<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1:1-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1:1-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><pb facs="ScottHermeticaVolOne_0137"/> Πᾶν τὸ κινούμενον, ὦ Ἀσκληπιέ, οὐκ ἔν τινι κινεῖται, καὶ ὑπό τινος;—Μάλιστα.—Οὐκ ἀνάγκη δὲ μεῖζον εἶναι ⟨τὸ⟩ ἐν ᾧ κινεῖται ⟨ἡ⟩ τὸ κινούμενον; —Ἀνάγκη.—[Ἰσχυρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου.—Ἰσχυρότερον γάρ.—] Ἐναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ᾧ κινεῖται τῇ τοῦ κινουμένου.—Καὶ πάνυ.—</p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent"> Μέγας οὖν οὗτος ⟨ὁ⟩ κόσμος, οὗ μεῖζον οὐκ ἔστι σῦμαfμολόγηται.—Καὶ στιβαρός· πεπλήρωται γὰρ ἄλλων σαωμάταν μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἔστι σωμάτωΝ.—Οὕτως ἔχει. —Σῶμα δὲ ὁ κόσμος; Σῶμα. Καἰ κινούμενον;—Μάλιστα.</p></div><div type="textpart" subtype="section" n="3"><p>—Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται, καὶ ποταπὸν τὴν φύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν, καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχῃ τὴν κίνησιν; —Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε. </p></div><div type="textpart" subtype="section" n="4a"><p>—Ποταπῆς δὲ φύσεως; ⟨⟨ἆρα⟩⟩ ⟨οὐ⟩ τῆς ἐναντίας [[ἄρα]], ὦ Ἀσκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον. Ὡμολόγηται. Ἀσώματος οὖν ὁ τόπος.</p></div><div type="textpart" subtype="section" n="4b"><p rend="indent">τὸ δὲ ἀσώματον ἢ θεῖόν ἐστιν || ἢ ὁ θεός. τὸ δὲ θεῖον λέγω νῦν οὐ τὸ γεννητόν, ἀλλὰ τὸ ἀγέννητον. ἐὰν μὲν οὖν ᾖ θεῖον, οὐσιῶδές ἐστιν· ἐὰν δὲ ᾖ ⟨ὁ⟩ θεός, καὶ ἀνουσίαστον γίνεται ⟨...⟩.</p></div><div type="textpart" subtype="section" n="5"><p>ἄλλως δὲ νοητὸϲ ὁ τοποϲ· νοητὸς γὰρ <pb facs="ScottHermeticaVolOne_0139"/> πρώτως ὁ θεός ἐστιν ⟨ἑαυτῷ, ὁ δὲ τόπος⟩ ἡμῖν, οὐχ ἑαυτῷ. τὸ γὰρ νοητὸν τῷ νοοῦντι ⟨νοητόν ἐστιν⟩· [αἰσθήσει ὑποπίπτει ὁ θεός] οὐκοῦν οὐχ ἑαυτῷ νοητός ⟨ὁ τόπος⟩,—οὐ γὰρ [ἄλλο τι ὢν τοῦ νοουμένου] ὑφ᾽ ἑαυτοῦ νοεῖται,—ἡμῖν δέ.</p></div><div type="textpart" subtype="section" n="6a"><p>[[ἄλλο τί ἐστι]] [διὰ τοῦτο ἡμῖν νοεῖται] εἰ δὲ νοητὸς ὁ τόπος οὐχ ⟨ὡς⟩ ὡς ἐνέργεια χωρητική, ⟨⟨ἄλλο τί ἐστι⟩⟩ ⟨τοῦ θεοῦ ὁ τόπος⟩. </p></div><div type="textpart" subtype="section" n="6b"><p rend="indent">πᾶν δὲ τὸ κινούμενον οὐκ ἐν κινουμένῳ κινεῖται, ἀλλ᾽ ἐν ἑστῶτι. καὶ τὸ κινοῦν δὲ ἕστηκεν· ἀδύνατον γὰρ αὐτὸ συγκινεῖσθαι.</p><p rend="indent">—Πῶς· οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε ⟨κινοῦντα⟩ συγκινεῖται τοῖς κινουμένοις; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι ὑπὸ τῆς ἀπλανοῦς σφαίρας.—Οὐκ ἔστιν αὕτη, ὦ Ἀσκληπιέ, συγκίνησις, ἀλλ᾽ ἀντικίνησις· οὐ γὰρ ὁμοίως κινοῦνται, ἀλλ᾽ ἐναντίως ἀλλήλαις. ἡ δὲ ἐναντίωσις ⟨⟨τῆς κινήσεως⟩⟩ τὴν ἀντέρεισιν [[τῆς κινήσεως]] ἔχει ἑστῶσαν· ἡ γὰρ ἀντιτυπία στάσις φορᾶς. </p></div><div type="textpart" subtype="section" n="7"><p>αἱ οὖν πλανώμεναι σφαῖραι, ἐναντίως κινούμεναι τῇ ἀπλανεῖ, ⎡ὑπ᾽ ἀλλήλων τῇ ἐναντίᾳ ὑπαντήσει περὶ τὴν ἐναντιότητα αὐτὴν ὑπὸ τῆς ἑστώσης κινοῦνται.⎤ καὶ ἄλλως ἔχειν ἀδύνατον. τὰς γὰρ ἄρκτους ταύτας, ἃς ὁρᾷς μήτε δυνούσας μήτε ἀνατελλούσας, [περὶ δὲ τὸ αὐτὸ στρεφομένας,] οἴει κινεῖσθαι ἢ ἑστάναι;—Κινεῖσθαι, ὦ Τρισμέγιστε.—Κίνησιν ποίαν, ὦ Ἀσκληπιέ;—Τὴν περὶ τὸ αὐτὸ στρεφομένην. H δὲ περιφορὰ ἡ περὶ τὸ αὐτὸ κίνησίς ἐστιν ὑπὸ στάσεως κατεχομένη· τὸ γὰρ περὶ ⟨τὸ⟩ αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτό, κωλυόμενον δὲ τὸ ὑπὲρ αὐτὸ ⎡εἰ ἔστη⎤ εἰς τὸ περὶ ⟨τὸ⟩ αὐτό. οὕτω καὶ ἡ ἐναντία φορὰ 8 a ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη. </p></div><div type="textpart" subtype="section" n="8a"><p>παράδειγμα δέ σοι τοῖς ὀφθαλμοῖς ἐΜπῖπτον φράσω, τὰ ἐπίγεια ⟨⟨λέγω⟩⟩ ζῷα. οἷον τὸν <pb facs="ScottHermeticaVolOne_0141"/> ἄνθρωπον [[λέγω θεώρει νηχόμενον· φερομένου γὰρ τοῦ ὕδατος ἡ ἀντιτυπία τῶν ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ τοῦ μὴ συγκατενεχθῆναι τῷ ὕδατι.—Σαφὲς τὸ παράδειγμα, ὦ Γρισμέγιστε.</p><p rend="indent">πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖται. </p></div><div type="textpart" subtype="section" n="8b"><p rend="indent">⟨...⟩ ἡ οὖν κίνησις τοῦ κόσμου, καὶ παντὸς δὲ ζῴου ὑλικοῦ, οὐχ ὑπὸ τῶν κατεκτὸς τοῦ σώματος συμβαίνει γίνεσθαι, ἀλλ᾽ ὑπὸ τῶν ἐντὸς εἰς τὸ κατεκτός, ἤτοι ψυχῆς [ἢ πνεύματος] ἢ ἂλλου τινὸς ἀσωμάτου. σῶμα γὰρ ἔμψυχον οὐ⟨χ ὑπὸ σώματος⟩ κινεῖ⟨ται⟩· ἀλλ᾽ οὐδὲ τὸ σύνολον σῶμα, κἂν ᾖ ἄψυχον. </p></div><div type="textpart" subtype="section" n="9"><p>—Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; τὰ οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα οὐ σώματά ἐστι τὰ κινοῦντα;—Οὐδαμῶς, ὦ Ἀσκληπιέ· τὸ γὰρ ἔνδον τοῦ σώματος, τὸ κινοῦν τὸ ἄψυχον, οὐ σῶμά ⟨ἐστιν⟩. ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν, καὶ τὸ τοῦ βαστάζοντος ⟨σῶμα⟩ καὶ τὸ τοῦ βασταζομένου· ⟨⟨ἐπεὶ⟩⟩ [διόπερ] ⟨τὸ⟩ ἄψυχον ⟨αὐ⟩τὸ καθ᾽ ⟨αὑτὸ⟩ οὐδὲν [[ἐπεὶ]] κινεῖ. ὁρᾷς γοῦν καταβαρυνομένην τὴν ψυχήν, ὅταν μόνη δύο σώματα φέρῃ. ⟨ὥστε⟩ καὶ [ὅτι μὲν] ἐν τίνι κινεῖται τὰ κινούμενα, καὶ ὑπὸ τίνος, δῆλον.</p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">Eν κενῷ δὲ ⟨οὐ⟩ δεῖ κινεῖσθαι τὰ κινούμενα, ὦ Τρισμέγιστε; —ΕὐφήΜ⟨ει⟩, ὦ Ἀσκληπιέ. οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενόν· μόνον δὲ τὸ μὴ ὂν κενόν ἐστι. ⟨⟨τὸ γὰρ ὑπάρχον⟩⟩ τῷ τῆς ὑπάρξεως λόγῳ ⟨⟨κενὸν οὐδέποτε γενέσθαι δύναται·⟩⟩ τὸ δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως ἦν. [[τὸ γὰρ ὑπάρχον]] [[κενὸν οὐδέποτε γενέσθαι δύναται.ὐκ ἔστιν οὖν κενά τινα, ὦ Τρισμέγιστε, τοιαῦτα, οἷον κάδος <pb facs="ScottHermeticaVolOne_0143"/> κενὸς καὶ κέραμος καὶ ⎡ποταμὸς ὅλος⎤ καὶ ληνὸς καὶ τὰ ἄλλα πάντα τὰ παραπλήσια;—Φεῦ τῆς πολλῆς πλάνης, ὦ Ἀσκληπιέ. τὰ μᾶλλον πληρέστατα καὶ μεστότατα ὄντα, ταῦτα κενὰ ἡγῇ εἶναι;</p></div><div type="textpart" subtype="section" n="11"><p>—Πῶς λέγεις, ὦ Τρισμέγιστε;—Οὐ σῶμά ἐστιν ὁ ἀήρ;—Σῶμα.—Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων διήκει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ; σῶμα δὲ οὐκ ἐκ τῶν τεσσάρων σωμάτων κεκραμένον συνέστηκε; μεστὰ οὖν πάντα ἐστίν, ἃ σὺ φῂς κενά, τοῦ ἀέρος, εἰ δὲ τοῦ ἀέρος, καὶ τῶν τεσσάρων σωμάτων· καὶ συμβαίνει ὁ ἐναντίος λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φῂς μεστά, ταῦτα πάντα κενά ἐστι τοῦ ἀέρος, ἐκείνων ὑπ᾽ ἄλλων σωμάτων στενοχωρουμένων, καὶ μὴ ἐχόντων τόπον δέξασθαι τὸν ἀέρα. ταῦτα οὖν, ἃ σὺ φῂς εἶναι κενά, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά· ὑπάρξεωϲ γὰρ μεστά ἐστιν [ἀέρος καὶ πνεύματος].—Ἀναντίρρητος ὁ λόγος, ὦ Τρισμέγιστε.—</p></div><div type="textpart" subtype="section" n="12a"><p rend="indent">Τὸν οὖν τόπον τὸν ἐν ᾧ τὸ πᾶν κινϲῖται τί εἴπομεν; ἀσώματον, ὦ Ἀσκληπιέ.—Τὸ οὖν ἀσώματον ⟨τοῦτο⟩ τί ἐστι;οῦς ὅλος ἐξ ὅλου ἑαυτὸν ἐμπεριέχων, ἐλεύθερος σωματικ῀Ηϲ [α]πλάνης, ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῷ ἑστώς, [[σνγ]χαρητικὸς ⟨⟨συΜ⟩⟩πάντων καὶ σωτήριος τῶν ὄντων, ⟨τὸ⟩ ⟨⟨τῆς ψυχῆς⟩⟩ ⟨φῶς⟩.—</p></div><div type="textpart" subtype="section" n="12b"><p rend="indent">⟨⟨Τί οὖν φῂς⟩⟩ ⟨⟨τὸ ἀγαθόν⟩⟩;— ⟨⟨Τὸ ἀρχέτυπον φῶς⟩⟩, οὗ ὥσπερ ἀκτῖνές εἰσι⟨ν⟩ [[τὸ ἀγαθὸν]] ⟨ὅ τε νοῦς καὶ⟩ ἡ ἀλήθεια. [[τὸ ἀρχέτυπον φῶς]] [τὸ ἀρχέτυπον] [[τῆς ψυχῆς]] <pb facs="ScottHermeticaVolOne_0145"/> </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">Ὁ οὖν θεὸς τί ἐστιν;—Ὁ μηδέ⟨τερ⟩ον τούτων ὑπάρχων, ὢν δὲ καὶ ⟨⟨τούτοις⟩⟩ τοῦ εἶναι [[τούτοις]] αἴτιος, καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων· οὐδὲ γὰρ οὐδὲν ὑπέλιπε, πλῊν τὸ μὴ ὄν. πάντα δέ ἐστι τὰ ⟨γινόμενα⟩ ἐκ τῶν ὄντων γινόμενα, οὐκ[ι μὴ] ἐκ τῶν μὴ ὄντων· τὰ γὰρ μὴ ὄντα οὐ φύσιν ἔχει τοῦ δύνασθαι γενέσθαι ⟨τι⟩, ἀλλὰ τοῦ μὴ δύνασθαί τι [τὸ] γενέσθαι· καὶ πάλιν τὰ ὄντα οὐ φύσιν ἔχει [τοῦ μηδέποτ᾽ εἶναι] [[τί οὖν φῂς]] τοῦ μὴ εἶναί ποτε. ὁ οὖν θεὸς οὐ νοῦς ἐστιν, αἴτιος δὲ τοῦ ⟨νοῦν⟩ εἶναι. [οὐδὲ πνεῦμα, αἴτιος δὲ τοῦ εἶναι πνεῦμα,] [οὐδὲ φῶς, αἴτιος δὲ τοῦ φῶς εἶναι.] </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖς προσηγορίαις σέβεσθαι δεῖ, ταῖς μόνῳ αὐτῷ προσῳκειωμέναις καὶ ἄλλῳ οὐδενί. οὔτε γὰρ τῶν ἄλλων λεγομένων θεῶν οὔτε ἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν καθ᾽ ὁποσονοῦν ἀγαθὸς εἶναι, ἢ μόνος ὁ θεός· [[καὶ τοῦτό ἐστι μόνον, καὶ οὐδὲν ἄλλο·]] τὰ δὲ ἄλλα πάντα ⟨ἀ⟩χώρητά ἐστι τῆς τοῦ ἀγαθοῦ φύσεως. σῶμα γάρ ἐστι καὶ ψυχὴ τόπον οὐκ ἔχοντα χωρῆσοι δυνάμενον τὸ ἀγαθόν·</p></div><div type="textpart" subtype="section" n="15"><p>τοσοῦτον γάρ ἐστι τοῦ ἀγαθοῦ τὸ μέγεθος, ὅσον ἐστὶν ⟨ἡ⟩ ὕπαρξις πάντων τῶν ὄντων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ αἰσθητῶν καὶ νοητῶν. ⟨⟨καὶ⟩⟩ τοῦτο ἔστι ⟨⟨μόνον⟩⟩ ὁ θεός, ⟨⟨καὶ οὐδὲν ἄλλο⟩⟩. μὴ οὖν εἴπῃς ἄλλο τι ἀγαθὸν ⟨ἢ μόνον τὸν θεόν⟩, ἐπεὶ ἀσεβ⟨ήσ⟩εις· ἢ ἄλλο τί ποτε τὸν θεὸν ἢ μόνον τὸ ἀγαθόν, ἐπεὶ πάλιν ἀσεβ⟨ήσ⟩εις.</p></div><div type="textpart" subtype="section" n="16"><p>λόγῳ μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐ νοεῖται δὲ τί ποτέ ἐστιν ὑπὸ πάντων· διὰ τοῦτο οὐδὲ ⟨ὁ⟩ θεὸς νοεῖται ὑπὸ πάντων· ἀλλ᾽ ἀγνοίᾳ καὶ τοὺς θεοὺς καί τινας τῶν ἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμένους μήτε εἶναι μήτε γενέσθαι ἄν. <pb facs="ScottHermeticaVolOne_0147"/> ἀλλοτριώτατον γάρ ἐστι ⟨τούτων τὸ ἀγαθόν⟩, ⟨⟨καὶ⟩⟩ τοῦ θεοῦ [[καὶ]] ἀχώριστον, ὡς αὐτὸς ὁ θεὸς ὄν. θεοὶ μὲν οὖν οἱ ἄλλοι πάντες [ἀθάνατοι] ⟨ἁγαθοὶ λέγονται⟩, τετιμημένοι τῇ τοῦ θεοῦ προσηγορίᾳ· ὁ δὲ θεὸς τὸ ἀγαθὸν ⟨λέγεται⟩ οὐ κατὰ τιμήν, ἀλλὰ κατὰ φύσιν· μία γὰρ ἡ φύσις τοῦ θεοῦ ⟨τῇ⟩ το⟨ῦ⟩ ἀγαθο῀Υ [καὶ ἓν γένος ἀμφοτέρων, ἐξ οὗ τὰ γένη πάντα]. [ὁ γὰρ ⟨θεὸς⟩ ἀγαθός ⟨⟨ἑστι⟨ν⟩⟩⟩, ⟨ὡς⟩ ἅπαντα [[ἐστι]] διδοὺς καὶ μηδὲν λαμβάνων.] [ὁ οὖν θεὸς πάντα δίδωσι καὶ οὐδὲν λαμβάνει.] ὁ οὖν θεὸς ⟨τὸ⟩ ἀγαθόν, καὶ τὸ ἀγαθὸν ὁ θεός. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>