<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:89-90</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:89-90</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="89"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 78, 7.</bibl> διαφέρειν δὲ λέγουσι τὸ αἱρετὸν καὶ τὸ αἱρετέον. αἱρετὸν μὲν εἶναι ⟨ἀγαθὸν⟩ πᾶν, αἱρετέον δὲ ὠφέλημα πᾶν, ὃ θεωρεῖται παρὰ τὸ ἔχειν τὸ ἀγαθόν. δι’ ὃ αἱρούμεθα μὲν τὸ αἱρετέον, οἷον τὸ φρονεῖν, ὃ θεωρεῖται παρὰ τὸ ἔχειν φρόνησιν· τὸ δὲ αἱρετὸν οὐχ αἱρούμεθα, ἀλλ’ εἰ ἄρα, ἔχειν αὐτὸ αἱρούμεθα. ὁμοίως δὲ καὶ τὰ μὲν ἀγαθὰ πάντα ἐστὶν ὑπομενετὰ καὶ ἐμμενετὰ καὶ ἀνάλογον ἐπὶ τῶν ἄλλων ἀρετῶν ἐστιν, εἰ καὶ μὴ κατωνόμασται· τὰ δὲ ὠφελήματα πάντα ὑπομενετέα καὶ ἐμμενετέα. καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὰς κακίας.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="90"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 98, 7 W.</bibl> Λέγουσι δὲ ὁμοίως καὶ τἀγαθὰ πάντα εἶναι ὑπομενετὰ καὶ ἐμμενετὰ καὶ ἀνάλογον ἐπὶ τῶν ἄλλων ἀρετῶν, εἰ καὶ μὴ κατωνόμασται· τὰ δὲ ὠφελήματα πάντα ὑπομενετέα καὶ ἐμμενετέα καὶ τὰ ὅμοια. Ὡσαύτως δὲ διαφέρειν ὑπολαμβάνουσι καὶ τὰ εὐλαβητὰ καὶ τὰ εὐλαβητέα καὶ ἀνυπομενετὰ καὶ ἀνυπομενετέα. Τῶν δ’ ἄλλων τῶν κατὰ τὰς κακίας ὁ αὐτὸς λόγος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>