<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:476-479</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:476-479</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="476"><p rend="indent"><bibl xml:lang="lat">Galenus de H. et Plat. dogm. IV 4 (141) p. 356 Mü.</bibl><foreign xml:lang="lat">dicit</foreign><q>ἄλογος</q><foreign xml:lang="lat">vocem adhiberi aut de</foreign> στερήσει <foreign xml:lang="lat">aut de</foreign> κακώσει τοῦ λόγου. ἄλλο δὲ τρίτον ἢ καὶ νὴ Δία τέταρτον, ὡς οὗτοι (<foreign xml:lang="lat">Chrysippi sc. sectatores</foreign>) βιάζονται, σημαινόμενον οὐκ ἔστιν ἐν ἔθει τοῖς Ἕλλησιν, ὃ ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται. δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει.</p><p rend="indent"><q>Διὸ καὶ οὐκ ἀπὸ τρόπου λέγεται ὑπό τινων τὸ τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου ἔχει καὶ ἐπιθυμίας καὶ τῶν ὁμοίων. πᾶσαι γὰρ αἱ τοιαῦται κινήσεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ καὶ ἀπεστραμμέναι. καθ’ ὃ καὶ ἀλόγως φαμὲν φέρεσθαι τοὺς τοιούτους, οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ κατὰ τὴν τοῦ λόγου ἀποστροφήν.</q></p><p rend="indent"><foreign xml:lang="lat">Unde haec sumpta sint, ex sequentibus apparet p. 358 Mü.</foreign> ὡς εἴγε χρώμεθα λόγῳ καὶ κατ’ αὐτὴν (<foreign xml:lang="lat">sc.</foreign> τὴν τοῦ πάθους κίνησιν), οὐκ ὀρθῶς ὁ Χρύσιππος εἶπεν, ἔν τε τῷ πρώτῳ περὶ παθῶν, <q>οὐχὶ διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, ἀλλ’ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ,</q> καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν αὐτὰ δὴ ταῦτα τὰ σμικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ <pb facs="stoicorumveterum03arniuoft_0135"/> τῆς ῥήσεως, ἐν ᾗ τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον ἄλογον οὐκ ἔφασκεν <foreign xml:lang="lat">etc.</foreign> － － ἐπιφέρων γοῦν φησιν·</p><p rend="indent"><q>Οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται καταστάσεις εἰσίν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ’ ἐκφερομένων, καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται, οὐ κρατοῦντες τῆς τοιαύτης κινήσεως. οἱ δὲ κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κἂν ὁποιοσοῦν ᾖ, κρατοῦσιν [ἤτοι ἀπαθεῖς εἰσι] τῆς τοιαύτης κινήσεως καὶ τῶν κατ’ αὐτὴν ὁρμῶν.</q></p><p rend="indent" xml:lang="lat">Paucis interpositis quibus probat verbis <foreign xml:lang="grc">κἂν ὁποιοσοῦν ᾗ</foreign> Chrysippum discrimen illud significare, quod inter <foreign xml:lang="grc">πάθος</foreign> et <foreign xml:lang="grc">ἁμάρτημα</foreign> intercedat, Gal. eundem Chrisippi locum iterum adfert, sed ultimis verbis paullulum mutatis et additis quibusdam:</p><p rend="indent">κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’ αὐτὰς ὁρμῶν, ὥστε πεισθῆναι, ἐάν περ ἐνδεικνύηται αὐτός, παραπλησίως τοῖς περιπατοῦσιν."</p><p rend="indent">οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει·</p><p rend="indent">Διὸ καὶ αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν εἶναι, ἅτ’ ἐκβαίνουσαι τὴν λογικὴν σύστασιν."</p><p rend="indent"><bibl xml:lang="lat">ibidem cp. 5 (143) p. 364 Mü.</bibl> οὐ μόνον τοίνυν οἱ ἄλλοι, ἀλλὰ καὶ ὁ Χρύσιππος αὐτὸς ἐν τοῖς περὶ παθῶν συγγράμμασιν ἐπ’ οὐδεμιᾶς ὁρμίζει βεβαίως δόξης, ἀλλ’ ἀεὶ σαλεύει καθάπερ ἐν κλύδωνι. καὶ γὰρ καὶ χωρὶς λόγου παντὸς γίγνεσθαί φησι τὰ πάθη, καὶ αὖθις τῆς λογικῆς εἶναι δυνάμεως μόνης, ὥστε διὰ τοῦτο μηδὲ ἐν τοῖς ἀλόγοις ζῴοις συνίστασθαι, καὶ χωρὶς κρίσεως γίνεσθαι, καὶ αὖθις κρίσεις εἶναι. ἐμπίπτει δέ ποτε καὶ εἰς τὸ φάσκειν, εἰκῆ γίνεσθαι τὰς κατὰ τὰ πάθη κινήσεις, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ἀναιτίως, εἴ τις ἀκριβῶς ἐξετάζοι τὸ ῥῆμα. αἷς γοῦν ὀλίγον ἔμπροσθεν γέγραφα ῥήσεσιν ἐφεξῆς φησιν·</p><p rend="indent"><q>Οἰκείως δὲ τῷ τῶν παθῶν γένει ἀποδίδοται καὶ ἡ πτοιὰ κατὰ τὸ ἐνσεσοβημένον τοῦτο καὶ φερόμενον εἰκῇ.</q></p><p rend="indent"><bibl xml:lang="lat">Cf. id. V 1 (156) p. 407 Mü.</bibl> τῶν ἄλλων Στωϊκῶν, οἵ γε μέχρι τοσούτου φιλονεικίας ἥκουσιν, ὥστ’ ἐπειδὴ τῆς λογικῆς δυνάμεως ἔφασαν εἶναι τὰ πάθη, τοῖς ἀλόγοις ζῴοις μὴ μετέχειν αὐτῶν συγχωρεῖν, οἱ πλεῖστοι δ’ οὐδὲ τοῖς παιδίοις, ὅτι δηλαδὴ καὶ ταῦτ’ οὐδέπω λογικά.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="477"><p rend="indent"><bibl xml:lang="lat">Origenes comment. in Matthaeum Vol. III p. 591 Delarue.</bibl> ὅπερ δὲ ἐπὶ τῶν κατὰ τὰ ἀφροδίσια λέλεκται περὶ τῶν παιδίων, τοῦτ’ <pb facs="stoicorumveterum03arniuoft_0136"/> ἂν λεχθείη καὶ περὶ τῶν λοιπῶν παθῶν καὶ ἀῤῥωστημάτων καὶ νοσημάτων τῆς ψυχῆς, εἰς ἃ μὴ πέφυκε παιδία ἐμπίπτειν, ὅσα τὸν λόγον μηδέπω συμπεπλήρωκεν.</p><p rend="indent"><foreign xml:lang="lat">paulo post:</foreign> ὁ στραφεὶς ὡς παιδία καὶ ἕξιν ἀναλαβὼν ἐκ λόγου τῆς λύπης ἀπαράδεκτον. － </p><p rend="indent"><bibl xml:lang="lat">p. 592.</bibl> ὡς μὲν οὖν πρὸς τὸ ἀκριβὲς ἀποδέδεικται καὶ ἄλλοις ὅτι οὐδὲν τῶν παθῶν πίπτει εἰς τὰ μηδέπω συμπεπληρωκότα τὸν λόγον παιδία· εἰ δ’ οὐδὲν δηλονότι καὶ ὁ φόβος· ἀλλ’ εἰ ἄρα ἀνάλογόν τι τοῖς πάθεσι, καὶ ταῦτα ἀμυδρὰ καὶ τάχιστα ἀνασκευαζόμενα καὶ θεραπευόμενα γίνεται ἐν τοῖς παιδίοις. － － ὅτι τὰ παιδία τὸν μὲν φόβον τῶν φαύλων οὐ πάσχει, ἄλλο δέ τι οἱ διακριβοῦντες τὰ τῶν παθῶν καὶ τῶν ὀνομάτων ἐκείνων λέγουσιν εἶναι φόβον. οἷον δὲ καὶ τὸ. τῶν παιδίων ἀμνησίκακον, παρ’ αὐτοὺς τοὺς τῶν δακρύων καιροὺς ἐν ἀκαρεῖ μεταβαλλομένων καὶ γελώντων καὶ συμπαιζόντων τοῖς νομιζομένοις λελυπηκέναι καὶ πεφοβηκέναι, ἀλλ’ οὐ κατὰ τὴν ἀλήθειαν ταῦτα ἐνηργηκόσιν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="478"><p rend="indent"><bibl xml:lang="lat">Galenus de H. et Plat. decr. IV 6 (149) p. 386 Mü.</bibl> καὶ μὲν δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν ᾧ φησι· τὸν νοῦν ἔχων ὑποχείριον εἰς τὸν πίθον δέδωκα, φανερῶς κἀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ παρατίθεται, καθάπερ κἀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ’ ἑαυτοῖς εἶναι μηδ’ ἐν ἑαυτοῖς λέγῃ ταυτί·</p><p rend="indent"><q>Οἰκείως δὲ καὶ ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι, τοῖς ἐπὶ τῶν δρομέων προεκφερομένοις παραπλησίως κατὰ τὸ πλεονάζον, τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμήν, τῶν δὲ παρὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως οἵ γε κρατοῦντες τῆς κινήσεως καθ’ ἑαυτοὺς ἂν κινεῖσθαι λέγοιντο, ἀλλὰ κατ’ ἄλλην τινὰ βίαν ἔξωθεν αὐτῶν.</q></p><p rend="indent">ὁμολογεῖ κἀνταῦθα βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς ἐμπαθέσιν ὁρμάς, ὀρθότατα γιγνώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν, ἀλλ’ ἐν τοῖς ἀνθρώποις ὑπάρχειν εἰπεῖν etc. － － － ὅπερ, οἶμαι, καὶ διὰ τῶν τοιούτων παραδειγμάτων ὁ Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται. παρατίθεται γοῦν τὸν Εὐριπίδου γεγραμμένον Ἡρακλεῖ πρὸς Ἄδμητον διάλογον. ἔχει δ’ ὧδε· (<bibl xml:lang="lat">Alc. 1079</bibl>) <quote type="blockquote">Τί δ’ ἂν προκόπτοις, εἰ θέλεις στένειν ἀεί;</quote> ταυτὶ μὲν Ἡρακλῆς λέγει, ὁ δ’ Ἄδμητος ἀποκρίνεται· <quote type="blockquote">Ἔγνωκα κ’ αὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.</quote> δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως, οὐ τῆς λογικῆς ὁ ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν καὶ ἄγει τὸν ἄνθρωπον εἰς <pb facs="stoicorumveterum03arniuoft_0137"/> ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει. παρατίθεται δὲ καὶ τὰ τοῦ Ἀχιλλέως πρὸς τὸν Πρίαμον εἰρημένα· (<bibl>Ω 549-551</bibl>) <quote type="blockquote">Ἄνσχεο μηδ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· <lb/>Οὐ γάρ τι πρήξεις, ἀκαχήμενος υἷος ἐῆος, <lb/>Οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.</quote> Ταῦτα μέν φησι λέγειν αὐτὸν <q>παρ’ αὐτῷ διαλεγόμενον (οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν), ἐξίστασθαι δ’ οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσιν, καὶ μὴ κρατεῖν ἑαυτοῦ νικωμένου ὑπὸ τῶν παθῶν.</q></p><p rend="indent">Καὶ γὰρ οὖν κἀνταῦθα <q>τό τε τῶν κρίσεων ἐξίστασθαι</q> καὶ τὸ <q>μὴ κρατεῖν ἑαυτοῦ</q> καὶ τὸ <q>ποτὲ μὲν εἶναι παρ’ ἑαυτῷ, ποτὲ δ’ οὒ</q> καὶ πάνθ’ ὅσα τοιαῦτα, τοῖς τε φαινομένοις ἐναργῶς ὁμολογεῖ καὶ τῇ παλαιιᾶ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς δυνάμεων, οὐ μὴν οἷς ὑπέθετο Χρύσιππος. ὁμοίως δ’ εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον·</p><p rend="indent"><q>Τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται.</q></p><p rend="indent">καὶ πάλιν·</p><p rend="indent"><q>Οὕτω γὰρ ἐξιστάμεθα καὶ ἔξω γινόμεθα ἑαυτῶν καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστ’ ἔστιν ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶν τοῦτο διαράμενοι βάλλομεν ὡς δή τι περανοῦντες δι’ αὐτῶν· εἰ δ’ ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα παραπλησίως.</q></p><p rend="indent">καὶ ἐφεξῆς·</p><p rend="indent"><q>Πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν, καὶ τὰς θύρας τύπτομεν, οὐ ταχὺ αὐτῶν ἀνοιγομένων, πρός τε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους, καὶ ἐπιλέγοντες καθ’ ἕκαστα τούτων ἀτοπώτατα.</q></p><p rend="indent">ὡσαύτως δὲ κἀν τοῖς ἑξῆς φησιν·</p><p rend="indent"><q>Ἐννοήσειε δ’ ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν, καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς, ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν προδιαλελογιςμένων.</q></p><p rend="indent">ὅλως δ’ εἴτις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν, ὅσα κατὰ τὸ περὶ π. βιβλίον εἴρηται αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν, ὁμολογοῦντα δὲ τοῖς τε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος δόξη, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ βιβλίου. μεστὸν γάρ ἐστιν <pb facs="stoicorumveterum03arniuoft_0138"/>αὐτῷ τὸ γράμμα τῶν τε [καὶ] κρίσεων ἐξίστασθαι λέγοντι καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἢ τὴν ἡδονήν, ἤ τι τοιοῦτον <foreign xml:lang="lat">etc.</foreign></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="479"><p rend="indent"><bibl xml:lang="lat">Galenus de H. et Plat. decr. IV 5 (144) p. 366 Mü.</bibl><foreign xml:lang="lat">Cum de motu in affectibus verba facit, dicit:</foreign> τῆς ἀμέτρου καί, ὡς αὐτὸς εἴωθεν ὀνομάζειν, ἐκφόρου κινήσεως. － － ἡ δ’ οὖν ῥῆσις ἡ κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον ὧδ’ ἔχει·</p><p rend="indent"><q>Οἰκείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται εἶναι τὸ πάθος, ὡς ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων πλεονάζουσαν κίνησιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου κατὰ τὴν τοῦ λόγου ἀποστροφὴν καὶ τὸ ἄνευ τοῦ πλεονασμοῦ τούτου σωστικόν. ὑπερβαίνουσα γὰρ τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείως τ’ ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι καὶ εἶναι ἄλογος, ὡς ὑπογράφομεν.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>