<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1:15-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1:15-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="15"><p>τοσοῦτον γάρ ἐστι τοῦ ἀγαθοῦ τὸ μέγεθος, ὅσον ἐστὶν ⟨ἡ⟩ ὕπαρξις πάντων τῶν ὄντων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ αἰσθητῶν καὶ νοητῶν. ⟨⟨καὶ⟩⟩ τοῦτο ἔστι ⟨⟨μόνον⟩⟩ ὁ θεός, ⟨⟨καὶ οὐδὲν ἄλλο⟩⟩. μὴ οὖν εἴπῃς ἄλλο τι ἀγαθὸν ⟨ἢ μόνον τὸν θεόν⟩, ἐπεὶ ἀσεβ⟨ήσ⟩εις· ἢ ἄλλο τί ποτε τὸν θεὸν ἢ μόνον τὸ ἀγαθόν, ἐπεὶ πάλιν ἀσεβ⟨ήσ⟩εις.</p></div><div type="textpart" subtype="section" n="16"><p>λόγῳ μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐ νοεῖται δὲ τί ποτέ ἐστιν ὑπὸ πάντων· διὰ τοῦτο οὐδὲ ⟨ὁ⟩ θεὸς νοεῖται ὑπὸ πάντων· ἀλλ᾽ ἀγνοίᾳ καὶ τοὺς θεοὺς καί τινας τῶν ἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμένους μήτε εἶναι μήτε γενέσθαι ἄν. <pb facs="ScottHermeticaVolOne_0147"/> ἀλλοτριώτατον γάρ ἐστι ⟨τούτων τὸ ἀγαθόν⟩, ⟨⟨καὶ⟩⟩ τοῦ θεοῦ [[καὶ]] ἀχώριστον, ὡς αὐτὸς ὁ θεὸς ὄν. θεοὶ μὲν οὖν οἱ ἄλλοι πάντες [ἀθάνατοι] ⟨ἁγαθοὶ λέγονται⟩, τετιμημένοι τῇ τοῦ θεοῦ προσηγορίᾳ· ὁ δὲ θεὸς τὸ ἀγαθὸν ⟨λέγεται⟩ οὐ κατὰ τιμήν, ἀλλὰ κατὰ φύσιν· μία γὰρ ἡ φύσις τοῦ θεοῦ ⟨τῇ⟩ το⟨ῦ⟩ ἀγαθο῀Υ [καὶ ἓν γένος ἀμφοτέρων, ἐξ οὗ τὰ γένη πάντα]. [ὁ γὰρ ⟨θεὸς⟩ ἀγαθός ⟨⟨ἑστι⟨ν⟩⟩⟩, ⟨ὡς⟩ ἅπαντα [[ἐστι]] διδοὺς καὶ μηδὲν λαμβάνων.] [ὁ οὖν θεὸς πάντα δίδωσι καὶ οὐδὲν λαμβάνει.] ὁ οὖν θεὸς ⟨τὸ⟩ ἀγαθόν, καὶ τὸ ἀγαθὸν ὁ θεός. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>