<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:480-483</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:480-483</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="480"><p rend="indent"><bibl xml:lang="lat">Galenus de H. et Plat. decr. IV 5 (144) p. 368 M.</bibl> τὴν μὲν οὖν ἐκ τοῦ πρώτου περὶ παθῶν ῥῆσιν, ἔνθα φησὶν χωρὶς κρίσεως γίνεσθαι τὰ πάθη, παρεθέμην ἔμπροσθεν. ὅτι δὲ καὶ κατὰ τὸ θεραπευτικὸν αὑτοῦ βιβλίον, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφεται, τῆς αὐτῆς δόξης ἔχεται, μαθεῖν ἔστιν ἐκ τῆσδε τῆς ῥήσεως.</p><p rend="indent">(145) <q>Οὐ γὰρ ἐν τῷ κρίνειν ἀγαθὰ ἕκαστα τούτων λέγεται ἀῤῥωστήματα ταῦτα, ἀλλὰ κατὰ τὸ ἐπὶ πλέον ἐκπεπτωκέναι πρὸς ταῦτα τοῦ κατὰ φύσιν.</q></p><p rend="indent">(<foreign xml:lang="lat">Quae siquis falso interpretatus sit,</foreign>) ἐκ τῶν ἐπιφερομένων ἡ γνώμη τοῦ Χρυσίππου καταφανήσεται</p><p rend="indent"><q>Ὅθεν οὐκ ἀλόγως γυναικομανεῖς τινες λέγονται καὶ ὀρνιθομανεῖς.</q></p><p>－ － Ἀλλὰ νὴ Δία ἴσως ἄν τις φήσειε, τὸ μανιῶδες οὐ διὰ τὴν ἄλογον γίνεσθαι δύναμιν, ἀλλὰ διὰ τὸ ἐπὶ πλέον ἢ προσῆκεν ἐξῆχθαι τήν τε κρίσιν καὶ τὴν δόξαν, ὡς εἰ καὶ οὕτως ἔλεγεν, ἀῤῥωστήματα γίνεσθαι κατὰ τὴν ψυχὴν οὐχ ἁπλῶς τῷ ψευδῶς ὑπειληφέναι περί τινων, ὡς ἀγαθῶν ἢ κακῶν, ἀλλὰ τῷ μέγιστα νομίζειν αὐτά· μηδέπω γὰρ ἀῤῥώστημα τὴν περὶ τῶν χρημάτων εἶναι δόξαν, ὡς ἀγαθῶν, ἀλλ’ ἐπειδάν τις αὐτὰ μέγιστον ἀγαθὸν εἶναι νομίζῃ καὶ μηδὲ ζῆν ἄξιον ὑπολαμβάνῃ τῷ στερηθέντι χρημάτων. ἐν τούτῳ γὰρ συνίστασθαι τήν τε φιλοχρηματίαν καὶ τὴν φιλαργυρίαν ἀῤῥωστήματα οὔσας. Ἀλλὰ τῷ ταῦτα φάσκοντι Ποσειδώνιος ἀντιλέγων ὧδέ πώς φησι· τοιούτων δ’ ὑπὸ τοῦ Χρυσίππου λεγομένων <foreign xml:lang="lat">etc. Ultima verba evincunt antecedentia Chrysippea esse.</foreign> <pb facs="stoicorumveterum03arniuoft_0139"/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="481"><p rend="indent"><bibl xml:lang="lat">Posidonius apud Galenum de H. et Plat. decr. IV 7 p. 391 Mü.</bibl> ὁ γοῦν ὅρος οὗτος, φησίν, ὁ τῆς ἄτης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν, ὑπό τε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι, σαφῶς ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ. <q>δόξαν γὰρ εἶναι πρόσφατον, τοῦ κακὸν αὐτῷ παρεῖναι,</q> φησὶ τὴν λύπην. ἐν ᾧ καὶ συντομώτερον ἐνίοτε λέγοντες ὧδέ πως προφέρονται· <q>λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας.</q> εἶναι μὲν δὴ τὸ πρόσφατόν φησι <q>τὸ ὑπόγυον κατὰ τὸν χρόνον,</q> ἀξιοῖ δὲ (<foreign xml:lang="lalt">sc. Posidonius</foreign>) τὴν αἰτίαν ὑπ’ αὐτῶν ῥηθῆναι, δι’ ἣν ἡ τοῦ κακοῦ δόξα πρόσφατος μὲν οὖσα συστέλλει τε τὴν ψυχὴν καὶ λύπην ἐργάζεται, χρονισθεῖσα δ’ ἢ οὐδ’ ὅλως ἢ οὐκ ἔθ’ ὁμοίως συστέλλει. καίτοι οὐδὲ τὸ πρόσφατον ἐχρῆν ἐγκεῖσθαι κατὰ τὸν ὅρον, εἴπερ ἀληθῆ τὰ Χρυσίππου. κατὰ γὰρ τὴν γνώμην αὐτοῦ μᾶλλον τοῦ μεγάλου κακοῦ ἢ ἀνυπομονήτου ἢ ἀκαρτερήτου, καθάπερ αὐτὸς εἴωθεν ὀνομάζειν, τὴν λύπην εἰρῆσθαι ἔδει δόξαν, οὐ προσφάτου. ἔνθα καὶ διχόθεν ὁ Ποσειδώνιος ἀντιλέγει τῷ Χρυσίππῳ, κατὰ μὲν τοῦτον τὸν δεύτερον ὁρισμὸν ἀναμιμνήσκων τῶν τε σοφῶν καὶ τῶν προκοπτόντων, ὡς ἔμπροσθεν εἴρηται· οἱ μὲν γὰρ ἐν μεγίστοις ἀγαθοῖς, οἱ δ’ ἐν μεγίστοις κακοῖς ἑαυτοὺς ὑπολαμβάνοντες εἶναι, ὅμως οὐ γίνονται διὰ τοῦτ’ ἐν πάθει· κατὰ δὲ τὸν πρῶτον ἐρωτᾷ τὴν αἰτίαν, δι’ ἣν οὐχ ἡ τῆς τοῦ κακοῦ παρουσίας δόξα τὴν λύπην, ἀλλ’ ἡ πρόσφατος ἐργάζεται μόνη <foreign xml:lang="lat">etc.</foreign></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="482"><p rend="indent"><bibl xml:lang="lat">Galenus de Platonis et Hippocr. plac. IV 7 p. 392 M.</bibl> καί φησι διότι πᾶν τὸ ἀμελέτητον καὶ ξένον ἀθρόως προσπῖπτον ἐκπίπτει τε καὶ τῶν παλαιῶν ἐξίστησι κρίσεων, ἀσκηθὲν δὲ καὶ συνεθισθὲν καὶ χρονίσαν ἢ οὐδ’ ὅλως ἐξίστησιν, ὡς κατὰ πάθος κινεῖν, ἢ ἐπὶ μικρὸν κομιδῇ· διὸ καὶ προενδημεῖν δεῖν φησι τοῖς πράγμασι μήπω τε παροῦσιν οἷον παροῦσι χρῆσθαι. βούλεται δὲ τὸ προενδημεῖν ῥῆμα τῷ Ποσειδωνίῳ τὸ οἷον προαναπλάττειν τε καὶ προτυποῦν τὸ πρᾶγμα παρ’ ἑαυτῷ τὸ μέλλον γενήσεσθαι καὶ ὡς πρὸς ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα τινὸς ἀναγγείλαντος αὐτῷ τεθνάναι τὸν υἱὸν εὖ μάλα καθεστηκότως εἶπεν <q>ᾔδεῖν θνητὸν γεννήσας</q> καὶ ὡς τοῦτο λαβὼν Εὐριπίδης τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα· (<bibl xml:lang="lat">Eur. fr. 392 N</bibl>) <quote type="blcokquote">ἐγὼ δὲ ⟨τοῦτο⟩ παρὰ σοφοῦ τινος μαθὼν <lb/>εἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην, <lb/>φυγὰς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς <lb/>θανάτους τ’ ἀώρους καὶ κακὰς ἄλλας ὁδούς, <pb facs="stoicorumveterum03arniuoft_0140"/> <lb/>ὥστ’ εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζόν ποτε <lb/>μή μοι νεῶρες προσπεσὸν ψυχὴν δάκοι.<!--<q/>--></quote> οὕτω δὲ εἰρῆσθαί φησι καὶ τὰ τοιαῦτα· (<bibl xml:lang="lat">Eur. fr. 818 N</bibl>) <quote type="blockquote">εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ <lb/>καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν, <lb/>εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα <lb/>πῶλον, χαλινὸν ἀρτίως δεδεγμένον· <lb/>νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν<!--<q/>--></quote> ἔσθ’ ὅτε τὰ τοιαῦτα· (<bibl xml:lang="lat">Εur. Alc. 1085</bibl>) <quote type="blockquote">μακρὸς <lb/>χρόνος μαλάξει· νῦν δ’ ἔτ’ ἡβάσκει κακόν.</quote></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="483"><p rend="indent" xml:lang="lat"><bibl>Cicero Tusculan. disput. IV 5, 9.</bibl> Chrysippus et Stoici, cum de animi perturbationibus disputant, magnam partem in his partiendis et definiendis occupati sunt; illa eorum perexigua oratio est, qua medeantur animis nec eos turbulentos esse patiantur.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>