<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:2-3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:2-3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἡ γὰρ τούτου ἐνέργεια ἡ θέλησίς ἐστι· καὶ ἡ οὐσία αὐτοῦ τὸ θέλειν πάντα εἶναι. τί γάρ ἐστι⟨ν ὁ⟩ θεὸς καὶ πατὴρ [καὶ τὸ ἀγαθὸν] ἢ τὸ τῶν πάντων εἶναι οὐκέτι ὄντων; ἀλλὰ ὕπαρξις αὕτη τῶν ὄντων. τοῦτο ὁ θεός, τοῦτο ὁ πατήρ. τούτῳ ⟨δὲ πρόσεστι⟩ τὸ ἀγαθόν, ⟨τοιοῦτο ὂν⟩ ὃ μηδεν⟨ὶ⟩ πρόσεστι  <pb facs="ScottHermeticaVolOne_0191"/> τῶν ἄλλων. ὁ μὲν γὰρ κόσμος [καὶ ὁ ἥλιος] τῶν κατὰ μετουσίαν ⟨ἀγαθῶν⟩ καὶ αὐτὸς πατήρ, οὐκέτι δὲ τοῦ ἀγαθοῦ τοῖς ζῴοις ἴσως αἴτιός ἐστιν· οὐδὲ ⟨γὰρ⟩ τοῦ ζῆν· εἰ δέ [τοῦτο οὕτως ἔχει], πάντως μέντοι ἀναγκαζόμενος ὑπὸ τοῦ [ἀγαθοῦ] θελήματος ⟨τοῦ θεοῦ⟩, οὗ χωρὶς οὔτε εἶναί ⟨τι⟩ οὔτε γενέσθαι δυνατόν. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="merge">αἴτιος δέ, ὡϲ πατὴρ τοῖϲ τέκνοιϲ, καὶ τῆς σπορᾶς καὶ τῆς τροφῆς, ⟨παρὰ τοῦ θεοῦ⟩ τὴν ⟨χ⟩ορΗΓίαν λαβὼν τοῦ ἀγαθοῦ [διὰ τοῦ ἡλίου]. τὸ γὰρ ἀγαθόν ἐστι τὸ ποιητικόντοῦτο δὲ οὐ δυνατὸν ἐγγενέσθαι ἄλλῳ τινὶ ἢ μόνῳ ἐκείνῳ, τῷ μηδὲν μὲν λαμβάνοντι, πάντα δὲ θέλοντι εἶναι. οὐ γὰρ ἐρῶ, ὦ Τάτ, ποιοῦντι· ὁ γὰρ ποιῶν ἐλλιπής ἐστι πολλῷ χρόνῳ, ⎡ἐν ᾧ⎤ ὅτε μὲν ποιεῖ, ὅτε δὲ οὐ ποιεῖ. καὶ ποιότητας καὶ ποσότητας ⟨ποιεῖ⟩· ποτὲ μὲν γὰρ ποσὰ καὶ ποιὰ ⟨ποιεῖ⟩, ὅτε δὲ τὰ ἐναντία. ὁ δὲ θεὸς [καὶ πατὴρ καὶ τὸ ἀγαθὸν] τῷ ⟨θέλειν⟩ εἶναι τὰ πάντα ⟨πάντων πατήρ⟩. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>