<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1:13-14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1:13-14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="13"><p rend="indent">Ὁ οὖν θεὸς τί ἐστιν;—Ὁ μηδέ⟨τερ⟩ον τούτων ὑπάρχων, ὢν δὲ καὶ ⟨⟨τούτοις⟩⟩ τοῦ εἶναι [[τούτοις]] αἴτιος, καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων· οὐδὲ γὰρ οὐδὲν ὑπέλιπε, πλῊν τὸ μὴ ὄν. πάντα δέ ἐστι τὰ ⟨γινόμενα⟩ ἐκ τῶν ὄντων γινόμενα, οὐκ[ι μὴ] ἐκ τῶν μὴ ὄντων· τὰ γὰρ μὴ ὄντα οὐ φύσιν ἔχει τοῦ δύνασθαι γενέσθαι ⟨τι⟩, ἀλλὰ τοῦ μὴ δύνασθαί τι [τὸ] γενέσθαι· καὶ πάλιν τὰ ὄντα οὐ φύσιν ἔχει [τοῦ μηδέποτ᾽ εἶναι] [[τί οὖν φῂς]] τοῦ μὴ εἶναί ποτε. ὁ οὖν θεὸς οὐ νοῦς ἐστιν, αἴτιος δὲ τοῦ ⟨νοῦν⟩ εἶναι. [οὐδὲ πνεῦμα, αἴτιος δὲ τοῦ εἶναι πνεῦμα,] [οὐδὲ φῶς, αἴτιος δὲ τοῦ φῶς εἶναι.] </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖς προσηγορίαις σέβεσθαι δεῖ, ταῖς μόνῳ αὐτῷ προσῳκειωμέναις καὶ ἄλλῳ οὐδενί. οὔτε γὰρ τῶν ἄλλων λεγομένων θεῶν οὔτε ἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν καθ᾽ ὁποσονοῦν ἀγαθὸς εἶναι, ἢ μόνος ὁ θεός· [[καὶ τοῦτό ἐστι μόνον, καὶ οὐδὲν ἄλλο·]] τὰ δὲ ἄλλα πάντα ⟨ἀ⟩χώρητά ἐστι τῆς τοῦ ἀγαθοῦ φύσεως. σῶμα γάρ ἐστι καὶ ψυχὴ τόπον οὐκ ἔχοντα χωρῆσοι δυνάμενον τὸ ἀγαθόν·</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>