<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:686-687</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:686-687</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="686"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus eclog. II 7 p. 109, 10.</bibl> Τρεῖς δὲ προηγουμένους εἶναι βίους, τόν τε βασιλικὸν καὶ τὸν πολιτικὸν καὶ τρίτον τὸν ἐπιστημονικόν· ὁμοίως δὲ καὶ χρηματισμοὺς τρεῖς προηγουμένους, τόν τε ἀπὸ τῆς βασιλείας, καθ’ ὃν ἢ αὐτὸς βασιλεύσει ἤ μοναρχικῶν χρημάτων εὐπορήσει· δεύτερον δὲ τὸν ἀπὸ τῆς πολιτείας, πολιτεύσεσθαι γὰρ κατὰ τὸν προηγούμενον λόγον· καὶ γὰρ γαμήσειν καὶ παιδοποιήσεσθαι, ἀκολουθεῖν ⟨γὰρ⟩ ταῦτα τῇ τοῦ λογικοῦ ζῴου καὶ κοινωνικοῦ καὶ φιλαλλήλου ⟨φύσει⟩. Χρηματιεῖσθαι οὖν καὶ ἀπὸ τῆς πολιτείας καὶ ἀπὸ τῶν φίλων, τῶν ἐν ὑπεροχαῖς ὄντων. Περὶ δὲ τοῦ σοφιστεύσειν καὶ ἀπὸ σοφιστείας εὐπορήσειν χρημάτων διέστησαν οἱ ἀπὸ τῆς αἱρέσεως κατὰ τὸ σημαινόμενον. Τὸ μὲν γὰρ χρηματιεῖσθαι ἀπὸ τῶν κατὰ τὴν παιδείαν καὶ μισθούς ποτε λήψεσθαι παρὰ τῶν φιλομαθούντων διωμολογήσαντο· περὶ δὲ τὸ σημαινόμενον ἐγένετό τις ἐν αὐτοῖς ἀμφισβήτησις, τῶν μὲν αὐτὸ τοῦτο λεγόντων σοφιστεύειν, τὸ ἐπὶ μισθῷ μεταδιδόναι τῶν τῆς φιλοσοφίας δογμάτων, τῶν δ’ ὑποτοπησάντων ἐν τῷ σοφιστεύειν περιέχεσθαί τι φαῦλον, οἱονεὶ λόγους καπηλεύειν, οὐ <pb facs="stoicorumveterum03arniuoft_0181"/> φαμένων δεῖν ἀπὸ παιδείας παρὰ τῶν ἐπιτυχόντων χρηματίζεσθαι, καταδεέστερον γὰρ εἶναι τὸν τρόπον τοῦτον τοῦ χρηματισμοῦ τοῦ τῆς φιλοσοφίας ἀξιώματος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="687"><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 130.</bibl> βίων δὲ τριῶν ὄντων, θεωρητικοῦ καὶ πρακτικοῦ καὶ λογικοῦ, τὸν τρίτον φασὶν αἱρετέον· γεγονέναι γὰρ ὑπὸ τῆς φύσεως ἐπίτηδες τὸ λογικὸν ζῷον πρὸς θεωρίαν καὶ πρᾶξιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>