<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:14b-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:14b-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="14b"><p rend="indent">[καὶ] τρία τοίνυν ταῦτα, ὁ θεός [καὶ πατὴρ καὶ τὸ ἀγαθόν], καὶ ὁ κόσμος, καὶ ὁ ἄνθρωπος· καὶ τὸν μὲν κόσμον ὁ θεὸς ἔχει, τὸν δὲ ἄνθρωπον ὁ κόσμος. καὶ γίνεται ὁ μὲν κόσμος τοῦ θεοῦ υἱός, ὁ δὲ ἄνθρωπος τοῦ κόσμου ⟨υἱός, καὶ τοῦ θεοῦ⟩ ὥσπερ ἔΓγονος. </p></div><div type="textpart" subtype="section" n="15a"><p rend="merge">οὐκ ἄρ⟨α⟩ ἀγνοεῖ τὸν ἄνθρωπον ὁ θεός, ἀλλὰ καὶ πάνυ γνωρίζει, καὶ θέλει γνωρίζεσθαι. τοῦτο μόνον σωτήριον ἀνθρώπῳ ἐστίν, ἡ γνῶσις τοῦ θεοῦ· αὕτη εἰς τὸν Ὄλυμπον ἀνάβασις· τούτῳ μόνῳ ἀγαθὴ ⟨⟨γίνεται⟩⟩ ψυχή. </p></div><div type="textpart" subtype="section" n="15b"><p rend="indent">⟨...⟩ καὶ οὐδέποτε ἀγαθὴ ⟨μένει⟩, κακὴ δὲ [[γίνεται]] κατ᾽ ἀνάγκην γίνεται.—Πῶς τοῦτο λέγεις, ὦ τρισμέγιστε;υχὴν παιδὸς θέασαι, ὦ τέκνον, [ε]αὐτὴν διάλυσιν αὑτῆς μηδέπω ἐπιδεχομένην, τοῦ σώματος αὐτῆς ἔτι ὀλίγ⟨ου⟩ ὄν⟨τος⟩ καὶ μηδέπω τὸ πᾶν ὠγκωμένου, πῶς καλὴ[ν μέν] βλέπειν πανταχοῦ, μηδέπω[τε δὲ] τεθολωμένη[ν] ὑπὸ τῶν τοῦ σώματος παθῶν, ἔτι σχεδὸν ἠρτημένη τῆς τοῦ κόσμου ψυχῆς. ὅταν δὲ ὀγκωθῇ τὸ σῶμα, καὶ κατασπάσῃ αὐτὴν εἰς τοὺς [τοῦ σώματος] ὄγκους, ⟨⟨ἐγγεννᾷ λήθην·⟩⟩ διαλύσασα δὲ ἑαυτὴν <pb facs="ScottHermeticaVolOne_0201"/> [[ἐγγεννᾷ λήθην]] [καὶ] τοῦ καλοῦ καὶ ἀγαθοῦ, οὐ⟨κέτι τούτου⟩ μεταλαμβάνει, ⟨τ⟩ῇ δὲ λήθῃ κακῊ γίνεται. </p></div><div type="textpart" subtype="section" n="16"><p rend="indent">τὸ δὲ [αὐτὸ] ⟨ἐναντίον⟩ συμβαίνει [καὶ] τοῖς τοῦ σώματος ἐξιοῦσιν. ἀναδραμοῦσα γὰρ ἡ ψυχὴ εἰς ⟨τὰ⟩ ἑαυτῆϲ ⟨τοῦ πνεύματος χωρίζεται, καὶ ὁ νοῦς τῆς ψυχῆς⟩· [[συστέλλεται τὸ πνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα]] ὁ δὲ νοῦς καθαρὸς γενόμενος τῶν ἐνδυμάτων, θεῖος ὢν φύσει, σώματος πυρίνου ⟨ἐπι⟩λαβόμενος περιπολεῖ πάντα τόπον, καταλιπὼν τὴν ψυχὴν κρίσει καὶ τῇ κατ᾽ ἀξίαν δίκῃ.—Πῶς τοῦτο λέγεις, ὦ πάτερ, ⟨ὅτι⟩ ὁ νοῦς τῆς ψυχῆς χωρίζεται [καὶ ἡ ψυχὴ τοῦ πνεύματος], [σοῦ εἰπόντος ἔνδυμα εἶναι τοῦ μὲν νοῦ τὴν ψυχήν, τῆς δὲ ψυχῆς τὸ πνεῦμα];— </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>