<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:538-539</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:538-539</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="538"><p rend="indent"><bibl xml:lang="lat">Origenes de princ. III p. 129 ed. Delarue.</bibl> τρίτον δὲ ἐροῦσιν ὅτι τῶν μέσων ἐστὶ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλά, καὶ οὔτε ἀστεῖον οὔτε φαῦλον· λεκτέον δὲ πρὸς τοῦτο ὅτι εἰ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ μέσον ἐστί, καὶ τὸ ἐναντίον αὐτῷ μέσον ἐστί <foreign xml:lang="lat">etc.</foreign></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="539"><p rend="indent"><bibl xml:lang="lat">Plutarchus de comm. not. cp. 10 p. 1063a.</bibl> Ναί, φασίν, ἀλλὰ ὥσπερ ὁ πῆχυν ἀπέχων ἐν θαλάττῃ τῆς ἐπιφανείας, οὐδδὲν ἧττον πνίγεται τοῦ καταδεδυκότος ὀργυιὰς πεντακοσίας, οὕτως οὐδὲ οἱ πελάζοντες ἀρετῇ τῶν μακρὰν ὄντων ἧττόν εἰσιν ἐν κακίᾳ· καὶ καθάπερ οἱ τυφλοὶ τυφλοί εἰσι, κἂν ὀλίγον ὕστερον ἀναβλέπειν μέλλωσιν, οὕτως οἱ προκόπτοντες, ἄχρις <pb facs="stoicorumveterum03arniuoft_0152"/> οὗ τὴν ἀρετὴν ἀναλάβωσιν, ἀνόητοι καὶ μοχθηροὶ διαμένουσιν (<foreign xml:lang="lat">fragmentum incertum, pulo, ex libro ethico Chrysippi</foreign>).</p><p rend="indent"><bibl xml:lang="lat">Plutarchus Quomodo quis in virtute sentiat profectus cp. 1 p. 75c.</bibl> οὕτως ἐν τῷ φιλοσοφεῖν οὔτε προκοπὴν οὔτε τινὰ προκοπῆς αἴσθησιν ὑποληπτέον, εἰ μηδὲν ἡ ψυχὴ μεθίησι μηδ’ ἀποκαθαίρεται τῆς ἀβελτερίας, ἄχρι δὲ τοῦ λαβεῖν ἄκρατον τὸ ἀγαθὸν καὶ τέλειον ἀκράτῳ τῷ κακῷ χρῆται. Καὶ γὰρ ἀκαρεῖ χρόνου καὶ ὥρας ἐκ τῆς ὡς ἔνι μάλιστα φαυλότητος εἰς οὐκ ἔχουσαν ὑπερβολὴν ἀρετῆς διάθεσιν μεταβαλὼν ὁ σοφός, ἧς οὐδ’ ἐν χρόνῳ πολλῷ μέρος ἀφεῖλε κακίας ἅμα πᾶσαν ἐξαίφνης ἐκπέφευγε. καίτοι ἤδη τοὺς ταῦτά γε λέγοντας οἶσθα δήπου πάλιν πολλὰ παρέχοντας αὑτοῖς πράγματα καὶ μεγάλας ἀπορίας περὶ τοῦ διαλεληθότος, ὃς αὐτὸς ἑαυτὸν οὐδέπω κατείληφε γεγονὼς σοφός, ἀλλ’ ἀγνοεῖ καὶ ἀμφιδοξεῖ τῷ κατὰ μικρὸν ἐν χρόνῳ πολλῷ τὰ μὲν ἀφαιροῦντι τὰ δὲ προστιθέντι γιγνομένην τὴν ἐπίδοσιν καθάπερ πορείαν τῇ ἀρετῇ λαθεῖν ἀτρέμα προσμίξασαν. εἰ δέ γε ἦν τάχος τοσοῦτον τῆς μεταβολῆς καὶ μέγεθος, ὥστε τὸν πρωῒ κάκιστον ἑσπέρας γεγονέναι κράτιστον, ἢ ἂν οὕτω τινὶ συντύχῃ τὰ τῆς μεταβολῆς, καταδαρθόντα φαῦλον ἀνεγρέσθαι σοφὸν καὶ προσειπεῖν ἐκ τῆς ψυχῆς μεθεικότα τὰς χθιζὰς ἀβελτερίας καὶ ἀπάτας <quote type="blockquote"><q>ψευδεῖς ὄνειροι, χαίρετ’· οὐδὲν ἦτ’ ἄρα,</q></quote> τίς ἂν ἀγνοήσειεν αὑτοῦ διαφορὰν ἐν αὑτῷ τοσαύτην γενομένην καὶ φρόνησιν ἀθρόον ἐκλάμψασαν;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>