<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:17-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:17-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="17"><p rend="merge">Συννοεῖν δεῖ, ὦ τέκνον, τὸν ἀκούοντα τῷ λέγοντι [καὶ συμπνεῖν], καὶ ὀξυτέραν ἔχειν τὴν ἀκοὴν τῆς τοῦ λέγοντος φωνῆς. ἡ σύνθεσις [τῶν ἐνδυμάτων] τούτων ἐν σώματι γηίνῳ γίνεται. ἀδύνατον γὰρ τὸν νοῦν ἐν γηίνῳ σώματι γυμνὸν αὐτὸν καθ᾽ ἑαυτὸν ἑδράσ⟨ασθ⟩αι· οὔτε γὰρ τὸ γήινον σῶμα δυνατόν ἐστι τηλικαύτην ἀθανασίαν ἐνεγκεῖν, οὔτε τὴν τοσαύτην ἀρετὴν ἀνέχεσθαι συγχρωτιζόμενον αὑτῇ παθητὸν σῶμα. ἔλαβεν οὖν ὥσπερ περιβολὴν τὴν ψυχήν· ἡ δὲ ψυχή. καὶ αὐτὴ θεία τις οὖσα, καθαπερεὶ περι⟨βολῇ⟩ τῷ πνεύματι χρῆται, τὸ δὲ πνεῦμα τὸ [ζῷον] ⟨σῶμα⟩ διοικεῖ· ⟨⟨συστέλλεται ⟨γὰρ⟩ τὸ ⟨μὲν⟩ πνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα.⟩⟩ </p></div><div type="textpart" subtype="section" n="18"><p rend="merge">ὅταν οὖν ὁ νοῦς ἀπαλλαγῇ τοῦ γηίνου σώματος, τὸν ἴδιον εὐθὺς ἐνεδύσατο χιτῶνα, τὸν πύρινον, ὃν οὐκ ἠδύνατο ἔχων εἰς τὸ γήινον σῶμα κατοικῆσαι. γῆ γὰρ πῦρ οὐ βαστάζει· πᾶσα γὰρ φλέγεται καὶ ὑπὸ ὀλίγου σπινθῆρος· καὶ διὰ τοῦτο καὶ τὸ ὕδωρ περικέχυται τῇ γῇ, ὥσπερ ἔρυμα καὶ τεῖχος ἀντέχον πρὸς τὴν τοῦ πυρὸς φλόγα. νοῦς δέ, ὀξύτατος ὢν πάντων τῶν [θείων] νοη[μα]τῶν, καὶ τὸ ὀξύτατον πάντων τῶν <pb facs="ScottHermeticaVolOne_0203"/> στοιχείων ἔχει σῶμα, τὸ πῦρ. δημιουργὸς γὰρ ὢν [πάντων] ὁ νοῦς ὀργάνῳ τῷ πυρὶ πρὸς τὴν δημιουργίαν χρῆται. καὶ ὁ μὲν τοῦ παντὸς τῶν πάντων ⟨δημιουργός⟩, ὁ δὲ τοῦ ἀνθρώπου τῶν ἐπιγείων μόνον· γυμνὸς γὰρ ὢν τοῦ πυρὸς ὁ ἐν ἀνθρώπῳ νοῦς ἀδυνατεῖ τὰ θεῖα δημιουργεῖν, ἀνθρώπινος ὢν τῇ οἰκήσει.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>