<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:11-14a</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:11-14a</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="11"><p rend="merge">ἡ δὲ νοητὴ στάσις κινεῖ τὴν ὑλικὴν κίνησιν τὸν τρόπον τοῦτον. ἐπεὶ ὁ κόσμος σφαῖρά ἐστι, τουτέστι κεφαλή, [κεφαλῆς δὲ οὐδὲν ὑπεράνω ὑλικόν, ὥσπερ οὐδὲ ποδῶν οὐδὲν νοητὸν ὑποκάτω, πᾶν δὲ ὑλικόν,] [⎡νοῦς δὲ κεφαλὴ αὕτη⎤ σφαιρικῶς κινουμένη, τοῦτο ἔστι κεφαλικῶς,] ὅσα οὖν προσήνωται τῷ ὑμένι τῆς κεφαλῆς ταύτης, ⟨ἐν ᾧ...⟩ ἐστὶν ἡ ψυχή, ἀθάνατα πέφυκεν, [ὥσπερ] [[ἐν ψυχῇ δὲ σώματος πεποιημένου]] [καὶ] πλείω τοῦ σώματος τὴν ψυχὴν ἔχοντα· τὰ δὲ πόρρω τοῦ ὑμένος θνητά, πλέον ἔχοντα τῆς ψυχῆς τὸ σῶμα. [[πᾶν δὲ ζῷον]] ὥστε τὸ πᾶν ἔκ τε ὑλικοῦ καὶ νοητοῦ συνέστηκεν. ⟨⟨ἐΜψύχοΥ δὲ ⟨τοῦ⟩ σώματος πεποιημένου,⟩⟩ ⟨τὸ⟩ ⟨⟨πᾶν δῊ ζῷον.⟩⟩ </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">καὶ ὁ μὲν κόσμος πρῶτοΝ ⟨⟨τῶν ἄλλων ζῴων⟩⟩· ὁ δὲ ἄνθρωπος δεύτερον ζῷον μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν [[τῶν [μὲν] ἄλλων ζῴων]] [τὸ ἔμψυχον ἔχει]. οὐκέτι δὲ [[μόνον]] οὐκ ἀγαθὸς ⟨⟨μόνον⟩⟩, ἀλλὰ καὶ κακός, ὡς θνητός. ὁ μὲν γὰρ κόσμος οὐκ ἀγαθός, ὡς κινητός, οὐ κακὸς δέ, ὡς ἀθάνατος· ὁ δὲ ἄνθρωπος καὶ ὡς κινητὸς ⟨οὐκ ἀγαθός⟩, καὶ ὡς θνητὸς κακός. </p></div><div type="textpart" subtype="section" n="13"><p rend="merge">ψυχὴ δὲ ἀνθρώπου ὀχεῖται τὸν τρόπον τοῦτον, ὁ νοῦς [ἐν τῷ λόγῳ, ὁ λόγος] ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῷ πνεύματι· τὸ ⟨δὲ⟩ πνεῦμα, διῆκον διὰ ⟨τῶν⟩ [φλεβῶν <pb facs="ScottHermeticaVolOne_0199"/> καὶ] ἀρτηριῶν [καὶ] ⟨μετὰ τοῦ⟩ αἵματος, κινεῖ τὸ [ζῷον] ⟨σῶμα⟩ καὶ ὥσπερ φόρτον τινὰ βαστάζει. διὸ καί τινες τὴν ψυχὴν αἷμα ἐνόμισαν εἶναι, σφαλλόμενοι τῆc φύσεωϲ, οὐκ εἰδότες ὅτι πρῶτον δεῖ [[τοῦ πνεύματος ἀναχωρήσαντος εἰς]] ⟨ἐξελθεῖν⟩ τὴν ψυχήν, καὶ τότε, ⟨⟨τοῦ πνεύματος ἀναχωρήσαντος εἰς⟩⟩ ⟨τὸ περιέχον⟩, τὸ αἷμα παγῆναι κατὰ τὰς φλέβας, καὶ τὰς ἀρτηρίας κενωθείσας [τὸ ζῷον] καταλ[ε]ιπεῖν. καὶ τοῦτο ἔστιν ὁ θάνατος τοῦ σώματος. </p></div><div type="textpart" subtype="section" n="14a"><p rend="indent">ἐκ μιᾶς δὲ ἀρχῆς τὰ πάντα ἤρτηται, ἡ δὲ ἀρχὴ ἐκ τοῦ ἑνὸς καὶ μόνου. καὶ ἡ μὲν ἀρχὴ κινεῖται, ἵνα πάντων ἀρχὴ γένηται· τὸ δὲ ἓν μόνον ἕστηκεν, καὶ οὐ κινεῖται. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>