<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:10a-10b</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:10a-10b</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="10a"><p rend="merge">γνῶσις δὲ αἰσθήσεως πολὺ διαφέρει. αἴσθησις μὲν γὰρ γίνεται τοῦ ⟨ὑλικοῦ⟩ ἑππικρατοῦντος, ⟨ὀργάνῳ χρωμένη τῷ σώματι,⟩ ⟨⟨διὰ τὸ μὴ δύνασθαι εἶναι χωρὶς αὐτοῦ·⟩⟩ γνῶσις δὲ [ἐστιν ἐπιστήμης τὸ τέλος, ἐπιστήμη δὲ δῶρον τοῦ θεοῦ· πᾶσα γὰρ ἐπιστήμη] ἀσώματος, ὀργάνῳ χρωμένη αὐτῷ τῷ νοΐ· ὁ δὲ νοῦς τῷ σώματι ⟨ἐναντίος⟩. ἀμφότερα οὖν χωρεῖ εἰς σῶμα ⟨εἰσδῦσα ψυχή⟩, τά τε νοητὰ καὶ τὰ ὑλικά. ⟨⟨καὶ τοῦτο ἄλλως εἶναι ἀδύνατον·⟩⟩ ἐξ ἀντιθέσεως γὰρ καὶ ἐναντιότητος δεῖ τὰ πάντα συνεστάναι. [[καὶ <pb facs="ScottHermeticaVolOne_0197"/> τοῦτο ἄλλως εἶναι ἀδύνατον.]] ⟨⟨τούτου δὲ οὕτως ἔχοντος ἐν πᾶσι τοῖς οὖσιν,⟩⟩ ⟨...⟩—</p></div><div type="textpart" subtype="section" n="10b"><p rend="indent">Τί[ς] οὖν ὁ ὑλικὸς θεὸς ὁδί, ⟨ὁ κόσμος⟩;—Ο⟨ὐ⟩ κακὸς ⟨ὁ⟩ κόσμος, οὐκέ[σ]τι δὲ ἀγαθός· ὑλικὸς γάρ, καὶ [ευ]παθητός. καὶ πρῶτος μὲν πάντων παθητῶν, δεύτερος δὲ τῶν ὄντων, [καὶ αὐτοδεὴς] καὶ αὐτὸς [ποτὲ μὲν γενόμενος] ἀεὶ [δὲ] ὤν, ὢν δὲ ἐν γενέσει, καὶ γινόμενος ἀεὶ ⟨τῇ⟩ γενέσει τῶν ποιῶν καὶ τῶν ποσῶν. κινητὸς [γ]ἄρ⟨α⟩· πᾶσα γὰρ ⟨⟨γένεσις⟩⟩ ὑλικὴ κίνησίς [[γένεσις]] ἐστιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>