<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:5-6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:5-6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="5"><p rend="merge">⟨καὶ μ⟩ὴν οἱ δυνάμενοι πλέον τι ἀρύσασθαι τῆς θέας κατακοιμίζονται <pb facs="ScottHermeticaVolOne_0193"/> πολλάκις δῊ ὑπὸ τοῦ σώματος· ⟨ἀπολυθέντες δὲ τοῦ σώματος⟩ εἰς τὴν καλλίστην ὄψιν ⟨ἐνέτυχον⟩, ὥϲπερ Οὐρανὸς καὶ Κρόνος, οἱ ἡμέτεροι πρόγονοι, ἐντετυχήκασιν.—Εἴθε καὶ ἡμεῖς, ὦ πάτερ. —Εἴθε γάρ, ὦ τέκνον· νῦν δὲ ἔτι ἀτονοῦμεν πρὸς τὴν ὄψιν, καὶ οὕτως οὐκ ἰσχύομεν ἀναπετάσαι ἡμῶν τοὺς τοῦ νοῦ ὀφθαλμούς, καὶ θεάσασθαι τὸ κάλλος τοῦ ἀγαθοῦ, ἐκεῖνο[υ] τὸ ἄφθαρτον, τὸ ⟨ἀλ⟩άλη[π]τον. τότε γὰρ αὐτὸ ὄψει, ὅταν μηδὲν περὶ αὐτοῦ ἔχῃς εἰπεῖν· ἡ γὰρ γνῶσις αὐτοῦ Βαθεῖα σιωπή ἐστι, καὶ καταργία πασῶν τῶν αἰσθήσεων. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="merge">οὔτε γὰρ ἄλλο τι δύναται νοῆσαι ὁ τοῦτο νοήσας, οὔτε ἄλλο τι θεάσασθαι ὁ τοῦτο θεασάμενος, οὔτε περὶ ἄλλου τινὸς ἀκοῦσαι, οὔτε τὸ σύνολον τὸ σῶμα κινῆσαι· πασῶν γὰρ τῶν σωματικῶν αἰσθήσεών τε καὶ κινήσεων ἐπιλαθόμενος ἀτρεμεῖ· περιλάμψαν δὲ [πάντα] τὸν νοῦν, [καὶ] τὴν ὅλην ψυχὴν ἀναλαμΒ⟨άν⟩ει καὶ ἀνέλκει διὰ τοῦ σώματος, καὶ ὅλον αὐτὸν εἰς οὐσίαν μεταβάλλει. ἀδύνατον γάρ, ὦ τέκνον, ψυχὴν ἀποθεωθῆναι ἐν σώματι ἀνθρώπου ⟨μένουσαν· ἀλλὰ χρὴ μεταβληθῆναι αὐτήν, καὶ οὕτω δὴ⟩ θεασαμένην τοῦ ἀγαθοῦ ⟨τὸ⟩ κάλλος [τῷ] ἀποθεωθῆναι.—</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>