <l n="5"/> ἂν ἦν ἀργά. ἅπαντα γὰρ πλήρη τοῦ θεοῦ. ἀλλ᾽ οὐδὲ ἐν τῷ κόσμῳ ἐστὶν ἀργία οὐδαμοῦ [οὐδὲ ἔν τινι ἄλλῳ]· ἀργία γὰρ ὄνομα κενόν ἐστι, καὶ τοῦ ποιοῦντος καὶ τοῦ γινομένου. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>