<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg011.1st1K-grc1:13a-22a</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg011.1st1K-grc1:13a-22a</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="13a"><p>εἰ γὰρ ἀποδέδεικται μηδὲν ⟨ποιῶν ἄνθρωπος οὐ⟩ δυνάμενοϲ εἶναι, πόσῳ μᾶλλον <l n="5"/> ὁ θεός; εἰ γάρ τι ἐστὶν ὃ μὴ ποιεῖ, καὶ ⟨ὁ θεός⟩, ὃ μὴ θέμις εἰπεῖν, ἀτελής ἐστιν· εἰ δὲ μή τι ἀργός ἐστι, τέλειος. ⟨ὁ θεὸς⟩ [δὲ] ἄρα πάντα ποιεῖ. </p></div><div type="textpart" subtype="section" n="13b"><p rend="indent">πρὸς ὀλίγον δ᾽ ἄν μοι σεαυτὸν ἐπίδῳς, ὦ Ἑρμῆ, ῥᾴδιον νοῆσαι τὸ τοῦ θεοῦ ἔργον ἓν ὄν, ἵνα πάντα γίνηται [τὰ γινόμενα, <l n="10"/> ἢ τὰ ἅπαξ γεγονότα, ἢ τὰ μέλλοντα γίνεσθαι]· [[ἔστι δὲ τοῦτο, ὦ φίλτατε, ζωή·]] [τοῦτο δέ ἐστι τὸ καλόν,] τοῦτο δέ ἐστι τὸ ἀγαθόν. [τοῦτο ἔστιν ὁ θεός.] </p></div><div type="textpart" subtype="section" n="17cx"><p>⟨⟨ὥσπερ γὰρ ὁ ἄνθρωπος χωρὶς [ζωῆς] ⟨πνοῆς⟩ οὐ δύναται ζῆν, οὕτως οὐδὲ ὁ θεὸς δύναται ⟨εἶναι⟩ μὴ ποιῶν τὸ ἀγαθόν· ⟨⟨ἔστι δὲ τοῦτο, <l n="15"/> ὦ φίλτατε, ζωή.⟩⟩ τοῦτο γὰρ ὥσπερ [ζωὴ καὶ ὥσπερ κίνησις] ⟨οὐσία⟩ ἐστὶ τοῦ θεοῦ, ⟨τὸ⟩ κινεῖν τὰ πάντα καὶ ζωοποιεῖν.⟩⟩ </p></div><div type="textpart" subtype="section" n="14a"><p>εἰ δὲ καὶ ἔργῳ αὐτὸ θέλεις νοῆσαι, ἴδε τί σοὶ ἐγγίνεται θέλοντι γεννῆσαι. ἀλλ᾽ οὐκ ἐκείνῳ τοῦτο ὅμοιον· ἐκεῖνος ⟨γ⟩ὰρ [α] οὐχ ἥδεται· οὐδὲ γὰρ ἄλλο ἔχει συνεργόν. αὐτουργὸς <l n="20"/> [γ] ἄρ⟨α⟩ ὤν, ἀεί ἐστιν ἐν τῷ ἔργῳ, αὐτὸς ὢν ὃ ποιεῖ. εἰ γὰρ χωρισθείη αὐτοῦ, πάντα μὲν συμπεσεῖσθαι, πάντα δὲ τεθνήξεσθαι ἀνάγκη, ὡς μὴ οὔσης ζωῆς. εἰ δὲ πάντα ζῷα, [μία δὲ καὶ ἡ ζωή,] ⟨. . .⟩. </p></div><div type="textpart" subtype="section" n="14b"><p rend="indent">[[εἷς ἄρα καὶ ὁ θεός. καὶ πάλιν, εἰ πάντα ζῷά ἐστι, καὶ <l n="25"/> τὰ ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, μία δὲ κατὰ πάντων ζωὴ ὑπὸ τοῦ θεοῦ γίνεται, καὶ αὕτη ἐστὶ θεός, ὑπὸ τοῦ θεοῦ ἄρα γίνεται πάντα.]] </p></div><div type="textpart" subtype="section" n="14c"><p rend="indent">[ζωὴ δέ ἐστιν ἕνωσις [νοῦ] ⟨σώματος⟩ καὶ ψυχῆς. θάνατος δὴ οὐκ ἀπώλεια τῶν συναχθέντων, διάλυσις δὲ τῆς ἑνώσεώς <l n="30"/> ἐστι.] </p></div><div type="textpart" subtype="section" n="15a"><p rend="indent">[τοίνυν εἰκὼν τοῦ θεοῦ ὁ αἰών,</p><p rend="indent">τοῦ δὲ αἰῶνος ὁ κόσμος, </p><p rend="indent">τοῦ δὲ κόσμου ὁ ἥλιος, </p><p rend="indent">τοῦ δὲ ἡλίου ὁ ἄνθρωπος.] </p></div><div type="textpart" subtype="section" n="15b"><p rend="indent">⟨. . .⟩ τὴν δὲ μεταβολὴν θάνατόν φασιν εἶναι, διὰ τὸ τὸ <pb facs="ScottHermeticaVolOne_0221"/> μὲν σῶμα διαλύεσθαι, τὴν δὲ ζωὴν εἰς τὸ ἀφανὲς χωρεῖν [τὰ διαλυόμενα].</p><p rend="indent">τούτῳ τῷ λόγῳ, φίλτατέ μοι Ἑρμῆ, καὶ τὸι κόσμον [δεισιδαίμων ὡς] ⟨δι᾽ αἰῶνός⟩ [ἀκούεις] φημι μεταβάλλεσθαι, διὰ τὸ γίνεσθαι μέρος ⟨τι τῆς ζωῆς⟩ αὐτοῦ καθ᾽ ἐκάστην <l n="5"/> ἡμέραν ἐν τῷ ἀφανεῖ, μηδέποτε ⟨δὲ⟩ διαλύεσθαι. καὶ ταῦτά ἐστι τὰ τοῦ κόσμου πάθη, ⎡δινήσεις τε καὶ κρύψεις· καὶ ἡ μὲν δίνησις στροφή, ἡ δὲ κρύψις ἀνανέωσις⎤· </p></div><div type="textpart" subtype="section" n="16a"><p>⟨. . .⟩ παντόμορφος δέ ἐστιν, οὐ τὰς μορφὰς ἐγκειμένας ἔχων ἐν ἑαυτῷ, [[δὲ]] αὐτὸς ⟨⟨δὲ⟩⟩ μεταβάλλων. </p></div><div type="textpart" subtype="section" n="16b"><p rend="indent">ἐπεὶ οὖν ὁ κόσμος παντόμορφος γέγονεν, ὁ ποιήσας τί ἂν εἴη; ἄμορφος μὲν γὰρ μὴ γένοιτο· εἰ δὲ καὶ αὐτὸς παντόμορφος, ὅμοιος ἔσται τῷ κόσμῳ. ἀλλὰ μίαν ἔχων μορφήν, κατὰ τοῦτο ἐλάττων ἔσται τοῦ κόσμου. τί οὖν φῶμεν αὐτὸν εἶναι; μὴ εἰς ἀπορίαν τὸν λόγον περιστήσωμεν· οὐδὲν γὰρ <l n="15"/> ἄπορον περὶ τοῦ θεοῦ νοουμένοιϲ. μίαν οὖν ἔχει ἰδέαν, [εἴ τις ἔστιν αὐτοῦ ἰδέα,] ἥτις ταῖς ὄψεσιν οὐχ ὑποσταίη· ἀσώματος ⟨γάρ⟩. </p></div><div type="textpart" subtype="section" n="17a"><p>[καὶ πάσας διὰ τῶν σωμάτων δείκνυσι.] καὶ μὴ θαυμάσῃς εἰ ἔστι τις ἀσώματος ἰδέα· ἔστι γάρ· ὥσπερ [ἡ τοῦ λόγου] καὶ ἐν ταῖς γραφαῖς ἀκρώρειαι ὁρῶνται μὲν <l n="20"/> [γὰρ] πάνυ ἐξέχουσαι, λεῖαι δὲ τῇ φύσει καὶ ὁμαλαί εἰσι παντελῶς. </p></div><div type="textpart" subtype="section" n="17b"><p rend="indent">ἐννοήσαϲ δὲ τὸ λεγόμενον τολμηρότερον, ἀληθέστερον [δὲ] ⟨⟨νοήσειϲ τὸν περιέχοντα τὰ πάντα⟩⟩. </p></div><div type="textpart" subtype="section" n="17c"><p>[[ὥσπερ γὰρ ὁ ἄνθρωπος χωρὶς ζωῆς οὐ δύναται ζῆν, οὕτως οὐδὲ ὁ θεὸς δύναται μὴ <l n="25"/> ποιῶν τὸ ἀγαθόν. τοῦτο γὰρ ὥσπερ ζωὴ καὶ ὥσπερ κίνησίς ἐστι τοῦ θεοῦ, κινεῖν τὰ πάντα καὶ ζωοποιεῖν.]] </p></div><div type="textpart" subtype="section" n="18"><p>ἔνια δὲ τῶν λεγομένων ἰδίαν ἔννοιαν ἔχειν ὀφείλει, οἷον ὃ λέγω ⟨νῦν⟩ [νόησον]. πάντα ⟨γάρ⟩ ἐστιν ἐν τῷ θεῷ, οὐχ ὡς ἐν τόπῳ κείμενα· ὁ μὲν γὰρ τόπος [καὶ] σῶμά ἐστι, καὶ ⟨πᾶν⟩ σῶμα <l n="30"/> ⟨κινητόν· τὸ δὲ ἀσώματον⟩ ἀκίνητον, καὶ τὰ ⟨ἐν αὐτῷ⟩ κείμενα κίνησιν οὐκ ἔχει· κεῖται γὰρ ἄλλως ἐν ἀσωμάτῳ [φαντασίᾳ]. [[νόησον τὸν περιέχοντα τὰ πάντα.]] καὶ [νόησον ὅτι] τοῦ ἀσωμάτου οὐδέν ἐστι περιοριστικόν, [οὐδὲ ταχύτερον, οὐδὲ δυνατώτερον,] αὐτὸ δὲ πάντων ⟨περιοριστικόν⟩, <l n="35"/> <pb facs="ScottHermeticaVolOne_0223"/> [καὶ ἀπεριόριστον καὶ] ταχύτατον ⟨ὂν⟩ καὶ δυνατώτατον. </p></div><div type="textpart" subtype="section" n="19"><p>καὶ ⟨τ⟩οῦτο νόησον ἀπὸ σεαυτοῦ. [καὶ] κέλευσόν σου τῇ ψυχῇ εἰς ἣν δῊ καὶ ⟨βούλει γῆν⟩ πορευθῆναι, καὶ ταχύτερόν σου τῆς κελεύσεως ἐκεῖ ἔσται. μετελθεῖν δὲ αὐτῇ κέλευσον ἐπὶ τὸν ὠκεανόν, καὶ οὕτως ἐκεῖ πάλιν ταχέως ἔσται, οὐχ ὡς μεταβᾶσα <l n="5"/> ἀπὸ τόπου εἰς τόπον, ἀλλ᾽ ὡς ἐκεῖ οὖσα. κέλευσον δὲ αὐτῇ καὶ εἰς τὸν οὐρανὸν ἀναπτῆναι, καὶ οὐδὲ πτερῶν δεηθήσεται· ἀλλ᾽ οὐδὲ αὐτῇ οὐδὲν ἐμπόδιον, οὐ τὸ τοῦ ἡλίου πῦρ, [οὐχ ὁ αἰθήρ,] οὐχ ἡ ⟨τῶν ἀστέρων⟩ δίνη [οὐχὶ τὰ τῶν ἄλλων ἀστέρων σώματα]· πάντα δὲ διατεμοῦσα ἀναπτήσεται μέχρι <l n="10"/> τοῦ ἐσχάτου σώματος. εἰ δὲ βουληθείης καὶ αὐτὸ ⟨τὸ⟩ ὅλον διαρρήξασθαι, καὶ τὰ ἐκτός, εἴ γέ τι ἐκτὸς τοῦ κόσμου, θεάσασθαι, ἔξεστί σοι. </p></div><div type="textpart" subtype="section" n="20a"><p>ἴδε ὅσην δύναμιν, ὅσον τάχος ἔχεις. εἶτα σὺ μὲν δύνασαι ταῦτα, ὁ θεὸς δὲ οὔ; τοῦτον οὖν τὸν τρόπον νόησον τὸν θεόν, ὥσπερ νοήματα, πάντα ἐν ἑαυτῷ <l n="15"/> ἔχειν, τὸν κόσμον, ἑαυτόν, ⟨τὸ⟩ ὅλον. </p></div><div type="textpart" subtype="section" n="20b"><p rend="indent">ἐὰν οὖν μὴ σεαυτὸν ἐξισάσῃς τῷ θεῷ, τὸν θεὸν νοῆσαι οὐ δύνασαι· τὸ γὰρ ὅμοιον τῷ[ν] ὁμοίῳ[ν] νοητόν. ⟨⟨παντὸς σώματος ἐκπηδήσας⟩⟩ συναύξησον σεαυτὸν τῷ ἀμετρήτῳ μεγέθει [[παντὸς σώματος ἐκπηδήσας]], καὶ πάντα χρόνον <l n="20"/> ὑπεράρας αἰών⟨ιος⟩ γενοῦ, καὶ νοήσεις τὸν θεόν. μηδὲν ἀδύνατον σεαυτῷ ὑπόστησαι· σεαυτὸν ἥγησαι ἀθάνατον, καὶ πάντα δυνάμενον νοῆσαι, πᾶσαν μὲν τέχνην, πᾶσαν δὲ ἐπιστήμην. παντὸς ζῴου ἤθΗ ⟨. . .⟩, παντὸς δὲ ὕψους ὑψηλότερος γενοῦ, καὶ παντὸς βάθους ταπεινότερος· πάσας <l n="25"/> δὲ τὰς ἀΝτιθέσεις τῶν ποι⟨οτ⟩ήτων σύλλαβε ἐν σεαυτῷ, [πυρός, ὕδατος,] ⟨θερμοῦ καὶ ψυχροῦ,⟩ ξηροῦ καὶ ὑγροῦ· καὶ ὁμοῦ πανταχῆ ⟨νόησον⟩ εἶναι, ἐν γῇ, ἐν θαλάττῃ, ἐν οὐρανῷ· μηδέπω γεγεν⟨ν⟩ῆσθαι, ἐν τῇ γαστρὶ εἶναι, νέος, γέρων, τεθνηκέναι, τὰ μετὰ τὸν θάνατον· καὶ ταῦτα πάντα <l n="30"/> ὁμοῦ νοήσας, χρόνους, τόπους, πράγματα, ποιότητας, ποσότητας, δύνασαι νοῆσαι τὸν θεόν. </p></div><div type="textpart" subtype="section" n="21a"><p>ἐὰν δὲ κατακλείσῃς σου τὴν ψυχὴν ἐν τῷ σώματι, καὶ ταπεινώσῃς ἑαυτόν, καὶ εἴπῃς <pb facs="ScottHermeticaVolOne_0225"/> <q>Οὐδὲν νοῶ, οὐδὲν δύναμαι· φοβοῦμαι Γήν ⟨καὶ⟩ θάλασσαν· εἰς τὸν οὐρανὸν ἀναβῆναι οὐ δύναμαι· οὐκ οἶδα τίς ἤμην, οὐκ οἶδα τίς ἔσομαι·</q> τί σοι καὶ τῷ θεῷ; οὐδὲν γὰρ δύνασαι τῶν καλῶν καὶ ἀγαθῶν ⟨⟨νοῆσαι⟩⟩, φιλοσώματος ὢν καὶ κακὸς [[νοῆσαι]]. </p></div><div type="textpart" subtype="section" n="21b"><p rend="indent">ἡ γὰρ τελεία κακία τὸ ἀγνοεῖν τὸ⟨ν⟩ θε[ι]όν· τὸ δὲ δύνασθαι γνῶναι, καὶ θελῆσαι, καὶ ἐλπίσαι, ὁδός ἐστιν εὐθῪ [ἰδία] τοῦ ἀγαθοῦ φέρουσα, καὶ ῥᾳδία ὁδεύοντι [[σοι]]. πανταχοῦ συναντήσει ⟨⟨σοι⟩⟩ ⟨ὁ θεός⟩, καὶ πανταχοῦ ὀφθήσεται, ὅπου καὶ ὅτε οὐ προσδοκᾷς, γρηγοροῦντι κοιμωμένῳ, πλέοντι <l n="10"/> ὁδεύοντι, νυκτὸς ἡμέρας, λαλοῦντι σιωπῶντι· οὐδὲν γάρ ἐστιν ὃ οὐκ ἔστιν [εἰκόνι] ⟨ἐκεῖνος⟩. </p></div><div type="textpart" subtype="section" n="22a"><p>εἶτα φῂς <q>ἀόρατος ὁ θεός</q>; εὐφήμησον. καὶ τίς αὐτοῦ φανερώτερος; δι᾽ αὐτὸ τοῦτο πάντα πεποίηκεν, ἵνα διὰ πάντων αὐτὸν βλέπῃς. [τοῦτο ἔστι τὸ ἀγαθὸν] [[τοῦ θεοῦ,]] τοῦτο ἡ ⟨⟨τοῦ θεοῦ⟩⟩ ἀρετή, τὸ αὐτὸν <l n="15"/> φαίνεσθαι διὰ πάντων. οὐδὲν γὰρ ⟨ἀ⟩όρατον, οὐδὲ τῶν ἀσωμάτων· ⟨ὁ⟩ νοῦς ὁρᾶται ἐν τῷ νοεῖν, ὁ θεὸς ἐν τῷ ποιεῖν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>