<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg008.1st1K-grc1:1a-5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg008.1st1K-grc1:1a-5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg008.1st1K-grc1"><div type="textpart" subtype="section" n="1a"><p rend="indent"><pb facs="ScottHermeticaVolOne_0177"/> Περὶ ψυχῆς καὶ σώματος, ὦ παῖ, νῦν λεκτέον, τρόπῳ μὲν ποίῳ ἀθάνατος ἡ ψυχή, ἐνεργείᾳ δὲ ποταπῇ ⟨...⟩ ἐστι συστάσεως σώματος καὶ διαλύσεως. </p></div><div type="textpart" subtype="section" n="1b"><p rend="indent">⟨...⟩ περὶ οὐδὲν γὰρ αὐτῶν ὁ θάνατος· ἀλλὰ ⟨ὄ⟩νο[η]μά ἐστιν Ἡ θανάτου προσηγορία[ς ἢ] κενὸν ἔργοΥ. [ἢ κατὰ στέρησιν τοῦ πρώτου γράμματος λεγόμενος θάνατος ἀντὶ τοῦ ἀθάνατος.] ὁ γὰρ θάνατος ἀπώλειά[ς] ἐστιν, οὐδὲν δὲ τῶν ἐν τῷ κόσμῳ ἀπόλλυται. εἰ γὰρ δεύτερος θεὸς ὁ κόσμος, καὶ ζῷον ἀθάνατον, ἀδύνατόν ἐστι τοῦ ἀθανάτου ζῴου μέρος τι ἀποθανεῖν· πάντα δὲ τὰ ἐν τῷ κόσμῳ μέρη ἐστὶ τοῦ κόσμου. [μάλιστα δὲ ⟨ἀθάνατος⟩ ὁ ἄνθρωπος, τὸ λογικὸν ζῷον.] </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">πρῶτος γὰρ πάντων, ⟨⟨καὶ⟩⟩ ὄντως [[καὶ]] ἀίδιος καὶ ἀγέννητος, [καὶ] ⟨ὁ⟩ δημιουργὸς τῶν ὅλων θεός· δεύτερος δὲ ὁ κατ᾽ εἰκόνα αὐτοῦ ὑπ᾽ αὐτοῦ γενόμενος, καὶ ὑπ᾽ αὐτοῦ συνεχόμενος καὶ τρεφόμενος, ⟨⟨ἀείζωο⟨ς ὤ⟩ν, ὡς⟩⟩ ἀθανατιζόμενος [ὡς] ὑπὸ ἀιδίου ⟨ὄντος τοῦ⟩ πατρός [[ἀείζωον ὡς]] [ἀθάνατος]. τὸ γὰρ ἀείζωον τοῦ ἀιδίου διαφέρει. ὁ μὲν γὰρ ⟨πατὴρ⟩ ὑπὸ ἑτέρου οὐκ ἐγένετο· εἰ δὲ καὶ ἐγένετο, ὑφ᾽ ἑαυτοῦ· ⟨μᾶλλον δὲ⟩ οὔποτε ἐγένετο, ἀλλ᾽ ἀεὶ ⟨ἔστιν· ὁ δὲ κόσμος ἀεὶ⟩ γίνεται. τὸ γὰρ αἴτον ⟨τ⟩οῦ [ἀίδιόν ἐστι] ⟨εἶναι⟩ τὸ πᾶν ⟨ὁ πατήρ⟩· ὁ δὲ πατὴρ αὐτὸς ἑαυτοῦ αἴτιος. ὁ δῊ κόσμος ὑπὸ τοῦ πατρὸς ἀιδί⟨ου ὄντ⟩ος [καὶ] ἀθάνατος γέγονε. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">καὶ ὅσον ἦν τῆς ὕλης ὑποκείμενον τῷ ἑαυτοῦ ⟨θελήματι⟩, <pb facs="ScottHermeticaVolOne_0179"/> τὸ πᾶν ὁ πατὴρ σωματοποιήσας καὶ ὀγκώσας ἐποίησε σφαιροειδές, τοῦτο αὐτῷ τὸ ποιὸν περιθείς, οὖσαν καὶ αὐτὴν ἀθάνατον, καὶ ἔχουσαν ἀίδιον τὴν ὑλότητα. πλέον δέ, τῶν Ζῴων τὰ ποιὰ ὁ πατὴρ ἐγκατασπείρας τῇ σφαίρᾳ ὥσπερ ἐν ἄντρῳ κατέκλεισε, πάσῃ ποιότητι κοσμῆσαι βουλόμενος τὸ μετ᾽ αὐτοῦ ⟨ἄ⟩ποιον. τῇ δὲ ἀθανασίᾳ περι⟨έ⟩βαλε τὸ πᾶν σῶμα, ἵνα μὴ ⟨ἡ⟩ ὕλη, [καὶ] τῆς τούτου συστάσεως θελήσασα ἀποστῆναι, διαλυθῇ εἰς τὴν ἑαυτῆς ἀταξίαν. ὅτε γὰρ ἦν ἀσώματος ἡ ὕλη, ὦ τέκνον, ἄτακτος ἦν· ἔχει δὲ καὶ ἐνθάδε ⟨ἄτακτόν⟩ τι περὶ τὰ [ἄλλα] μικρὰ [ποιὰ] ⟨ζῷα⟩ εἱλούμενον, τὸ τῆς αὐξήσεως καὶ [τὸ τῆς] μειώσεως [ὃν θάνατον οἱ ἄνθρωποι καλοῦσιν]. </p></div><div type="textpart" subtype="section" n="4"><p rend="merge">αὕτη δὲ ἡ ἀταξία ⟨π⟩ερὶ τὰ ἐπίγεια ζῷα γίνεται. τῶν γὰρ οὐρανίων τὰ σώματα μίαν τάξιν ἔχει, ἣν εἴληχεν ἀπὸ τοῦ πατρὸς τὴν ἀρχήν· τηρεῖται δὲ αὕτη ὑπὸ τῆς ἑκάστου ἀποκαταστάσεως ἀδιάλυτος. ἡ δὲ ἀποκατάστασις τῶν ἐπιγείων σωμάτων ⟨διαλυθείσης γίνεται τῆς⟩ συστάσεως· ⟨τ⟩ῇ δὲ διαλύσει ⟨τ⟩αύτῃ ἀποκαθίσταται εἰς τὰ ἀδιάλυτα σώματα, τουτέστι τὰ ἀθάνατα· καὶ οὕτω στέρησις γίνεται τῆς αἰσθήσεαως, οὐκ ἀπώλεια ⟨⟨ζω῀Ηϲ⟩⟩ [τῶν σωμάτων]. </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">τὸ δὲ τρίτον [[ζῷον]] ὁ ἄνθρωπος, κατ᾽ εἰκόνα τοῦ κόσμου γενόμενος, ⟨ν⟩οῦ⟨ν⟩ κατὰ βούλησιν τοῦ πατρὸς ἔχων παρὰ τὰ ἄλλα ἐπίγεια ζῷα, οὐ μόνον πρὸς τὸν δεύτερον θεὸν συμπάθειαν ἔχων, ἀλλὰ καὶ ἔννοιαν τοῦ πρώτου. τοῦ μὲν γὰρ αἰσθάνεται ὡς σώματος, τοῦ δὲ ἔννοιαν λαμβάνει ὡς ἀσωμάτου <pb facs="ScottHermeticaVolOne_0181"/> [καὶ νοῦ τοῦ ἀγαθοῦ].—Τοῦτο οὖν οὐκ ἀπόλλυται τὸ ζῷον ;—Εὐφήμησον, ὦ τέκνον, καὶ νόησον τί θεός, τί κόσμος, τί ζῷον ἀθάνατον, τί ζῷον διάλυτον. καὶ [νόησον ὅτι] ὁ μὲν κόσμος ὑπὸ τοῦ θεοῦ καὶ ἐν τῷ θεῷ, ὁ δὲ ἄνθρωπος ὑπὸ τοῦ κόσμου καὶ ἐν τῷ κόσμῳ· ἀρχὴ δὲ καὶ περιοχὴ καὶ σύστασις πάντων ὁ θεός. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>