<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:548-551</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:548-551</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="548"><head rend="center" xml:lang="lat">§ 1. Sapiens neque fallitur neque fallit.</head><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 111, 18 W.</bibl> ψεῦδος δ’ ὑπολαμβάνειν οὐδέποτέ φασι τὸν σοφόν, οὐδὲ τὸ παράπαν ἀκαταλήπτῳ τινὶ συγκατατίθεσθαι, <pb facs="stoicorumveterum03arniuoft_0155"/> διὰ τὸ μηδὲ δοξάζειν αὐτὸν μηδ’ ἀγνοεῖν μηδέν. τὴν γὰρ ἄγνοιαν μεταπτωτικὴν εἶναι συγκατάθεσιν καὶ ἀσθενῆ. Μηδὲν δ’ ὑπολαμβάνειν ἀσθενῶς, ἀλλὰ μᾶλλον ἀσφαλῶς καὶ βεβαίως, διὸ καὶ μηδὲ δοξάζειν τὸν σοφόν. Διττὰς γὰρ εἶναι δόξας, τὴν μὲν ἀκαταλήπτῳ συγκατάθεσιν, τὴν δὲ ὑπόληψιν ἀσθενῆ· ταύτας ⟨δ’⟩ ἀλλοτρίους εἶναι τῆς τοῦ σοφοῦ διαθέσεως· δι’ ὃ καὶ τὸ προπίπτειν πρὸ καταλήψεως ⟨καὶ⟩ συγκατατίθεσθαι κατὰ τὸν προπετῆ φαῦλον εἶναι καὶ μὴ πίπτειν εἰς τὸν εὐφυῆ καὶ τέλειον ἄνδρα καὶ σπουδαῖον. Οὐδὲ λανθάνειν δὲ αὐτόν τι, τὴν γὰρ λῆσιν εἶναι ψεύδους ὑπόληψιν ἀποφαντικὴν πράγματος. Τούτοις δ’ ἀκολούθως οὐκ ἀπιστεῖν, τὴν γὰρ ἀπιστίαν εἶναι ψεύδους ὑπόληψιν· τὴν δὲ πίστιν ἀστεῖον ὑπάρχειν, εἶναι γὰρ κατάληψιν ἰσχυράν, βεβαιοῦσαν τὸ ὑπολαμβανόμενον. Ὁμοίως δὲ καὶ τὴν ἐπιστήμην ἀμετάπτωτον ὑπὸ λόγου· διὰ ταῦτά φασι μήτε ἐπίστασθαί τι τὸν φαῦλον μήτε πιστεύειν. Ἐχομένως δὲ τούτων οὔτε πλεονεκτεῖσθαι τὸν σοφὸν οὔτε βουκολεῖσθαι οὔτε διαιτᾶσθαι οὔτε παραριθμεῖν οὔτε ὑφ’ ἑτέρου παραριθμεῖσθαι. ταῦτα γὰρ πάντα τὴν ἀπάτην περιέχειν καὶ τοῖς κατὰ τὸν τόπον ψεύδεσι πρόσθεσιν. Οὐδένα δὲ τῶν ἀστείων οὔθ’ ὁδοῦ διαμαρτάνειν οὔτ’ οἰκίας οὔτε σκοποῦ· ἀλλ’ οὐδὲ παρορᾶν [ἀλλ’] οὐδὲ παρακούειν νομίζουσι τὸν σοφόν, οὐδὲ τὸ σύνολον παραπαίειν κατά τι τῶν αἰσθητηρίων· καὶ γὰρ τούτων ἕκαστον ἔχεσθαι νομίζουσι τῶν[δε] ψευδῶν συγκαταθέσεων. οὐδ’ ὑπονοεῖν δέ φασι τὸν σοφόν· καὶ γὰρ τὴν ὑπόνοιαν ἀκαταλήπτῳ εἶναι τῷ γένει συγκατάθεσιν· οὐδὲ μετανοεῖν δ’ ὑπολαμβάνουσι τὸν νοῦν ἔχοντα· καὶ γὰρ τὴν μετάνοιαν ἔχεσθαι ψευδοῦς συγκαταθέσεως, ⟨ὡς⟩ ἂν προδιαπεπτωκότος. οὐδὲ μεταβάλλεσθαι δὲ κατ’ οὐδένα τρόπον οὐδὲ μετατίθεσθαι οὐδὲ σφάλλεσθαι· ταῦτα γὰρ εἶναι πάντα τῶν τοῖς δόγμασι μεταπιπτόντων, ὅπερ ἀλλότριον εἶναι τοῦ νοῦν ἔχοντος· οὐδὲ δοκεῖν αὐτῷ τι φασί παραπλησίως τοῖς εἰρημένοις.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="549"><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 121.</bibl> ἔτι τε μὴ δοξάσειν τὸν σοφόν, τουτέστι ψευδεῖ μὴ συγκαταθήσεσθαι μηδενί.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="550"><p rend="indent"><bibl xml:lang="lat">Sextus adv. math. VII 157 (Arcesilaus).</bibl> οὐχὶ δέ γε τῶν δοξαστῶν ἐστιν ὁ σοφός. τοῦτο γὰρ ἀφροσύνης ἦν κατ’ αὐτοὺς καὶ τῶν ἁμαρτημάτων αἴτιον.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="551"><p rend="indent" xml:lang="lat"><bibl>Cicero Acad. Pr. II 48.</bibl> praesertim cum ipsi dicatis (scil. Stoici) sapientem in furore sustinere se ab omni adsensu, quia nulla in visis distinctio appareat.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>