<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:95-96</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:95-96</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="95"><head rend="center" xml:lang="lat">§ 3. Bonorum genera.</head><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II p. 58, 5 W.</bibl> Τῶν δὲ ἀγαθῶν τὰ μὲν εἶναι ἀρετάς, τὰ δ’ οὔ. Φρόνησιν μὲν οὖν καὶ σωφροσύνην ⟨καὶ δικαιοσύνην⟩ καὶ ἀνδρείαν ⟨καὶ μεγαλοψυχίαν καὶ ῥώμην καὶ ἰσχὺν ψυχῆς⟩ ἀρετάς· χαρὰν δὲ καὶ εὐφροσύνην καὶ θάρρος καὶ βούλησιν καὶ τὰ παραπλήσια οὐκ εἶναι ἀρετάς. Τῶν δὲ ἀρετῶν τὰς μὲν ἐπιστήμας τινῶν καὶ τέχνας, τὰς δ’ οὔ. Φρόνησιν μὲν οὖν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀνδρείαν ἐπιστήμας εἶναι τινῶν καὶ τέχνας· μεγαλοψυχίαν δὲ καὶ ῥώμην καὶ ἰσχὺν ψυχῆς οὔτ’ ἐπιστήμας τινῶν εἶναι οὔτε τέχνας. Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι κακίας, τὰ δ’ οὔ. Ἀφροσύνην μὲν οὖν καὶ ἀδικίαν καὶ δειλίαν καὶ μικροψυχίαν καὶ ἀδυναμίαν κακίας εἶναι· λύπην δὲ καὶ φόβον καὶ τὰ παραπλήσια οὐκ εἶναι κακίας. Τῶν δὲ κακιῶν τὰς μὲν εἶναι ἀγνοίας τινῶν καὶ ἀτεχνίας, τὰς δ’ οὔ. Ἀφροσύνην μὲν οὖν καὶ ἀκολασίαν καὶ ἀδικίαν καὶ δειλίαν ἀγνοίας εἶναι τινῶν καὶ ἀτεχνίας· μικροψυχίαν δὲ καὶ ἀδυναμίαν ⟨καὶ ἀσθένειαν⟩ οὔτε ἀγνοίας τινῶν οὔτε ἀτεχνίας. <bibl xml:lang="lat">Cf. n. 197. 278.</bibl></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="96"><p rend="indent"><bibl xml:lang="lat">Sextus adv. math. XI 46.</bibl> οἱ δὲ ἀπὸ τῆς Στοᾶς τρία μὲν γένη τῶν ἀγαθῶν καὶ αὐτοὶ τυγχάνειν ἔλεξαν, οὐχ ὡσαύτως δέ· τούτων γὰρ τὰ μὲν περὶ ψυχὴν τὰ δ’ ἐκτὸς τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός, ἐξαιροῦντες τὸ γένος τῶν περὶ τὸ σῶμα ἀγαθῶν ὡς μὴ ἀγαθῶν. Καὶ δὴ περὶ μὲν ψυχὴν εἶναί φασι τὰς ἀρετὰς καὶ ⟨τὰς⟩ σπουδαίας πράξεις, ἐκτὸς δὲ εἶναι τόν τε φίλον καὶ τὸν σπουδαῖον ἄνθρωπον καὶ τὰ σπουδαῖα τέκνα καὶ γονεῖς καὶ τὰ ὅμοια, οὔτε δὲ περὶ ψυχὴν οὔτε ἐκτὸς αὐτὸν τὸν σπουδαῖον <pb facs="stoicorumveterum03arniuoft_0032"/> ἄνθρωπον ὡς πρὸς ἑαυτόν. οὔτε γὰρ ἐκτὸς ἑαυτοῦ δυνατὸν εἶναι αὐτὸν οὔτε περὶ ψυχήν· ἐκ γὰρ ψυχῆς καὶ σώματος συνέστηκεν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>