<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:23-25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:23-25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="23"><p rend="merge">καὶ αὕτη ἡ τοῦ παντός ἐστι διοίκησις, ἠρτημένωΝ ⟨πάντων⟩ ἐκ τῆς ἑνὸς ⟨τοῦ θεοῦ⟩ φύσεως, καὶ διοικουΜέΝωΝ δι᾽ ἑνὸς τοῦ νοῦ· ⟨οὗ⟩ οὐδέν ἐστι θειότερον καὶ ἐνεργέστερον, καὶ ἐναωτικάώτερον ἀνθρώπων μὲν πρὸς θεούς, θεῶν δὲ πρὸς ἀνθρώπους. οὗτός ἐστιν ὁ ἀγαθὸς δαίμων· μακαρία ψυχὴ ἡ τούτου πλήρΗϹ, κακοδαίμων δὲ [ψυχὴ] ἡ τούτου κενή. — Πῶς τοῦτο πάλιν λέγεις, ὦ πάτερ; — Οἴει οὖν ὦ τέκνον, ὅτι πᾶσα ψυχὴ νοῦν ἔχει; [τὸν ἀγαθόν· περὶ γὰρ τούτου νῦν ὁ λόγος, οὐ τοῦ ὑπηρετικοῦ περὶ οὗ ἔμπροσθεν εἰρήκαμεν, τοῦ καταπεμπομένου <pb facs="ScottHermeticaVolOne_0207"/> ὑπὸ τῆς δίκης.] </p></div><div type="textpart" subtype="section" n="24a"><p rend="merge">[[ψυχὴ γὰρ χωρὶς νοῦ οὔτε τι εἰπεῖν οὔτ᾽ ἔρξαι δύναται.]] πολλάκις γὰρ ἐξίσταται ὁ νοῦς τῆς ψυχῆς· καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ οὔτε βλέπει ἡ ψυχὴ οὔτε ἀκούει, ἀλλ᾽ ἀλόγῳ ζῴῳ ἔοικε· ⟨⟨ψνχὴ γὰρ χωρὶς νοῦ <q>οὔτε τι εἰπεῖν οὔτ᾽ ἔρξαι δύναται.</q>⟩⟩ τηλικαύτη δύναμίς ἐστι τοῦ νοῦ. ἀλλ᾽ οὐδὲ νωθρᾶς ψυχῆς ἀνέχεται, ἀλλὰ καταλείπει τὴν [ἐν] τῷ σώματι προσηρτημένην καὶ ὑπ᾽ αὐτοῦ ἀγχομένην κάτω. ἡ δὲ τοιαύτη ψυχή, ὦ τέκνον, νοῦν οὐχ ἔχει· ὅθεν οὐδ᾽ ἄνθρωπον ἡγεῖσθαι δεῖ τὸν τοιοῦτον. </p></div><div type="textpart" subtype="section" n="24b"><p rend="indent">ὁ γὰρ ἄνθρωπος ζῷόν ἐστι θεῖον, καὶ τοῖς ἄλλοις ζῴοις οὐ συγκρίνεται τοῖϲ ἐπιγείοιϲ, ἀλλὰ τοῖς ἐν οὐρανῷ [ἄνω λεγομένοις] θεοῖς· μᾶλλον δέ, εἰ χρὴ τολμήσαντας εἰπεῖν τὸ ἀληθές, καὶ ὑπὲρ ἐκείνους ἐστὶν ὁ ὄντως ἄνθρωπος, ἢ πάντως γε ἰσοδυναμοῦσιν ἀλλήλοις. </p></div><div type="textpart" subtype="section" n="25"><p rend="merge">οὐδεὶς μὲν γὰρ τῶν οὐρανίων θεῶν ἐπὶ γῆΝ κατελεύσεται, οὐρανοῦ τὸν ὅρον καταλιπών· ὁ δὲ ἄνθρωπος καὶ εἰς τὸν οὐρανὸν ἀναβαίνει, καὶ μετρεῖ αὐτὸν [καὶ οἶδε ποῖα μέν ἐστιν αὐτοῦ ὕψηλα, ποῖα δὲ ταπεινά, καὶ τὰ ἄλλα πάντα ἀκριβῶς μανθάνει]· καὶ τὸ πάντων μεῖζον, οὐδὲ τὴν γῆν καταλιπὼν ἄνω γίνεται· τοσοῦτον τὸ μέγεθός ἐστιν αὐτῷ τῆς ἐκτάσεως. διὸ τολμητέον εἰπεῖν τὸν μὲν ⟨⟨ἐπίγειον⟩⟩ ἄνθρωπον [[ἐπίγειον]] εἶναι θνητὸν θεόν, τὸν δὲ οὐράνιον θεὸν ἀθάνατον ἄνθρωπον.</p><p rend="indent">διόπερ διὰ τούτων τὰ πάντα διοικεῖται τῶν δύο, κόσμου καὶ ἀνθρώπου, ὑπὸ δὲ [[τοῦ]] ἑνὸς ⟨⟨τοῦ⟩⟩ ⟨θεοῦ⟩ τὰ πάντα. <pb facs="ScottHermeticaVolOne_0209"/></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>