<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:97-97a</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:97-97a</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="97"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 70, 8 W.</bibl> Τῶν δ’ ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός. Περὶ ψυχὴν μὲν τὰς ἀρετὰς καὶ ⟨τὰς⟩ σπουδαίας ἕξεις καὶ καθόλου τὰς ἐπαινετὰς ἐνεργείας· ἐκτὸς δὲ τούς τε φίλους καὶ τοὺς γνωρίμους καὶ τὰ παραπλήσια· οὔτε δὲ περὶ ψυχὴν οὔτ’ ἐκτός, τοὺς σπουδαίους καὶ καθόλου ⟨τοὺς⟩ τὰς ἀρετὰς ἔχοντας. Ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός· περὶ ψυχὴν μὲν τάς τε κακίας σὺν ταῖς μοχθηραῖς ἕξεσι καὶ καθόλου τὰς ψεκτὰς ἐνεργείας· ἐκτὸς δὲ τοὺς ἐχθροὺς σὺν τοῖς εἴδεσιν· οὔτε ⟨δὲ⟩ περὶ ψυχὴν οὔτ’ ἐκτὸς τοὺς φαύλους καὶ πάντας τοὺς τὰς κακίας ἔχοντας.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="97a"><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 95.</bibl> ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός. τὰ μὲν περὶ ψυχὴν ἀρετὰς καὶ τὰς κατὰ ταύτας πράξεις, τὰ δ’ ἐκτὸς τό τε σπουδαίαν ἔχειν πατρίδα καὶ σπουδαῖον φίλον καὶ τὴν τούτων εὐδαιμονίαν, τὰ δ’ οὔτε ἐκτὸς οὔτε περὶ ψυχὴν τὸ αὐτὸν ἑαυτῷ εἶναι σπουδαῖον καὶ εὐδαίμονα. Ἀνάπαλιν δὲ καὶ τῶν κακῶν τὰ μὲν περὶ ψυχὴν εἶναι, τὰς κακίας καὶ τὰς κατ’ αὐτὰς πράξεις, τὰ δὲ ἐκτός, τὸ ἄφρονα πατρίδα ἔχειν καὶ ἄφρονα φίλον καὶ τὴν τούτων κακοδαιμονίαν, τὰ δὲ οὔτε ἐκτὸς οὔτε περὶ ψυχήν, τὸ αὐτὸν ἑαυτῷ εἶναι φαῦλον καὶ κακοδαίμονα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>